§3.14.1τὸ μὲν οὖν προοίμιόν ἐστιν ἀρχὴ λόγου, ὅπερ ἐν ποιήσει πρόλογος καὶ ἐν αὐλήσει προαύλιον· πάντα γὰρ ἀρχαὶ ταῦτʼ εἰσί, καὶ οἷον ὁδοποίησις τῷ ἐπιόντι.
序论是演说的开始,正像在诗歌中的序幕和在长笛演奏中的前奏一样;因为这些都是开始,可以说是为接下来的内容开辟道路。
τὸ μὲν οὖν προαύλιον ὅμοιον τῷ τῶν ἐπιδεικτικῶν προοιμίῳ· καὶ γὰρ οἱ αὐληταί, ὅ τι ἂν εὖ ἔχωσιν αὐλῆσαι, τοῦτο προαυλήσαντες συνῆψαν τῷ ἐνδοσίμῳ, καὶ ἐν τοῖς ἐπιδεικτικοῖς λόγοις δεῖ οὕτως γράφειν, ὅ τι ἂν βούληται εὐθὺ εἰπόντα ἐνδοῦναι καὶ συνάψαι, ὅπερ πάντες ποιοῦσιν.
前奏类似于展示性演说的序论;因为长笛演奏者,无论他们能很好地演奏什么,都会先将其作为前奏演奏,然后与基音连接起来;在展示性演说中,也应当这样写作,将自己想说的任何内容立即作为基音给出,并与本论连接起来,这是所有人都在做的。
παράδειγμα τὸ τῆς Ἰσοκράτους Ἑλένης προοίμιον· οὐθὲν γὰρ κοινὸν ὑπάρχει τοῖς ἐριστικοῖς καὶ Ἑλένῃ.
一个例子是伊索克拉底《海伦》的序论;因为论辩者与海伦之间没有任何共同之处。
ἅμα δὲ καὶ ἐὰν ἐκτοπίσῃ, ἁρμόττει, καὶ μὴ ὅλον τὸν λόγον ὁμοειδῆ εἶναι.
同时,即使主题有所偏离,也是合适的,这样可以使整篇演说不至于呈现出单一且单调的特征。
§3.14.2λέγεται δὲ τὰ τῶν ἐπιδεικτικῶν προοίμια ἐξ ἐπαίνου ἢ ψόγου (οἷον Γοργίας μὲν ἐν τῷ Ὀλυμπικῷ λόγῳ
ὑπὸ πολλῶν ἄξιοι θαυμάζεσθαι, ὦ ἄνδρες Ἕλληνες
· ἐπαινεῖ γὰρ τοὺς τὰς πανηγύρεις συνάγοντας· Ἰσοκράτης δὲ ψέγει ὅτι τὰς μὲν τῶν σωμάτων ἀρετὰς δωρεαῖς ἐτίμησαν, τοῖς δʼ εὖ φρονοῦσιν οὐθὲν ἆθλον ἐποίησαν), §3.14.3καὶ ἀπὸ συμβουλῆς (οἷον ὅτι δεῖ τοὺς ἀγαθοὺς τιμᾶν, διὸ καὶ αὐτὸς Ἀριστείδην ἐπαινεῖ, ἢ τοὺς τοιούτους οἳ μήτε εὐδοκιμοῦσιν μήτε φαῦλοι, ἀλλʼ ὅσοι ἀγαθοὶ ὄντες ἄδηλοι, ὥσπερ Ἀλέξανδρος ὁ Πριάμου· οὗτος γὰρ συμβουλεύει)· §3.14.4ἔτι δʼ ἐκ τῶν δικανικῶν προοιμίων· τοῦτο δʼ ἐστὶν ἐκ τῶν πρὸς τὸν ἀκροατήν, εἰ περὶ παραδόξου λόγος ἢ περὶ χαλεποῦ ἢ περὶ τεθρυλημένου πολλοῖς, ὥστε συγγνώμην ἔχειν, οἷον Χοιρίλος
"
νῦν δʼ ὅτε πάντα δέδασται.
展示性演说的序论据说是源于赞美或谴责(例如,高尔吉亚在《奥林匹亚演说》中说:“值得被许多人钦佩的希腊人啊”——因为他赞美了那些召集节日集会的人;而伊索克拉底则谴责他们,因为他们用赏赐来表彰肉体的美德,却对有智慧的人没有设立任何奖赏);或是源于建议(例如,应当尊崇好人,这也是为什么他自己赞美阿里斯提德,或者赞美那些既非赫赫有名、亦非平庸,但虽优秀却不为人所知的人,如普里阿摩斯的儿子亚历山大;因为他正在给出建议);此外,还可以源于法庭演说的序论;这是来自针对听众的话语,以防演说的内容出人意料、困难,或已被众人谈论,以便获得宽容,正如霍里卢斯所说: “而如今,当一切已被分配完毕时。
"
τὰ μὲν οὖν τῶν ἐπιδεικτικῶν λόγων προοίμια ἐκ τούτων, ἐξ ἐπαίνου, ἐκ ψόγου, ἐκ προτροπῆς, ἐξ ἀποτροπῆς, ἐκ τῶν πρὸς τὸν ἀκροατήν· δεῖ δὲ ἢ ξένα ἢ οἰκεῖα εἶναι τὰ ἐνδόσιμα τῷ λόγῳ.
” 那么,展示性演说的序论就是来自这些:赞美、谴责、劝诱、阻止以及针对听众的话语;而给演说提供的基音必须要么与本论无关,要么与本论密切相关。
§3.14.5τὰ δὲ τοῦ δικανικοῦ προοίμια δεῖ λαβεῖν ὅτι ταὐτὸ δύναται ὅπερ τῶν δραμάτων οἱ πρόλογοι καὶ τῶν ἐπῶν τὰ προοίμια· τὰ μὲν γὰρ τῶν διθυράμβων ὅμοια τοῖς ἐπιδεικτικοῖς· διὰ σὲ καὶ τεὰ δῶρα εἴτε σκῦλα
.
而法庭演说的序论则必须理解为与戏剧的序幕以及叙事诗的序论具有相同的作用;因为迪提兰博斯的序论与展示性演说的序论相似: “为了你和你的礼物,或者是战利品。
§3.14.6ἐν δὲ προλόγοις καὶ ἔπεσι δεῖγμά ἐστιν τοῦ λόγου, ἵνα προειδῶσι περὶ οὗ ὁ λόγος καὶ μὴ κρέμηται ἡ διάνοια· τὸ γὰρ ἀόριστον πλανᾷ·
” 但在序幕和叙事诗中,序论是演说的样本,以便听众预先知道演说的主题,而不至于心神悬空;因为不确定的事物会使人迷失。
ὁ δοὺς οὖν ὥσπερ εἰς τὴν χεῖρα τὴν ἀρχὴν ποιεῖ ἐχόμενον ἀκολουθεῖν τῷ λόγῳ.
因此,将开端如同放入听众手中一样的人,便能使听众紧握着它并跟随演说。
διὰ τοῦτο
"
μῆνιν ἄειδε, θεά
.
出于这个原因: “歌唱吧,女神,那愤怒。
"
"
ἄνδρα μοι ἔννεπε, μοῦσα.
” “缪斯啊,对我讲述那个男人。
"
"
ἥγεό μοι λόγον ἄλλον, ὅπως Ἀσίας ἀπὸ γαίης
ἦλθεν ἐς Εὐρώπην πόλεμος μέγας.
” “引领我走向另一个故事,大战争是如何从亚洲的土地来到欧洲的。
"
καὶ οἱ τραγικοὶ δηλοῦσι περὶ οὗ τὸ δρᾶμα, κἂν μὴ εὐθὺς ὥσπερ Εὐριπίδης ἐν τῷ προλόγῳ, ἀλλά πού γε, ὥσπερ Σοφοκλῆς
"
ἐμοὶ πατὴρ ἦν Πόλυβος.
” 悲剧作家也同样表明了戏剧的主题,即使不像欧里庇得斯那样立即在序幕中表明,也至少会在某个地方表明,正如索福克勒斯: “我的父亲曾是波吕波斯。
"
καὶ ἡ κωμῳδία ὡσαύτως.
” 喜剧也是如此。
τὸ μὲν οὖν ἀναγκαιότατον ἔργον τοῦ προοιμίου καὶ ἴδιον τοῦτο, δηλῶσαι τί ἐστιν τὸ τέλος οὗ ἕνεκα ὁ λόγος (διόπερ ἂν δῆλον ᾖ καὶ μικρὸν τὸ πρᾶγμα, οὐ χρηστέον προοιμίῳ)·
因此,序论最不可缺且特有的功用就在于此:表明演说所指向的目的(终点)是什么(因此,如果事情显而易见且微不足道,就不应当使用序论);