Humanitext Reader

亚里士多德 · 诗学 §1.1-1.14

作为模仿的诗艺及其媒介分类

第 1 段,共 28 段 · 希腊语

内容简介

亚里士多德提出诗作的本质是“模仿”,并根据模仿媒介(节奏、语言、和声)的不同,对史诗、悲剧和音乐等多种艺术门类进行了分类。

§1.1περὶ ποιητικῆς αὐτῆς τε καὶ τῶν εἰδῶν αὐτῆς, ἥν τινα δύναμιν ἕκαστον ἔχει, καὶ πῶς δεῖ συνίστασθαι τοὺς μύθους εἰ μέλλει καλῶς ἕξειν ἡ ποίησις, ἔτι δὲ ἐκ πόσων καὶ ποίων ἐστὶ μορίων, ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ὅσα τῆς αὐτῆς ἐστι μεθόδου, λέγωμεν ἀρξάμενοι κατὰ φύσιν πρῶτον ἀπὸ τῶν πρώτων.
让我们来谈谈诗艺本身及其各种类型,探讨每种类型具有何种功能,以及若要诗作完美,应当如何组织情节,此外,诗作是由多少个、以及何种性质的部分组成,同样也探讨属于同一研究范围的其他所有问题,按照自然顺序,先从首要的起点开始。
§1.2ἐποποιία δὴ καὶ ἡ τῆς τραγῳδίας ποίησις ἔτι δὲ κωμῳδία καὶ ἡ διθυραμβοποιητικὴ καὶ τῆς αὐλητικῆς ἡ πλείστη καὶ κιθαριστικῆς πᾶσαι τυγχάνουσιν οὖσαι μιμήσεις τὸ σύνολον·
史诗和悲剧诗,以及喜剧、迪堤兰坡(酒神赞歌)诗,还有绝大部分竖笛演奏和全部竖琴演奏,总体而言,它们都是模仿。
§1.3διαφέρουσι δὲ ἀλλήλων τρισίν, ἢ γὰρ τῷ ἐν ἑτέροις μιμεῖσθαι ἢ τῷ ἕτερα ἢ τῷ ἑτέρως καὶ μὴ τὸν αὐτὸν τρόπον.
但它们彼此之间有三点不同:或者是因为在不同的媒介中进行模仿,或者是因为模仿不同的对象,或者是因为以不同的方式(而不是以相同的方式)进行模仿。
§1.4ὥσπερ γὰρ καὶ χρώμασι καὶ σχήμασι πολλὰ μιμοῦνταί τινες ἀπεικάζοντες (οἱ μὲν διὰ τέχνης οἱ δὲ διὰ συνηθείας), ἕτεροι δὲ διὰ τῆς φωνῆς, οὕτω κἀν ταῖς εἰρημέναις τέχναις ἅπασαι μὲν ποιοῦνται τὴν μίμησιν ἐν ῥυθμῷ καὶ λόγῳ καὶ ἁρμονίᾳ, τούτοις δ’ ἢ χωρὶς ἢ μεμιγμένοις·
因为正如有些人通过描绘形似,用色彩和形状来模仿许多事物(有人凭借技艺,有人则凭习惯),而另一些人则通过声音来模仿,所以在上述各种技艺中,它们也都是在节奏、语言和和声中进行模仿,不过是或单独使用或混合使用这些媒介。
§1.5οἷον ἁρμονίᾳ μὲν καὶ ῥυθμῷ χρώμεναι μόνον ἥ τε αὐλητικὴ καὶ ἡ κιθαριστικὴ κἂν εἴ τινες ἕτεραι τυγχάνωσιν οὖσαι τοιαῦται τὴν δύναμιν, οἷον ἡ τῶν συρίγγων,
例如,仅使用和声和节奏的有竖笛演奏和竖琴演奏,以及若有其他在功能上与之相似的技艺,比如排箫演奏。
§1.6αὐτῷ δὲ τῷ ῥυθμῷ χωρὶς ἁρμονίας ἡ τῶν ὀρχηστῶν (καὶ γὰρ οὗτοι διὰ τῶν σχηματιζομένων ῥυθμῶν μιμοῦνται καὶ ἤθη καὶ πάθη καὶ πράξεις)·
而不带和声、仅用节奏本身的是舞蹈者的技艺(因为他们也是通过有节奏的体态动作,来模仿性格、情感和行动)。
§1.7ἡ δὲ μόνον τοῖς λόγοις ψιλοῖς καὶ ἡ τοῖς μέτροις καὶ τούτοις εἴτε μιγνῦσα μετ’ ἀλλήλων εἴθ’ ἑνί τινι γένει χρωμένη τῶν μέτρων ἀνώνυμοι τυγχάνουσι μέχρι τοῦ νῦν·
另一方面,仅使用不加润饰的语言,或仅使用韵律的技艺——无论是将不同的韵律相互混合,还是只使用其中一种韵律——直到今天仍然没有名称。
§1.8οὐδὲν γὰρ ἂν ἔχοιμεν ὀνομάσαι κοινὸν τοὺς Σώφρονος καὶ Ξενάρχου μίμους καὶ τοὺς Σωκρατικοὺς λόγους οὐδὲ §1.9εἴ τις διὰ τριμέτρων ἢ ἐλεγείων ἢ τῶν ἄλλων τινῶν τῶν τοιούτων ποιοῖτο τὴν μίμησιν.
因为我们无法用一个共同的名称来称呼索夫隆和克塞纳科斯的“摹拟剧”以及“苏格拉底对话录”,也无法用三步格、哀歌体或任何其他此类韵律来做模仿的人。
§1.10πλὴν οἱ ἄνθρωποί γε συνάπτοντες τῷ μέτρῳ τὸ ποιεῖν ἐλεγειοποιοὺς τοὺς δὲ ἐποποιοὺς ὀνομάζουσιν, οὐχ ὡς κατὰ τὴν μίμησιν ποιητὰς ἀλλὰ κοινῇ κατὰ τὸ μέτρον προσαγορεύοντες·
只是人们把“创作”与韵律联系在一起,称一些人为“哀歌诗人”,另一些人为“史诗诗人”,他们这样称呼,并不是根据模仿来判断谁是诗人,而是根据他们共同使用的韵律。
§1.11καὶ γὰρ ἂν ἰατρικὸν ἢ φυσικόν τι διὰ τῶν μέτρων ἐκφέρωσιν, οὕτω καλεῖν εἰώθασιν· οὐδὲν δὲ κοινόν ἐστιν Ὁμήρῳ καὶ Ἐμπεδοκλεῖ πλὴν τὸ μέτρον, διὸ τὸν μὲν ποιητὴν δίκαιον καλεῖν, τὸν δὲ φυσιολόγον μᾶλλον ἢ ποιητήν·
因为即使他们用韵律发表医学或自然科学的内容,人们也习惯这样称呼;但荷马和恩培多克勒除了韵律之外,并无任何共同之处,因此将前者称为诗人是公正的,而将后者称为自然科学家,而不是诗人,则更为妥当。
§1.12ὁμοίως δὲ κἂν εἴ τις ἅπαντα τὰ μέτρα μιγνύων ποιοῖτο τὴν μίμησιν καθάπερ Χαιρήμων ἐποίησε Κένταυρον μικτὴν ῥαψῳδίαν ἐξ ἁπάντων τῶν μέτρων, καὶ ποιητὴν προσαγορευτέον.
同样,即使有人通过混合所有韵律来做模仿——正如凯雷蒙创作了《半人马》,一部由所有韵律混合而成的叙事诗——他也应当被称为诗人。
περὶ μὲν οὖν τούτων διωρίσθω τοῦτον τὸν τρόπον.
关于这些问题,就以此方式进行界定。
§1.13εἰσὶ δέ τινες αἳ πᾶσι χρῶνται τοῖς εἰρημένοις, λέγω δὲ οἷον ῥυθμῷ καὶ μέλει καὶ μέτρῳ, ὥσπερ ἥ τε τῶν διθυραμβικῶν ποίησις καὶ ἡ τῶν νόμων καὶ ἥ τε τραγῳδία καὶ ἡ κωμῳδία· διαφέρουσι δὲ ὅτι αἱ μὲν ἅμα πᾶσιν αἱ δὲ κατὰ μέρος.
也有一些技艺使用所有前述媒介——我是指节奏、歌曲和韵律——正如迪堤兰坡(酒神赞歌)诗、诺莫斯(琴歌)诗、悲剧和喜剧;但它们的不同之处在于,有的同时使用所有的媒介,有的则是部分地使用。
§1.14ταύτας μὲν οὖν λέγω τὰς διαφορὰς τῶν τεχνῶν ἐν οἷς ποιοῦνται τὴν μίμησιν.
那么,这就是我所说的各种技艺在进行模仿时所使用的媒介方面的差异。

词汇与语法注释

  1. §1.1λέγωμεν ἀρξάμενοι — 第一人称复数虚拟式主动词 λέγωμεν(劝诱“让我们来谈谈”)伴随着不定过去时分词 ἀρξάμενοι(“开始”)。该分词表示时间或方式的关系,标志着逻辑推导的开始:“让我们从首要的起点开始谈起”。
  2. §1.2τυγχάνουσιν οὖσαι — 动词 τυγχάνω 与现在分词 οὖσαι(εἰμί 的阴性复数)结合,构成迂回句式,意为“实际上是”或“碰巧是”,用以表达客观事实。此处用于客观指出上述各种不同的艺术门类在本质上共同具有“模仿”这一特征。
  3. §1.7ψιλοῖς — 形容词 ψιλός 意为“赤裸的”或“无伴奏的”。此处用于短语 λόγοις ψιλοῖς(“不加润饰的语言”或“裸言”),指没有音乐(旋律或节奏)伴奏的纯粹语言表达,或指缺乏韵律的散文。
  4. §1.10οὐχ ὡς κατὰ τὴν μίμησιν ποιητὰς ἀλλὰ κοινῇ κατὰ τὸ μέτρον προσαγορεύοντες — 连词 ὡς(“作为”)表达行为者(人们)主观上的认定或理由。该句构成对比结构:“不是根据模仿来称呼他们为诗人,而是根据他们共同使用的韵律”,以此批判人们根据外在的“韵律”而非本质的“模仿”来定义诗人的误区。

引用这一段

亚里士多德, 诗学 §1.1-1.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:1.1-1.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。