§1.10ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς φυσικοῖς αἰτίας ζητεῖν ἐοίκασι πάντες, καὶ τούτων ἐκτὸς οὐδεμίαν ἔχοιμεν ἂν εἰπεῖν, δῆλον καὶ ἐκ τῶν πρότερον εἰρημένων·
因此,所有人似乎都在寻找在《自然学》中所说过的那些原因,而且除此之外我们无法说出任何其他原因,这一点从以前所说的话中也是显而易见的。
ἀλλʼ ἀμυδρῶς ταύτας, καὶ τρόπον μέν τινα πᾶσαι πρότερον εἴρηνται τρόπον δέ τινα οὐδαμῶς.
然而,他们只是模糊地探索这些原因;在某种意义上,所有的原因以前都被谈到过,但在另一种意义上却完全没有。
ψελλιζομένῃ γὰρ ἔοικεν ἡ πρώτη φιλοσοφία περὶ πάντων, ἅτε νέα τε καὶ κατʼ ἀρχὰς οὖσα, ἐπεὶ καὶ Ἐμπεδοκλῆς ὀστοῦν τῷ λόγῳ φησὶν εἶναι, τοῦτο δʼ ἐστὶ τὸ τί ἦν εἶναι καὶ ἡ οὐσία τοῦ πράγματες.
因为初期的哲学在对待万物时似乎是在咿呀学语,由于它还很年轻且处于开端,因为甚至恩培多克勒也说,骨骼是凭比例而存在的,而这就是事物的“本质”和实体。
ἀλλὰ μὴν ὁμοίως ἀναγκαῖον καὶ σάρκας καὶ τῶν ἄλλων ἕκαστον εἶναι τὸν λόγον, ἢ μηδὲ ἕν· διὰ τοῦτο γὰρ καὶ σὰρξ καὶ ὀστοῦν ἔσται καὶ τῶν ἄλλων ἕκαστον καὶ οὐ διὰ τὴν ὕλην, ἣν ἐκεῖνος λέγει, πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα.
然而,同样必然的是,无论是肉还是其他任何事物,都必须是这种比例,否则就什么都不是;因为正是由于这个比例,肉、骨和其余各物才会存在,而不是由于他所说的质料——火、土、水和空气。
ἀλλὰ ταῦτα ἄλλου μὲν λέγοντος συνέφησεν ἂν ἐξ ἀνάγκης, σαφῶς δὲ οὐκ εἴρηκεν.
不过,如果别人这样说,他必然会表示赞同,但他自己并未说清楚。
περὶ μὲν οὖν τούτων δεδήλωται καὶ πρότερον·
关于这些事情,以前也已经说明过了。
ὅσα δὲ περὶ τῶν αὐτῶν τούτων ἀπορήσειεν ἄν τις, ἐπανέλθωμεν πάλιν· τάχα γὰρ ἂν ἐξ αὐτῶν εὐπορήσαιμέν τι πρὸς τὰς ὕστερον ἀπορίας.
但是,对于人们就这些相同问题可能提出的种种疑难,让我们重新进行探讨;因为或许我们可以从中获得一些线索,用以解决后来的疑难。