Humanitext Reader

亚里士多德 · 修辞学 §3.14.7-3.14.12

序论中消除偏见与争取好感及注意力

第 91 段,共 98 段 · 希腊语

内容简介

亚里士多德分析了法庭、展示和议事演说中序论的多种功能(如争取好感、消除偏见、吸引注意等),并根据听众的性质和场合解释了它们的作用。

§3.14.7τὰ δὲ ἄλλα εἴδη οἷς χρῶνται, ἰατρεύματα καὶ κοινά.
人们使用的其他类型的序论是治疗手段,而且是通用的。
λέγεται δὲ ταῦτα ἔκ τε τοῦ λέγοντος καὶ τοῦ ἀκροατοῦ καὶ τοῦ πράγματος καὶ τοῦ ἐναντίου περὶ αὐτοῦ μὲν καὶ τοῦ ἀντιδίκου οἷά περ διαβολὴν λῦσαι καὶ ποιῆσαι (ἔστιν δὲ οὐχ ὁμοίως· ἀπολογουμένῳ μὲν γὰρ πρῶτον τὰ πρὸς διαβολήν, κατηγοροῦντι δʼ ἐν τῷ ἐπιλόγῳ·
这些序论是从说话者、听众、事情和对手中得出的,涉及说话者自身和对手,例如消除或制造偏见(不过,这并不是以同样的方式进行的;因为对于辩护者来说,应对偏见的事情要放在最前面,而对于控告者来说,则要放在结语中。
διʼ ὃ δέ, οὐκ ἄδηλον· τὸν μὲν γὰρ ἀπολογούμενον, ὅταν μέλλῃ εἰσάξειν αὑτόν, ἀναγκαῖον ἀνελεῖν τὰ κωλύοντα, ὥστε λυτέον πρῶτον τὴν διαβολήν· τῷ δὲ διαβάλλοντι ἐν τῷ ἐπιλόγῳ διαβλητέον, ἵνα μνημονεύσωσι μᾶλλον).
其原因是不言而喻的:因为辩护者在准备介绍自己时,必须清除障碍,因此首先必须消除偏见;而诽谤者则必须在结语中进行诽谤,以便听众记忆得更深刻)。
τὰ δὲ πρὸς τὸν ἀκροατὴν ἔκ τε τοῦ εὔνουν ποιῆσαι καὶ ἐκ τοῦ ὀργίσαι, καὶ ἐνίοτε τὸ προσεκτικὸν ἢ τοὐναντίον· οὐ γὰρ ἀεὶ συμφέρει ποιεῖν προσεκτικόν, διὸ πολλοὶ εἰς γέλωτα πειρῶνται προάγειν.
而针对听众的话语则是来自使他们产生好感、激怒他们,以及有时使他们集中注意力,或者相反;因为使听众集中注意力并不总是对人有利的,所以许多人试图引导听众发笑。
εἰς δὲ εὐμάθειαν ἅπαντα ἀνάξει, ἐάν τις βούληται, καὶ τὸ ἐπιεικῆ φαίνεσθαι· προσέχουσι γὰρ μᾶλλον τούτοις.
如果有人愿意,他可以将所有这些都归结为易于理解,以及使自己显得公正得体;因为听众对这样的人会更加注意。
προσεκτικοὶ δὲ τοῖς μεγάλοις, τοῖς ἰδίοις, τοῖς θαυμαστοῖς, τοῖς ἡδέσιν· διὸ δεῖ ἐμποιεῖν ὡς περὶ τοιούτων ὁ λόγος·
人们对重大的、与自己相关的、奇特的、令人愉快的事情集中注意力;因此,必须向听众灌输这样一种印象,即演说是关于此类事情的。
ἐὰν δὲ μὴ προσεκτικούς, ὅτι μικρόν, ὅτι οὐδὲν πρὸς ἐκείνους, ὅτι λυπηρόν.
如果不想让他们集中注意力,则要表明事情是微不足道的、与他们无关的、或者是令人痛苦的。
§3.14.8δεῖ δὲ μὴ λανθάνειν ὅτι πάντα ἔξω τοῦ λόγου τὰ τοιαῦτα· πρὸς φαῦλον γὰρ ἀκροατὴν καὶ τὰ ἔξω τοῦ πράγματος ἀκούοντα·
但是我们不能忘记,所有这些事情都是演说之外的;因为它们是针对低劣的听众、以及倾听事情之外的事情的听众。
ἐπεὶ ἂν μὴ τοιοῦτος ᾖ, οὐθὲν δεῖ προοιμίου, ἀλλʼ ἢ ὅσον τὸ πρᾶγμα εἰπεῖν κεφαλαιωδῶς, ἵνα ἔχῃ ὥσπερ σῶμα κεφαλήν.
因为如果听众不是这样的人,就完全不需要序论,而只需简要地叙述事情的大纲,以便身体能像有头一样。
§3.14.9ἔτι τὸ προσεκτικοὺς ποιεῖν πάντων τῶν μερῶν κοινόν, ἐὰν δέῃ·
此外,如果需要的话,使听众集中注意力是演说所有部分共有的。
πανταχοῦ γὰρ ἀνιᾶσι μᾶλλον ἢ ἀρχόμενοι· διὸ γελοῖον ἐν ἀρχῇ τάττειν, ὅτε μάλιστα πάντες προσέχοντες ἀκροῶνται·
因为在任何地方,听众比起刚开始时都更容易松懈;因此,把这放在最开始是荒谬的,因为那时所有人都在最专注地倾听。
ὥστε ὅπου ἂν ᾖ καιρός, λεκτέον καί μοι προσέχετε τὸν νοῦν·
因此,无论在什么地方,只要有时机,就应当说:“请大家注意听我说;因为这不仅仅是我的事,也是你们大家的事。
οὐθὲν γὰρ μᾶλλον ἐμὸν ἢ ὑμέτερον , καὶ ἐρῶ γὰρ ὑμῖν οἷον οὐδεπώποτε ἀκηκόατε δεινὸν ἢ οὕτω θαυμαστόν .
”以及:“因为我要告诉你们一件你们从未听过的、如此可怕或者如此惊人的事情。
τοῦτο δʼ ἐστίν, ὥσπερ ἔφη Πρόδικος, ὅτε νυστάζοιεν οἱ ἀκροαταί, παρεμβάλλειν τι τῆς πεντηκονταδράχμου αὐτοῖς.
”这就正如普罗迪科斯所说,在听众打瞌睡的时候,塞给他们一些价值五十德拉克马的课程内容。
§3.14.10ὅτι δὲ πρὸς τὸν ἀκροατὴν οὐχ ᾗπερ ἀκροατής, δῆλον· πάντες γὰρ ἢ διαβάλλουσιν ἢ φόβους ἀπολύονται ἐν τοῖς προοιμίοις·
但是,这些事情并不是针对仅仅作为听众的听众,这是显而易见的;因为所有人都会在序论中要么进行诽谤,要么消除恐惧。
" ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως σπουδῆς ὕπο, " " τί φροιμιάζῃ;
“大王,我不会说我是由于急促而来的,”“你为什么要作前奏?
, " καὶ οἱ πονηρὸν τὸ πρᾶγμα ἔχοντες ἢ δοκοῦντες· πανταχοῦ γὰρ βέλτιον διατρίβειν ἢ ἐν τῷ πράγματι, διὸ οἱ δοῦλοι οὐ τὰ ἐρωτώμενα λέγουσιν ἀλλὰ τὰ κύκλῳ, καὶ προοιμιάζονται.
”那些事情处于劣势或者被认为处于劣势的人也是如此;因为对他们来说,逗留在任何地方都比停留在事情本身要好,这就是为什么奴隶们不回答所提的问题,而是谈论周围的事情,并作前奏。
§3.14.11πόθεν δʼ εὔνους δεῖ ποιεῖν, εἴρηται, καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων.
如何使听众产生好感已经讲过了,其他每一项此类事情也同样如此。
ἐπεὶ δʼ εὖ λέγεται " δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν, " τούτων δεῖ δύο στοχάζεσθαι.
既然诗中说得好:“请允许我作为受人喜爱和令人怜悯的人来到法埃亚科斯人那里,”那么就必须力求做到这两点。
ἐν δὲ τοῖς ἐπιδεικτικοῖς οἴεσθαι δεῖ ποιεῖν συνεπαινεῖσθαι τὸν ἀκροατήν, ἢ αὐτὸν ἢ γένος ἢ ἐπιτηδεύματʼ αὐτοῦ ἢ ἄλλως γέ πως· ὃ γὰρ λέγει Σωκράτης ἐν τῷ ἐπιταφίῳ, ἀληθές, ὅτι οὐ χαλεπὸν Ἀθηναίους ἐν Ἀθηναίοις ἐπαινεῖν, ἀλλʼ ἐν Λακεδαιμονίοις.
而在展示性演说中,应当让听众认为自己也一同受到了赞美,无论是他自己、他的家族、他的职业,还是通过其他某种方式;因为苏格立德在葬礼演说中所说的是真实的:“在雅典人当中赞美雅典人并不难,但在刻代蒙人当中赞美雅典人却很难。
§3.14.12τὰ δὲ τοῦ δημηγορικοῦ ἐκ τῶν τοῦ δικανικοῦ λόγου ἐστίν, φύσει δὲ ἥκιστα ἔχει· καὶ γὰρ καὶ περὶ οὗ ἴσασιν, καὶ οὐδὲν δεῖται τὸ πρᾶγμα προοιμίου, ἀλλʼ ἢ διʼ αὐτὸν ἢ τοὺς ἀντιλέγοντας, ἢ ἐὰν μὴ ἡλίκον βούλει ὑπολαμβάνωσιν, ἀλλʼ ἢ μεῖζον ἢ ἔλαττον, διὸ ἢ διαβάλλειν ἢ ἀπολύεσθαι ἀνάγκη, καὶ ἢ αὐξῆσαι ἢ μειῶσαι.
” 议事演说的序论源于法庭演说的序论,但在本质上最不需要序论;因为他们是在讨论自己已经知道的事情,事情本身不需要序论,除非是因为说话者自身,或者他的反对者,或者如果听众没有按照你所希望的大小来理解事情,而是理解得太大或太小,因此有必要进行诽谤或消除偏见,以及扩大或缩小事情。
τούτων δὲ ἕνεκα προοιμίου δεῖται, ἢ κόσμου χάριν, ὡς αὐτοκάβδαλα φαίνεται ἐὰν μὴ ἔχῃ.
正是由于这些原因才需要序论,或者是为了装饰,因为如果没有序论,演说就会显得是临时凑成的。
τοιοῦτον γὰρ τὸ Γοργίου ἐγκώμιον εἰς Ἠλείους· οὐδὲν γὰρ προεξαγκωνίσας οὐδὲ προανακινήσας εὐθὺς ἄρχεται Ἦλις, πόλις εὐδαίμων .
高尔吉亚对伊利斯人的赞词就是这样的;因为他没有任何预备动作或预先活动,就立即开始说:“伊利斯,幸福的城邦。 ”

词汇与语法注释

  1. 3.14.7τὰ δὲ ἄλλα εἴδη οἷς χρῶνται, ἰατρεύματα καὶ κοινά — 理清谓语部分“ἰατρεύματα καὶ κοινά”中系动词(ἐστίν)的省略以及与主格主语“ἄλλα εἴδη”的关系。整句应理解为“人们使用的其他类型的序论是治疗手段,而且是通用的”。

引用这一段

亚里士多德, 修辞学 §3.14.7-3.14.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.14.7-3.14.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。