§1.1.1ἡ οἰκονομικὴ καὶ πολιτικὴ διαφέρει οὐ μόνον τοσοῦτον ὅσον οἰκία καὶ πόλις ʽταῦτα μὲν γὰρ αὐταῖς ἐστι τὰ ὑποκείμενἀ, ἀλλὰ καὶ ὅτι ἡ μὲν πολιτικὴ ἐκ πολλῶν ἀρχόντων ἐστίν, ἡ οἰκονομικὴ δὲ μοναρχία.
家政与政治的差别,不仅在于家户与城邦的差别(因为这些分别是它们各自的潜在基础),而且还在于政治是由多位统治者构成的,而家政则是君主制。
ἔνιαι μὲν οὖν τῶν τεχνῶν διῄρηνται, καὶ οὐ τῆς αὐτῆς ἐστι ποιῆσαι καὶ χρήσασθαι τῷ ποιηθέντι, ὥσπερ λύρᾳ καὶ αὐλοῖς· τῆς δὲ πολιτικῆς ἐστι καὶ πόλιν ἐξ ἀρχῆς συστήσασθαι καὶ ὑπαρχούσῃ χρήσασθαι καλῶς·
因此,在某些技艺中是有分工的,制造与使用制造出来的东西并不属于同一种技艺,就像里拉琴和笛子那样;然而,政治既包括从一开始建立城邦,也包括善用已有的城邦。
ὥστε δῆλον ὅτι καὶ τῆς οἰκονομικῆς ἂν εἴη καὶ κτήσασθαι οἶκον καὶ χρήσασθαι αὐτῷ.
因此很明显,家政也应当既包括获取家户,也包括使用它。
§1.1.2πόλις μὲν οὖν οἰκιῶν πλῆθός ἐστι καὶ χώρας καὶ κτημάτων αὔταρκες πρὸς τὸ εὖ ζῆν.
城邦,就是为了过上优良生活而自给自足的家户、土地和财产的共同体(众多)。
φανερὸν δέ· ὅταν γὰρ μὴ δυνατοὶ ὦσι τούτου τυγχάνειν, διαλύεται καὶ ἡ κοινωνία.
这是显而易见的:因为当人们无法达到这一目标时,这一共同体也就瓦解了。
ἔτι δὲ ἕνεκα τούτου συνέρχονται.
此外,他们也是为了这个目的而聚集在一起的。
οὗ δὲ ἕνεκα ἕκαστόν ἐστι καὶ γέγονε, καὶ ἡ οὐσία αὐτοῦ τυγχάνει αὕτη οὖσα.
而每一事物所为了的目的以及它所生成的结果,也正是它的本质所在。
ὥστε δῆλον ὅτι πρότερον γενέσει ἡ οἰκονομικὴ πολιτικῆς ἐστι.
所以很明显,在生成上,家政是先于政治的。
καὶ γὰρ τὸ ἔργον.
因为其功用也是如此。
μόριον γὰρ οἰκία πόλεώς ἐστιν.
毕竟,家户是城邦的一个部分。
σκεπτέον οὖν περὶ τῆς οἰκονομικῆς καὶ τί τὸ ἔργον αὐτῆς.
因此,我们必须考察家政以及它的功用是什么。