§2.32Ἐὰν ἀστραπὴ πανταχόθεν γίνηται, ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται.
もし稲妻があらゆる方向から生じるなら、雨を知らせる。 そして、稲妻が頻繁に生じる方向から、風が生じる。
θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά·
夏には、稲妻と雷が生じる方向から、強い風が生じる。
ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ, θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ᾿ ἠρέμα καὶ μανῶς, κατ᾿ ὀλίγον.
もし激しくかつ強く稲妻が光るなら、風はより速くかつより激しく吹くであろうが、もし穏やかにかつ稀に光るなら、徐々に吹くであろう。
τοῦ δὲ χειμῶνος καὶ φθινοπώρου τοὐναντίον·
しかし冬と秋にはその反対である。
παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί·
なぜなら、稲妻は風を静めるからである。
καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταί, τοσούτῳ μᾶλλον παύονται·
そして、稲妻と雷が強ければ強いほど、それだけいっそう風は静まる。
τοῦ δ᾿ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.
春には、冬のときと同様に、これらの兆候はより弱く適用されると語るべきであろう。
§2.33Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ, παύεται·
南風が吹いているときに北から稲妻が光るなら、風は止む。
ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται.
もし夜明けに稲妻が光るなら、風は三日目に止むのが常であり、その他の場合は五日目、七日目、九日目に止まり、夕方の稲妻による風は、速やかに止む。
οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις.
北風は概して奇数日目に止み、南風は偶数日目に止む。
ἄνεμοι αἴρονται ἁμ᾿ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ.
風は太陽や月が昇るのと同時に起こる。
ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη παύσωσιν, ἐπιτείνει τὰ πνεύματα·
もし太陽や月が昇るときに風が止むなら、その後に風は強まる。
χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.
また、昼間に始まる風は、夜間に始まる風よりも、長持ちし、かつ強くなる。
§2.34Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες, ὁ χειμῶν νήνεμος γίνεται, ἐὰν δ᾿ ἐναντίως, καὶ ὁ χειμὼν ἐναντίος.
もしエテシア風が長い間吹き、秋が風の強いものとなるなら、冬は風の穏やかなものとなる。 しかしもし逆であれば、冬も逆になる。
πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται, ταύτῃ ἄνεμος πνευσεῖται.
山頂において、雲が引き延ばされる方向から、その方向へと風が吹くであろう。
αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται.
山の背後から定着する雲は、その背後からも風が吹くことを示す。
Ἄθως μέσος διεζευγμένος νότιος, καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά.
アトス山が中ほどで分断されているのは南風の兆候であり、一般に、帯を巻いたような山々は、概して南風の兆候である。
οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοί, καὶ αὐχμόν.
彗星は概して風を知らせるが、もし多ければ、干ばつをも知らせる。
μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν.
雪の後には南風が、霜の後には北風が吹くのが常である。
μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.
灯火の上の芯の燃え残りは、南の風または雨を知らせる。
§2.35Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται.
風の配置については、図に定義されている通りである。
τῶν δ᾿ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας θρακίας ἀργέστης.
また、他の風がまだ吹いているうちにそれらに襲いかかる風は、とりわけアパルクティアス、トラキアス、アルゲステスである。
ὅταν δὲ μὴ ὑπ᾿ ἀλλήλων διαλύωνται τὰ πνεύματα, ἀλλ᾿ αὐτὰ καταμαρανθῶσι, μεταβάλλουσιν εἰς τοὺς ἔχομένους ἐπὶ δεξιά, ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά.
風が互いによって消滅させられるのではなく、自ら衰え衰退するときは、太陽の運行と同じように、右隣に位置する風へと変化する。
ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός.
南風は、吹き始めは乾燥しており、吹き終わりは湿っている。
καὶ ὁ εὖρος.
エウロスも同様である。
ὁ δ᾿ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.
アペリオテスは、春分・秋分の日の出の方向からの風であり、湿っていて、細かな雨をもたらす。
§2.36Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ·
最も湿っているのは、カイキアスとリプスである。
χαλαζώδης δ᾿ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης·
雹を降らせるのは、アパルクティアス、トラキアス、アルゲステスである。
νιφετώδης δὲ ὅ τε μέσης καὶ ἀπαρκτίας·
雪を降らせるのは、メセスとアパルクティアスである。
καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος·
暑さをもたらすのは、ノトス、ゼピュロス、エウロスである。
οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν, οἱ δὲ οἷς ἂν διὰ γῆς.
これらは、ある風はある人々にとっては海から吹き付けるときであり、他の風は他の人々にとっては陸地を通って吹き付けるときである。
δασύνουσι δ᾿ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ.
空を雲で厚く覆うのは、何よりもカイキアスであり、次いでリプスである。
καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ᾿ ἑαυτῶν τὰ νέφη ὠθοῦσι, καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν.
また、他の風は雲を自分から遠ざけるように押しやるが、カイキアスだけは吹くときに雲を自分の方へと引き寄せる。
αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας·
晴天をもたらすのは、何よりもトラキアスとアルゲステス、そしてそれら以外ではアパルクティアスである。
ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.
突風を伴うのは、何よりもアパルクティアス、トラキアス、アルゲステスである。
§2.37Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος.
突風が生じるのは、風が互いにぶつかり合って吹くときであり、これはとりわけ秋に生じ、その他の季節では春に生じる。
ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης.
稲妻を伴うのは、トラキアス、アルゲステス、アパルクティアス、メセスである。
ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν, ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν.
もし海の上を、アザミから生じる多くの綿毛が漂うなら、強い風が吹くことを知らせている。
ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοί, ἄνεμον ἐντεῦθεν·
多くの流れ星が流れる方向から、風が吹く。
ἐὰν δὲ πανταχόθεν ὁμοίως, πολλὰ πνεύματα σημαίνουσι.
もしあらゆる方向から同様に流れるなら、多くの風を知らせる。
Πνευμάτων μὲν οὖν σημεῖα ταῦτα.
さて、風の兆候については以上の通りである。