Humanitext Reader

亚里士多德 · 修辞学 §3.19.1-3.19.6

结语的四个要素与无连接词文体

第 98 段,共 98 段 · 希腊语

内容简介

亚里士多德定义了构成演讲结语的四个要素(引导听众、夸大与缩小、激发情感、唤起记忆),阐明了各自的作用,并推荐使用无连接词的文体作为结尾。

§3.19.1ὁ δʼ ἐπίλογος σύγκειται ἐκ τεττάρων, ἔκ τε τοῦ πρὸς ἑαυτὸν κατασκευάσαι εὖ τὸν ἀκροατὴν καὶ τὸν ἐναντίον φαύλως, καὶ ἐκ τοῦ αὐξῆσαι καὶ ταπεινῶσαι, καὶ ἐκ τοῦ εἰς τὰ πάθη τὸν ἀκροατὴν καταστῆσαι, καὶ ἐξ ἀναμνήσεως.
结语(epilogue)由四个要素构成:第一,使听众对自己产生好感,对对手产生恶感;第二,夸大与缩小;第三,使听众陷入情念(情感)的状态;第四,唤起记忆(回顾)。
πέφυκε γάρ, μετὰ τὸ ἀποδεῖξαι αὐτὸν μὲν ἀληθῆ τὸν δὲ ἐναντίον ψευδῆ, οὕτω τὸ ἐπαινεῖν καὶ ψέγειν καὶ ἐπιχαλκεύειν.
因为在证明了自己是真实的而对手是虚假的之后,自然会以这种方式来进行赞扬、谴责和作最后的加工(锻造)。
δυοῖν δὲ θατέρου δεῖ στοχάζεσθαι, ἢ ὅτι τούτοις ἀγαθὸς ἢ ὅτι ἁπλῶς, ὁ δʼ ὅτι κακὸς τούτοις ἢ ὅτι ἁπλῶς.
人们应当力图达到两个目标之一:或者是自己在这些听众面前是善的,或者是绝对地善;而对手在这些听众面前是恶的,或者是绝对地恶。
ἐξ ὧν δὲ δεῖ τοῦτο κατασκευάζειν, εἴρηνται οἱ τόποι πόθεν σπουδαίους δεῖ κατασκευάζειν καὶ φαύλους.
至于应当从哪些论据来构建这些,关于从何处将人们描绘为优秀和卑劣的论点(topoi)已经阐述过了。
§3.19.2τὸ δὲ μετὰ τοῦτο, δεδειγμένων ἤδη, αὔξειν ἐστὶν κατὰ φύσιν ἢ ταπεινοῦν· δεῖ γὰρ τὰ πεπραγμένα ὁμολογεῖσθαι, εἰ μέλλει τὸ ποσὸν ἐρεῖν· καὶ γὰρ ἡ τῶν σωμάτων αὔξησις ἐκ προϋπαρχόντων ἐστίν.
这之后,在已经得到证明的情况下,自然的发展就是进行夸大或缩小;因为如果想要说明事情的重要程度(量的大小),行为就必须是已被公认的;因为正如身体的生长也是基于预先存在的东西。
ὅθεν δὲ δεῖ αὔξειν καὶ ταπεινοῦν ἔκκεινται οἱ τόποι πρότερον.
至于从何处进行夸大和缩小,其论点先前已经陈列出来了。
§3.19.3μετὰ δὲ ταῦτα, δήλων ὄντων καὶ οἷα καὶ ἡλίκα, εἰς τὰ πάθη ἄγειν τὸν ἀκροατήν.
在这些之后,当事情的性质和大小都已经明确时,应当引导听众进入情念。
ταῦτα δʼ ἐστὶν ἔλεος καὶ δείνωσις καὶ ὀργὴ καὶ μίσος καὶ φθόνος καὶ ζῆλος καὶ ἔρις.
这些情念是怜悯、愤慨、愤怒、憎恨、嫉妒、羡慕和竞争心。
εἴρηνται δὲ καὶ τούτων οἱ τόποι πρότερον, §3.19.4ὥστε λοιπὸν ἀναμνῆσαι τὰ προειρημένα.
这些情念的论点先前也已经阐述过了,因此,剩下的就是唤起对前述内容的记忆。
τοῦτο δὲ ἁρμόττει ποιεῖν οὐχ ὥσπερ φασὶν ἐν τοῖς προοιμίοις, οὐκ ὀρθῶς λέγοντες.
而这样做的方式不应当像他们所说的在绪言中那样,他们的说法是不正确的。
ἵνα γὰρ εὐμαθὴς ᾖ, κελεύουσι πολλάκις εἰπεῖν.
因为为了让听众容易理解,他们命令要多次重复地讲。
ἐκεῖ μὲν οὖν δεῖ τὸ πρᾶγμα εἰπεῖν, ἵνα μὴ λανθάνῃ περὶ οὗ ἡ κρίσις, ἐνταῦθα δὲ διʼ ὧν δέδεικται, κεφαλαιωδῶς.
在绪言中确实应当说明事情本身,以免要作判决的对象不为人知;但在结语中,则应当提纲挈领地说明是通过哪些论据来证明的。
§3.19.5ἀρχὴ δὲ διότι ἃ ὑπέσχετο ἀποδέδωκεν, ὥστε ἅ τε καὶ διʼ ὃ λεκτέον. λέγεται δὲ ἐξ ἀντιπαραβολῆς τοῦ ἐναντίου.
而(回顾的)起点在于表明自己已经兑现了所承诺的证明,因此应当说明说了什么以及为什么要说。
παραβάλλειν δὲ ὅσα περὶ τὸ αὐτὸ ἄμφω εἶπον, ἢ καταντικρύ ( ἀλλʼ οὗτος μὲν τάδε περὶ τούτου, ἐγὼ δὲ ταδί, καὶ διὰ ταῦτα ), ἢ ἐξ εἰρωνείας (οἷον οὗτος γὰρ τάδʼ εἶπεν, ἐγὼ δὲ ταδί , καὶ τὶ ἂν ἐποίει, εἰ τάδε ἔδειξεν, ἀλλὰ μὴ ταδί ), ἢ ἐξ ἐρωτήσεως ( τί οὖν δέδεικται;
这是通过与对手的论点进行对比照合来叙述的。 对比两名发言者针对同一话题所说的话,可以采用直接对比的方式(“但是他在这件事上说了这些,而我说了那些,并且是因为这些原因”),也可以采用反讽的方式(例如,“因为他说了这些,而我说了那些”,以及“如果他证明了这些而不是那些,他会怎么做呢? ”),或者通过提问的方式(“那么,证明了什么?
ἢ οὗτος τί ἔδειξεν;
”或“他证明了什么?
).
”)。
ἢ δὴ οὕτως ἐκ παραβολῆς ἢ κατὰ φύσιν ὡς ἐλέχθη, οὕτως τὰ αὐτοῦ, καὶ πάλιν, ἐὰν βούλῃ, χωρὶς τὰ τοῦ ἐναντίου λόγου.
或者就这样通过对比,或者按照所说内容的自然顺序,阐述自己的观点,并且如果愿意的话,再次分开阐述对手论证的内容。
§3.19.6τελευτὴ δὲ τῆς λέξεως ἁρμόττει ἡ ἀσύνδετος, ὅπως ἐπίλογος ἀλλὰ μὴ λόγος ᾖ·
而无连接词(asyndeton)的文体适合作为叙述的结尾,以便它成为结语而不是普通的论证: “我已经说了,你们已经听了,事情在你们手中,判决吧。
εἴρηκα, ἀκηκόατε, ἔχετε, κρίνατε .

词汇与语法注释

  1. 1419bτούτοις — 与格 τούτοις 的指代对象有两种可能的解释:第一,作为中性复数,意为“在这些方面”(关系与格);第二,作为阳性复数,意为“对这些人(即听众、裁判官)”(利害或相关与格)。鉴于前文中“听众(τὸν ἀκροατήν)”是论述的中心,在修辞说服的语境下,解释为后者(“对这些人来说是善的或恶的”)更为自然。
  2. 1419bἐπιχαλκεύειν — 动词 ἐπιχαλκεύειν(字面意思是“在金属上进一步锻造、锤击”)在这里是比喻性用法,意为“作最后加工”、“画龙点睛”或“锤炼”。这是一种修辞表达,指在证明自己为真、对手为假之后,进一步巩固和锤炼自己的论证。
  3. 1419bδιότι — 连接词 διότι 通常表示“因为”(引导原因从句),但在这里它像 ὅτι 一样,引导一个作主语(或主格表语)的名词从句,意为“……这件事”。整句的结构为:“(回顾的)起点在于[表明]自己已经兑现了所承诺的事。”

引用这一段

亚里士多德, 修辞学 §3.19.1-3.19.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.19.1-3.19.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。