Humanitext Reader

亚里士多德 · 论植物 §prol.1.1-prol.1.8

植物论的重要性与译本源流

第 1 段,共 27 段 · 希腊语

内容简介

作者叙述了《植物论》在亚里士多德哲学中的重要性,以及一位凯尔特学者将其从阿拉伯语翻译为拉丁语的过程,并表达了自己长期渴望并最终得以研读此书的心路历程。

§prol.1.1ΤΩΙ τῆς Ἀριστοτελικῆς ἀειθαλεῖ φιλοσοφίας λειμῶνι πολλαὶ μὲν καὶ ἄλλαι δέλτοι κατὰ τὰ εὐγενῆ παραπεφύκασι τῶν φυτῶν, παμφόρους μὲν οἶς θεωροῦμεν, πολύχοας δὲ καὶ οἷς διαπραττόμεθα προϊέμεναι τοὺς καρπούς.
在亚里士多德哲学常青的草地上,许多其他书卷也如高贵的植物般并肩生长,在我们所观照的事物中结出万般的果实,在我们所实践的事物中奉献出丰硕的果实。
§prol.1.2Ἦν δὲ πρὸς ταῖς ἄλλαις καὶ ἡ περὶ τῶν φυτῶν ὅσα καὶ φυτὸν εὐφυὲς βραχὺ μέν, ἀλλὰ συχναῖς ταῖς χάρισι βρύον καὶ καλλίστοις ἐκφορίοις τοὺς τῶν λόγων ἐραστὰς δεξιούμενον, οὐ μόνον λέγω τοὺς ἡμετέρους, τοὺς πάνυ, τοὺς περιφανεῖς τὰ ἐς λόγους καὶ τὴν σοφίαν ἀπαραμίλλους καὶ τὴν σύνεσιν Αὔσονας, ἀλλὰ καὶ τοὺς ἐκ μοίρας Ἰταλικῆς, καὶ οὐ τούτους μόνον, ἀλλὰ καὶ ὅσους τοιούτους οἶδεν ἡ τῶν εὐδαιμόνων Ἀράβων τρέφειν καὶ τῶν Ἰνδῶν.
除了其他书卷之外,还有关于植物的那部书,它如同一株生机勃勃的植物,虽篇幅简短,却洋溢着充沛的雅致,并以最美丽的产物迎接那些热爱学术之人——我不仅是指我们的同胞,即那些在学术和智慧上极显赫、无可比拟,在理解力上超群绝伦的奥索尼亚人,而且也是指意大利地区的学者,不仅是他们,还有幸福的阿拉伯人和印度人的土地所培育的同样杰出的一切人们。
§prol.1.3Συχνὸν γὰρ ἐνέβαλεν ἵμερον τῶν ἑαυτοῦ συγγραμμάτων τοῖς ὁπουδήποτε φιλοσόφοις ὁ ἐκ Σταγείρων ἄκρος φιλόσοφος.
因为来自斯塔基拉的至高无上的哲学家,使各处的哲学家们对他的著作产生了强烈的渴望。
Ἀλλὰ τὸ τοιοῦτον φυτὸν οὐκ οἶδ’ ὅπως οὐ μόνον αὔανσιν πέπονθε παρ’ ἡμῖν, ἀλλοίωσίν τινα τάχα περὶ τὸ χεῖρον, οἶα φιλεῖ ὁ χρόνος ποιεῖν, ἀλλὰ καὶ προθέλυμνον ἐκκοπὴν καὶ εἰς τὸ μὴ ὂν ἀποστροφήν, ὡς οὐδ’ ἄν ποτε φυτηκόμον εἶδεν, οὐδ’ εἰ προῆλθεν εἰς φῶς.
然而,这株植物(即该书)不知何故,在我们这里不仅枯萎了,或许还像时间通常所做的那样发生某种恶化,甚至被连根拔起,退回到虚无之中,以至于它仿佛从未见过园丁,也从未走向光明。
§prol.1.4Ὑπέστη τὰ ἶσα καὶ Ἰταλὸς μακρὸν χρόνον σὺν ἡμῖν χηρεύων τοῦ χρήματος.
意大利人也遭受了同样的命运,长期与我们一同失去这一珍宝。
Τοῖς Ἄραψιν ἐγνωρίζετο μόνοις, καὶ μόνοι τῶν τούτου καρπῶν ἀφθόνως ἀπήλαυον.
它仅为阿拉伯人所知,也只有他们丰厚地享受着它的果实。
§prol.1.5Ἀλλά τις Κελτὸς μὲν τὸ γένος, ἐς τοσοῦτον δὲ τῆς τῶν Ἰταλῶν σοφίας ἐλάσας ὡς τῶν πρωτείων παραχωρεῖν μηδενί, εἶτα βραχὺ τοῦτο, καίπερ ὂν τοσοῦτον, καθ’ ἑαυτὸν οἰηθείς, ἂν μὴ καὶ τὴν τῶν Ἀράβων μετὰ τὴν τῶν Λατίνων μεταλάβοι γνῶσιν καὶ τὴν καλλίστην ἔξιν ἀσκήσειεν, ὅλος γίνεται τοῦ ἔργου, καὶ εἰς πέρας τὴν γνώμην ἀγαγεῖν θέλει καὶ τυχεῖν παντοίως τοῦ ἐφετοῦ.
但有一位出身于凯尔特族的人,他在意大利人的智慧上大有进益,以至于不向任何人让出第一的宝座;随后,尽管这一成就如此巨大,他仍认为若不能在拉丁人的知识之外,也分享阿拉伯人的知识,并培养最美丽的素养,对自己而言便是不足的,于是他全身心地投入到这项工作之中,渴望将这一志向带向终点,并设法获得所追求的目标。
§prol.1.6Στέλλεται λοιπὸν τὴν ἀλλοδαπήν, χρῆται τοῖς Ἄραψι παιδευταῖς, καὶ τῇ εὐφυΐᾳ συμμετρήσας σπουδὴν τοσοῦτον εὐμοίρησε παιδείας, φασίν, ὡς δύνασθαι καὶ τὰ τῶν Ἀράβων εἰς Ἰταλοὺς καὶ τὰ τῶν Ἰταλῶν μεταπορθμεύειν εἰς Ἄραβας.
于是,他动身前往异国,拜阿拉伯人为师,他的热忱与天赋相得益彰,据说他在学识上受益匪浅,以至于能够将阿拉伯人的著作译介给意大利人,并将意大利人的著作译介给阿拉伯人。
Οὗτος οὖν πρός τισιν ἄλλαις καὶ τὴν περὶ φυτῶν τήνδε βίβλον μεθερμηνεύει, κὰκ τῶν λογικῶν Ἀραβικῶν λειμώνων ὅσα καὶ φυτὸν εὐγενὲς εἰς τὰς Ἰταλικὰς μετακηπεύει φυταλιάς.
正是此人,除了其他一些书卷之外,也翻译了这部关于植物的书,将它从阿拉伯学术的草地中,如同高贵的植物般,移植到了意大利的园圃之中。
§prol.1.7Ἔχαιρε γοῦν Ἰταλὸς ἐπὶ τούτῳ, καὶ τὰ μεγάλα ἐκόμπαζε·
意大利人为此感到高兴,并大加夸耀;因为他们自诩在亚里士多德的书卷上超越所有人。
ταῖς Ἀριστοτελικαῖς γὰρ φιλοτιμεῖσθαι βίβλοις ὑπὲρ πάντας βρενθύεται· καὶ τοσοῦτον ἐνεκαυχᾶτο τῷ χρήματι, Ξέρξης οὐχ ἢττον ἐκεῖνος εἰς ἢν ὑπεσκιάσθη καὶ ἣν χρυσέαν ἔδειξε πλάτανον.
他们夸耀这一珍宝,不亚于当年薛西斯夸耀他曾在其荫下避暑并展示为黄金制作的那棵悬铃木。
Ἦλθον εἰς ἐπιθυμίαν (μακρὸς ἐξότου χρόνος) κἀγὼ τοῦ φυτοῦ· λόγοι γάρ μοι τῶν τοῦ κόσμου πάντων χρῆμα ὅ τὸ τιμιώτατον.
很久以前,我也对这株植物产生了渴望;因为对我而言,学术是世间万物中最珍贵的宝藏。
§prol.1.8Ἐπόθουν ἐμφορηθῆναι τῶν τούτου καρπῶν, τῶν νοημάτων εἰς ἔξιν ἐλθεῖν.
我渴望饱尝它的果实,领会其思想的真谛。
Ἐψυχαγώγει μοι τὴν ἐπιθυμίαν ἐλπίς, καὶ τὴν ἐλπίδα πάλιν εὐχὴ διεδέχετο.
希望抚慰着我的渴望,而祈祷又接替了希望。
Ἀλλὰ μέχρι πολλοῦ τὰ τῆς ἐπιθυμίας ἀτέλεστα, ἡ ἐλπὶς καὶ μόνον ἐλπίς· τὰ δὲ τῆς εὐχῆς ἐπετείνετο.
但长期以来,渴望之事未得圆满,希望仅仅是希望,而祈祷则愈发迫切。
Τί δ’ ἡ τῶν ἀγαθῶν ἀπάντων παντελὴς αἰτία καὶ ὑπερτελὴς καὶ προτέλειος;
然而,一切善事那完美、至高且终极的源头(即神)做了什么呢?
Ἠρεμίαν τῇ ἐπιθυμίᾳ χορηγεῖ, τῇ ἐλπίδι πέρας, καὶ τὰ τῆς αἰτήσεως τῇ εὐχῇ.
祂赐予渴望以安宁,赐予希望以终点,并赐予祈祷以所求的应允。

词汇与语法注释

  1. §prol.1.2ὅσα καὶ φυτὸν εὐφυὲς — 这里的 ὅσα καί(由关系代名词 ὅσος 与 καί 构成)起副词性作用,表示比喻或比较,意为“正如”、“就像”。它修饰其后的 φυτὸν εὐφυὲς(一株生机勃勃的植物),将《植物论》这部书比作一株真正的植物。
  2. §prol.1.5βραχὺ τοῦτο, καίπερ ὂν τοσοῦτον, καθ’ ἑαυτὸν οἰηθείς — 形容词 βραχὺ(微小的、不足的)作为 οἰηθείς(认为)的宾语补足语。尽管 τοῦτο(这,指他在意大利人中获得的极高声誉和学识)带有让步分词短语 καίπερ ὂν τοσοῦτον(尽管如此伟大),但主语(该凯尔特人)认为,如果不满足随后的条件(ἂν μὴ...),这对自己而言(καθ’ ἑαυτὸν)仍是微不足道的(βραχὺ)。
  3. §prol.1.7Ξέρξης οὐχ ἢττον ἐκεῖνος εἰς ἢν ὑπεσκιάσθη καὶ ἣν χρυσέαν ἔδειξε πλάτανον — 此处是基于历史典故(见于希罗多德等人的记载,叙述薛西斯因迷恋一棵美丽的悬铃木而用黄金装饰它并派人看守)的比较句式。Ξέρξης(薛西斯)是比较级 οὐχ ἧττον(不亚于)的主语。关系从句 ἣν... πλάτανον 指代“他曾在其荫下避暑并展示为黄金的悬铃木”,用以将意大利人对亚里士多德译本的夸耀,比作薛西斯对那棵悬铃木的溺爱。

引用这一段

亚里士多德, 论植物 §prol.1.1-prol.1.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg039.humanitext-grc1:prol.1.1-prol.1.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。