§2.26ΙΙ. Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε.
Ⅱ. 那么,以上所说的是雨水的征兆;而风与气流的征兆则如下。
ἀνατέλλων ὁ ἥλιος καυματίας, κἂν μὴ ἀποστίλβῃ, ἀνεμῶδες τὸ σημεῖον·
升起的太阳炽热,即使不闪闪发光,也是有风的征兆。
καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος, ἀνέμου ἢ ὕδατος τὸ σημεῖον.
如果太阳显得凹陷,则是风或雨的征兆。
καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας, αὐχμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει.
如果一连数日炽热,则预示着持久的干旱和风。
ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου ὄντος κατ᾿ ὄρθρον, κοινὸν ὕδατος καὶ ἀνέμου σημεῖόν ἐστιν.
如果在黎明时太阳处于中间,光线分叉,一指向北一指向南,则是雨水与风的共同征兆。
§2.27Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, τὰ μὲν μέλανα ὕδατος τὰ δ᾿ ἐρυθρὰ πνεύματος.
在太阳和月亮中也有征兆,黑色预示着雨水,红色预示着气流。
ἐὰν δὲ καὶ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ, ζέφυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ.
如果在刮北风时,新月直立,则通常会吹起西风,且该月将持续寒冷多风。
ὅταν μὲν ἡ κεραία ἡ ἄνω τοῦ μηνὸς ἐπικύπτῃ, βόρειος ὁ μείς· ὅταν δ᾿ ἡ κάτωθεν, νότιος·
当月亮的上方之角向下倾斜时,该月多北风;而当下方的角向下倾斜时,则多南风。
ἐὰν δ᾿ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος, εἴωθε χειμάζειν μέχρι διχομηνίας.
如果到第四天月亮依然直立、没有倾斜,并且成一完美的圆弧,则通常会持续寒冷多风直到满月。
σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα.
月色暗淡预示着雨水,赤红如火则预示着气流。
§2.28Αἴθυιαι καὶ νῆτται καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον.
鸬鹚和鸭子,无论是野生的还是驯养的,潜水时预示着雨水,拍打翅膀时则预示着风。
οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προσημαίνουσι.
暴风鹱在晴天里,无论飞往何处,都预示着风。
στρουθοὶ χειμῶνος ἀφ᾿ ἑσπέρας θορυβοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον.
麻雀在冬季从傍晚起喧闹,预示着风向的转变,或者下雨。
ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώδης.
苍鹭从海上飞来并叫喊是气流的征兆;总的来说,大声鸣叫是多风的征兆。
§2.29Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει.
狗在地上打滚预示着风力强劲。
ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χειμῶνα σημαίνει.
许多蜘蛛网飘浮预示着气流或暴风雨。
ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον.
落潮预示着北风,而涨潮预示着南风。
ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ, εἰς νότιον μεταβάλλει, ἐὰν δ᾿ ἐκ νοτίων ἄμπωτις γίνηται, εἰς βόρειον μεταβάλλει.
因为如果涨潮来自北方,风向将转为南风;但如果落潮发生于南方,则将转为北风。
θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμώδης.
海浪汹涌、悬崖轰鸣和海岸作响都是多风的征兆。
καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος.
北风在停止时变弱,而南风在开始时变弱。
παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἄνεμον σημαίνει.
幻日无论出现在哪个方向,都预示着那个方向会有雨水或风。
§2.30Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος.
冬至后的第十五天大体上多刮南风。
βορείων δὲ γινομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει.
刮北风时一切变干燥,刮南风时则变潮湿。
ἐὰν δὲ νοτίων ὄντων ψοφῇ τι τῶν κεκολλημένων, εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν·
如果在刮南风时,接着之物发出声响,则预示着向南风的转变。
ἐὰν δὲ πόδες οἰδῶσι, νοτία ἡ μεταβολή. τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου.
如果脚部浮肿,则是向南风的转变;这同样也是暴风的征兆。
καὶ ὀδαξῶν τὸν δεξιόν.
右脚发痒时也是如此。
ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δ᾿ ἂν ἀποφράττῃ, ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δ᾿ ἀμφοτέρας, ἀνέμου μέγεθος.
陆地上的刺猬具有预示作用:无论它住在何处,都会造两个洞口,一个朝北一个朝南;它堵住其中哪一个,就预示着会有那个方向的气流,如果两个都堵住,则预示着风力强劲。
§2.31Ἐὰν ὄρος, πρὸς βορρᾷ ἄνεμον προσημαίνει.
如果山[显得清晰],预示着北方的风。
ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται, μεταβολὴν πνεύματος ἢ ἐπίδοσιν.
如果在海上刮风时突然出现平静,则预示着气流的转变或增强。
ἐὰν ἄκραι μετέωροι φαίνωνται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους, νοτίαν μεταβολὴν σημαίνει·
如果海岬显得悬空,或者一个岛屿显得像好几个,则预示着向南风的转变。
γῆ τε μέλαινα ὑποφαινομένη βόρειον, λευκὴ δὲ νότιον.
陆地显得呈黑色则预示着北风,显得呈白色则预示着南风。
αἱ ἅλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον·
月亮周围的晕比太阳周围的晕更具有风的征兆。
σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα.
当两者周围的晕破裂时都预示着风,且在破裂的方向会有风。
ἐπινεφέλων ὅθεν ἂν ἀνατέλληται, ἐντεῦθεν ἄνεμος.
在多云的天空中,云朵无论从何处升起,风就从该处刮来。
αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι.
夏季的斑驳云预示着风。