Humanitext Reader

亚里士多德 · 修辞学 §3.16.1-3.16.7

叙述的结构与展示性演说中的适度原则

第 93 段,共 98 段 · 希腊语

内容简介

亚里士多德讨论了叙述(diegesis),解释了在演示辩论中进行部分叙述的必要性,并借用揉面团的比喻强调“适度”而非迅速才是关键。

§3.16.1καὶ περὶ μὲν διαβολῆς εἰρήσθω τοσαῦτα, διήγησις δʼ ἐν μὲν τοῖς ἐπιδεικτικοῖς ἐστιν οὐκ ἐφεξῆς ἀλλὰ κατὰ μέρος· δεῖ μὲν γὰρ τὰς πράξεις διελθεῖν ἐξ ὧν ὁ λόγος·
关于偏见就说这么多。 另一方面,叙述在演示辩论中不是连续的,而是分部分的;因为必须叙述言论所依据的行动。
σύγκειται γὰρ ἔχων ὁ λόγος τὸ μὲν ἄτεχνον (οὐθὲν γὰρ αἴτιος ὁ λέγων τῶν πράξεων), τὸ δʼ ἐκ τῆς τέχνης· τοῦτο δʼ ἐστὶν ἢ ὅτι ἔστι δεῖξαι, ἐὰν ᾖ ἄπιστον, ἢ ὅτι ποιόν, ἢ ὅτι ποσόν, ἢ καὶ ἅπαντα.
因为言论在构建时,一方面包含不假托技巧的部分(因为说话者绝非行动的原因),另一方面包含出自技巧的部分;而这或者是为了在令人难以置信时证明事实存在,或者是为了证明其性质,或者是为了证明其数量,或者实际上证明所有这些。
§3.16.2διὰ δὲ τοῦτʼ ἐνίοτε οὐκ ἐφεξῆς δεῖ διηγεῖσθαι πάντα, ὅτι δυσμνημόνευτον τὸ δεικνύναι οὕτως· ἐκ μὲν οὖν τούτων ἀνδρεῖος, ἐκ δὲ τῶνδε σοφὸς ἢ δίκαιος.
因此,有时不应当连续地叙述一切,因为以这种方式证明是难以记住的:“从这些事来看,他是勇敢的;而从那些事来看,他是智慧或公正的。
καὶ ἁπλούστερος ὁ λόγος οὗτος, ἐκεῖνος δὲ ποικίλος καὶ οὐ λιτός.
”并且这种言论更为平易,而那种言论则是复杂的,并不质朴。
§3.16.3δεῖ δὲ τὰς μὲν γνωρίμους ἀναμιμνήσκειν· διὸ οἱ πολλοὶ οὐδὲν δέονται διηγήσεως, οἷον εἰ θέλεις Ἀχιλλέα ἐπαινεῖν (ἴσασι γὰρ πάντες τὰς πράξεις), ἀλλὰ χρῆσθαι αὐταῖς δεῖ.
对于广人所知的行动,只需加以提醒;因此,大多数人根本不需要叙述,例如,如果你想赞美阿基琉斯(因为所有人都知道他的行动),只需利用它们即可。
ἐὰν δὲ Κριτίαν, δεῖ· οὐ γὰρ πολλοὶ ἴσασιν
但如果是赞美克里提阿斯,则需要叙述;因为知道他的人并不多。
§3.16.4νῦν δὲ γελοίως τὴν διήγησίν φασι δεῖν εἶναι ταχεῖαν.
然而,现在人们却滑稽地声称叙述必须迅速。
καίτοι ὥσπερ τῷ μάττοντι ἐρομένῳ πότερον σκληρὰν ἢ μαλακὴν μάξῃ τί δʼ , ἔφη τις, εὖ ἀδύνατον;
然而,正如当面包师询问应当把面团揉得硬一点还是软一点时,有人说:“怎么? 难道就不能揉得恰到好处吗?
, καὶ ἐνταῦθα ὁμοίως· δεῖ γὰρ μὴ μακρῶς διηγεῖσθαι ὥσπερ οὐδὲ προοιμιάζεσθαι μακρῶς, οὐδὲ τὰς πίστεις λέγειν.
”,在这里也是一样;因为不应该长篇大论地叙述,正如不应该做冗长的开场白,也不应该长篇大论地陈述论证。
οὐδὲ γὰρ ἐνταῦθά ἐστι τὸ εὖ τὸ ταχὺ ἢ τὸ συντόμως, ἀλλὰ τὸ μετρίως· τοῦτο δʼ ἐστὶ τὸ λέγειν ὅσα δηλώσει τὸ πρᾶγμα, ἢ ὅσα ποιήσει ὑπολαβεῖν γεγονέναι ἢ βεβλαφέναι ἢ ἠδικηκέναι, ἢ τηλικαῦτα ἡλίκα βούλει, τῷ δὲ ἐναντίῳ τὰ ἐναντία·
因为在这里, “好”既不是指迅速,也不是指简短,而是指适度;而这也就是叙述那些足以说明情况,或者足以使人相信事情已经发生、或造成了危害、或构成了不公,或者其程度如你所愿的大的事情,而对于对手则叙述相反的事情。
§3.16.5παραδιηγεῖσθαι δὲ ὅσα εἰς τὴν σὴν ἀρετὴν φέρει (οἷον ἐγὼ δʼ ἐνουθέτουν, ἀεὶ τὰ δίκαια λέγων, μὴ τὰ τέκνα ἐγκαταλείπειν ), ἢ θατέρου κακίαν· ὁ δὲ ἀπεκρίνατό μοι ὅτι, οὗ ἂν ᾖ αὐτός, ἔσται ἄλλα παιδία , ὃ τοὺς ἀφισταμένους Αἰγυπτίους ἀποκρίνασθαί φησιν ὁ Ἡρόδοτος· ἢ ὅσα ἡδέα τοῖς δικασταῖς.
还应当附带叙述任何有助于表现自身美德的事情(例如,“我劝诫他们,总是说些公正的话,不要遗弃孩子”),或者对手的邪恶(例如,“但他回答我说,只要他自己还在,就会有其他的孩子”,希罗多德说这是造反的埃及人的回答);或者任何令法官感到愉快的事情。
§3.16.6ἀπολογουμένῳ δὲ ἐλάττων ἡ διήγησις· αἱ γὰρ ἀμφισβητήσεις ἢ μὴ γεγονέναι ἢ μὴ βλαβερὸν εἶναι ἢ μὴ ἄδικον ἢ μὴ τηλικοῦτον, ὥστε περὶ τὸ ὁμολογούμενον οὐ διατριπτέον, ἐὰν μή τι εἰς ἐκεῖνο συντείνῃ, οἷον εἰ πέπρακται, ἀλλʼ οὐκ ἄδικον.
但对于辩护者来说,叙述要简短得多;因为争执的焦点或者是事情没有发生,或者是没有危害,或者并非不公,或者没有那么大,因此不应在已无争议的事情上浪费时间,除非它对那些争点有所帮助,例如,承认行为已经做出,但并非不公。
§3.16.7ἔτι πεπραγμένα δεῖ λέγειν ὅσα μὴ πραττόμενα ἢ οἶκτον ἢ δείνωσιν φέρει· παράδειγμα ὁ Ἀλκίνου ἀπόλογος, ὃς πρὸς τὴν Πηνελόπην ἐν ἑξήκοντα ἔπεσιν πεποίηται, καὶ ὡς Φάϋλλος τὸν κύκλον, καὶ ὁ ἐν τῷ Οἰνεῖ πρόλογος.
此外,应当叙述那些如果不是正在发生也会引起同情或愤慨的既往行动;例子是阿尔基诺乌斯的叙述,它是对彭涅罗佩在六十行诗中作出的,以及法伊鲁斯如何摘要《史诗环》,以及《俄伊纽斯》中的序幕。

词汇与语法注释

  1. 3.16.1σύγκειται γὰρ ἔχων ὁ λόγος — 分词 `ἔχων`(具有)在句法上与主动词 `σύγκειται`(构成)相结合,用以说明言论的结构特征。`ἔχων` 的宾语是名词化的中性短语 `τὸ μὲν ἄτεχνον` 和 `τὸ δʼ ἐκ τῆς τέ学`。
  2. 1417aμὴ πραττόμενα — 现在分词 `πραττόμενα` 带有否定词 `μή`,表示条件,意为“如果它们并非现正发生”。它与前文的完成时分词 `πεπραγμένα`(既往行动)形成对比,指那些即使不在眼前实际演出,仅凭言语叙述也能激起同情或愤慨的事。
  3. 1417aὃς πρὸς τὴν Πηνελόπην ἐν ἑξήκοντα ἔπεσιν πεποίηται — 关系代词 `ὃς` 为阳性单数,指代先行词 `ὁ Ἀλκίνου ἀπόλογος`(阿尔基诺乌斯的叙述)。这表明原本篇幅宏大(《奥德赛》第9-12卷)的故事,在此处是指第23卷中奥德修斯向彭涅罗佩所作的约六十行的“缩减版”。

引用这一段

亚里士多德, 修辞学 §3.16.1-3.16.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.16.1-3.16.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。