§42Εἰ δ' ἅμα ἐστὶ τὰ ἀμερῆ, τὸν αὐτὸν κατέχει τόπον πλείων ὃν καὶ πρότερον τὸ ἕν· τῶν γὰρ ἅμα ὄντων καὶ μὴ ἐχόντων ἐπέκτασιν κατὰ ταὐτὰ ὁ αὐτὸς ἀμφοῖν τόπος, Τὸ δ’ ἀμερὲς οὐκ ἔχει διάστασιν, ὥστ’ οὐκ ἂν εἴη μέγεθος συνεχὲς ἐξ ἀμερῶν.
如果不可分物重合在一起,那么多个不可分物将占据先前由一个不可分物所占据的相同地方;因为对于那些同时存在且在相同方向上没有延伸的事物来说,两者的空间是相同的。 然而,不可分物没有维度,因此不会有由不可分物组成的连续大小。
Οὐκ ἄρα οὔθ’ ἡ γραμμὴ ἐκ στιγμῶν οὔθ’ ὁ χρόνος ἐκ τῶν νῦν,
所以,线既不是由点组成的,时间也不是由“现在”组成的。
§43Ἔτι εἰ ἔστιν ἐκ στιγμῶν, ἅψεται στιγμὴ στιγμῆς·
此外,如果线是由点组成的,那么点与点将会接触。
ἐὰν οὖν ἐκ τοῦ Κ ἐκβληθῇ ἡ Α Β καὶ Γ Δ, ἅψεται τοῦ Κ καὶ ἡ ἐν τῇ Κ Δ στιγμή.
因此,如果从 K 引出线 AB 和 CD,那么 KD 中的点也将与 K 接触。
Ὤστε καὶ ἄλλῳ τινί· τὸ γὰρ ἀμερὲς τοῦ ἀμεροῦς ὅλον ὅλου ἐφάπτεται.
从而它也会与别的点接触;因为不可分物与不可分物接触是整体与整体接触。
Ὤστε τὸν αὐτὸν ἐφέξει τόπον τοῦ Κ, καὶ ἁπτόμεναι στιγμαὶ ἐν τῷ αὐτῷ τόπῳ ἀλλήλαις.
所以它将占据与 K 相同的空间,并且相互接触的点将在相同的空间中。
§44Εἰ δ’ ἐν τῷ αὑτῷ, καὶ ἄπτονται· τὰ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ὄντα πρῶτα ἅπτεσθαι ἀναγκαῖον, εἶθ’ οὕτως εὐθεῖα εὐθείας ἅψεται κατὰ δύο στιγμάς.
而如果它们在同一空间中,它们也就接触了;因为首先在同一空间中的事物必然接触,于是这样一条直线将在两个点上与另一条直线接触。
Ἡ γὰρ ἐν τῇ Α Κ στιγμὴ καὶ τῇ Κ Γ καὶ ἑτέρας ἅπτεται στιγμῆς.
因为 AK 中的点既与 KC 中的点接触,也与另一个点接触。
῎Ωστε ἡ ἐκ τῆς Γ Δ κατὰ πλείους ἅπτεται στιγμάς.
因此从 GD 引出的线将在多个点上接触。
§45Ὁ αὐτὸς δὲ λόγος καὶ εἰ μὴ δι' ἀλλήλων ἀλλ’ ὁπωσοῦν ἥψατο γραμμῆς.
同样的论点也适用,即使它们不互相穿过,而是以任何方式接触线。
Ἔτι καὶ ἡ τοῦ κύκλου τῆς εὐθείας ἅψεται κατὰ πλείω.
此外,圆也将与直线在多个点上接触。
Τῆς γὰρ συναφῆς καὶ ἡ ἐν τῷ κύκλῳ καὶ ἡ ἐν τῇ εὐθείᾳ ἅπτεται καὶ ἀλλήλων.
因为在接触处,圆之中的点和直线之中的点都与之接触,且相互接触。
§46Εἰ δὲ τοῦτο μὴ δυνατόν, οὐδὲ τὸ ἅπτεσθαι στιγμὴν στιγμῆς·
但如果这是不可能的,那么点与点接触也是不可能的。
εἰ δὲ μὴ ἅπτεσθαι, οὐδ’ εἶναι τὴν γραμμὴν στιγμήν· οὐδὲ γὰρ ἅπτεσθαι ἀναγκαῖον.
如果不能接触,线也不是由点组成的;因为这样的话,它们甚至没有必要接触。
Ἔτι πῶς ποτὲ ἔσται εὐθεῖα γραμμὴ καὶ περιφερής;
此外,究竟如何才能有直线和曲线呢?
Οὐδὲν γὰρ διοίσει ἡ σύναψις τῶν στιγμῶν ἐν τῇ εὐθείᾳ καὶ τῇ περιφερεῖ.
因为直线中点的结合与曲线中点的结合将没有任何区别。
§47Τὸ γὰρ ἀμερὲς τοῦ ἀμεροῦς ὅλον ὅλου ἅπτεται, καὶ οὐκ ἔστιν ὅλως ἅπτεσθαι.
因为不可分物与不可分物接触是整体与整体接触,根本不可能部分接触。
Εἰ οὖν αἱ μὲν γραμμαὶ διάφοροι, ἡ δὲ σύναψις ἀδιάφορος, οὐκ ἔσται δὴ γραμμὴ ἐκ τῆς συνάψεως, ὥστ’ οὐδ’ ἐκ στιγμῶν.
因此,如果线是不同的,而结合是没有区别的,那么从结合中确实不会产生线,从而也不会从点中产生。
Ἔτι ἀναγκαῖον ἢ ἅπτεσθαι ἢ μὴ ἅπτεσθαι τὰς στιγμὰς ἀλλήλων.
此外,点与点之间要么接触,要么不接触,这是必然的。
§48Εἰ μὲν οὖν τὸ ἐφεξῆς ἅπτεσθαι ἀνάγκη, ὁ αὐτὸς ἔσται λόγος· εἰ δὲ ἐνδέχεται ἐφεξῆς τι εἶναι μὴ ἁπτόμενον, τὸ δὲ συνεχὲς οὐδὲν ἄλλο λέγομεν ἢ τὸ ἐξ ὦν ἐστὶν ἁπτομένων· ὥστε καὶ οὕτως ἀνάγκη τὰς στιγμὰς ἅπτεσθαι ἀλλήλων, ἢ εἶναι γραμμὴν συνεχῆ.
因此,如果相邻的事物必须接触,那么同样的论点也将适用;但如果有可能某物相邻而不接触,而我们所说的连续不外乎是由接触的事物所组成的,那么即便如此,点与点也必然要接触,否则线就不再是连续的。
§49Ἔτι εἰ ἄτοπον στιγμὴ ἐπὶ στιγμῆς, ἴν’ ᾖ γραμμὴ καὶ ἐπὶ στιγμῇ, ἐπεὶ ἡ γραμμὴ ἐπίπεδον, ἀδύνατον τὰ εἰρημένα εἶναι.
此外,如果为了产生线而在点上叠放点,并且在点上叠放,既然线会产生面,如果这是荒谬的,那么上述说法就不可能成立。
Εἴτε γὰρ ἐφεξῆς αἱ στιγμαί εἰσι, τμηθήσεται ἡ γραμμὴ κατ’ οὐδετέραν τῶν στιγμῶν, ἀλλ’ ἀνὰ μέσον· εἴθ’ ἅπτονται, γραμμὴ ἔσται τῆς μιᾶς στιγμῆς χώρα.
因为如果点是相邻的,线将不会在任何一个点上被分割,而是在它们之间被分割;而如果它们接触,一个点的空间就将是一条线。
Τοῦτο δ’ ἀδύνατον.
而这是不可能的。
§50Ἔτι διαιροῖτ’ ἂν ἅπαντα καὶ ἀναλύοιτο εἰς στιγμάς, καὶ ἡ στιγμὴ μέρος σώματος, εἴπερ τὸ μὲν σῶμα ἐξ ἐπιπέδων, τὸ δ' ἐπίπεδον ἐκ γραμμῶν, αἱ δὲ γραμμαὶ ἐκ στιγμῶν.
此外,一切事物都将被分割并分解为点,而点将是物体的部分,如果物体确实是由面组成,面由线组成,而线由点组成。
Εἰ δ’ ἐξ ὦν πρώτων ἐνυπαρχόντων ἕκαστά ἐστι, στοιχεῖά ἐστι ταῦτα, αἱ στιγμαὶ ἂν εἴησαν στοιχεῖα σωμάτων.
而如果作为最初内在成分的事物是元素,那么点就将是物体的元素。
Ὥστε συνώνυμα στοιχεῖα οὐδέτερα τῷ εἴδει.
从而它们将是同名的元素,在种类上没有任何区别。
§51Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὅτι οὐκ ἔστι γραμμὴ ἐκ στιγμῶν.
因此,从所说的这些来看,显然线并非由点组成。
Ἀλλ' οὐδ’ ἀφαιρεθῆναι οἶόν τε στιγμὴν ἀπὸ γραμμῆς.
然而,从线中减去一个点也是不可能的。
Εἰ γὰρ ἐνδέχεται ἀφαιρεθῆναι, καὶ προστεθῆναι δυνατόν· προστεθέντος δέ τινος τὸ προστεθὲν μεῖζον ἔσται τοῦ ἐξ ἀρχῆς, ἐὰν τοιοῦτον ᾖ τὸ προστιθέμενον ὥστε ἓν ὅλον ποιεῖν.
因为如果可以减去,也就可以加上;而当某物被加上时,被加上之后的事物将比原来更大,如果所加之物是能构成一个整体的那种事物。