§1## ΠΕΡΙ ΝΕΟΤΗΤΟΣ ΚΑΙ ΓΗΡΩΣ. ΠΕΡΙ ΖΩΗΣ ΚΑΙ ΘΑΝΑΤΟΥ.
Περὶ δὲ νεότητος καὶ γήρως καὶ περὶ ζωῆς καὶ θανάτου λεκτέον νῦν· ἅμα δὲ καὶ περὶ ἀναπνοῆς ἀναγκαῖον ἴσως τὰς αἰτίας εἰπεῖν· ἐνίοις γὰρ τῶν ζῴων διὰ τοῦτο συμβαίνει τὸ ζῆν καὶ τὸ μὴ ζῆν.
## 论青年与老年。 论生存与死亡。 现在必须探讨青年与老年,以及生存与死亡;同时,或许也有必要说明呼吸的原因,因为对于某些动物来说,生存与不生存正是由于呼吸的缘故。
Ἐπεὶ δὲ περὶ ψυχῆς ἐν ἑτέροις διώρισται, καὶ δῆλον ὅτι οὐχ οἷόν τ’ εἶναι σῶμα τὴν οὐσίαν αὐτῆς, ἀλλ’ ὅμως ὅτι γ’ ἔν τινι τοῦ σώματος ὑπάρχει μορίῳ, φανερόν, καὶ ἐν τούτῳ τινὶ τῶν ἐχόντων δύναμιν ἐν τοῖς μορίοις.
既然关于灵魂已在其他地方做出了规定,而且显而易见其本质不可能是身体,但尽管如此,它显然存在于身体的某个部分之中,并且是存在于具有某种能力的那些部分中的某一个部分。
Τὰ μὲν οὖν ἄλλα τῆς ψυχῆς ἢ μόρια ἢ δυνάμεις, ὁποτέρως ποτὲ δεῖ καλεῖν, ἀφείσθω τὰ νῦν· ὅσα δὲ ζῷα λέγεται καὶ ζῆν, ἐν μὲν τοῖς ἀμφοτέρων τούτων τετυχηκόσι (λέγω δ’ ἀμφοτέρων τοῦ τε ζῷον εἶναι καὶ τοῦ ζῆν) ἀνάγκη ταὐτὸν εἶναι καὶ ἓν μόριον καθ’ ὅ τε ζῇ καὶ καθ’ ὃ προσαγορεύομεν αὐτὸ ζῷον.
至于灵魂的其他部分或能力——无论应当如何称呼它们——目前且先搁置;但凡被称为动物且被说成具有生命的东西,在兼具这两者(我指的是“作为动物存在”和“具有生命”这两者)的生物中,使之生存的部分与我们据以称其为动物的部分,必然是同一且单一的部分。
Τὸ μὲν γὰρ ζῷον ᾗ ζῷον, ἀδύνατον μὴ ζῆν· ᾗ δὲ ζῇ, ταύτῃ ζῷον ὑπάρχειν οὐκ ἀναγκαῖον·
因为动物作为动物,是不可能不生存的;但就其生存而言,它并不必然因此就是动物。
τὰ γὰρ φυτὰ ζῇ μέν, οὐκ ἔχει δ’ αἴσθησιν, τῷ δ’ αἰσθάνεσθαι τὸ ζῷον πρὸς τὸ μὴ ζῷον διορίζομεν.
因为植物虽然生存,却不具有感觉,而我们正是通过是否具有感觉来区分动物与非动物的。
Ἀριθμῷ μὲν οὖν ἀναγκαῖον ἓν εἶναι καὶ τὸ αὐτὸ τοῦτο τὸ μόριον, τῷ δ’ εἶναι πλείω καὶ ἕτερα· οὐ γὰρ ταὐτὸ τὸ ζῴῳ τε εἶναι καὶ τὸ ζῆν.
因此,在数量上,这个部分必然是同一且单一的,但在其存在(定义)上却是复数且不同的;因为“作为动物存在”与“具有生命”并不是同一回事。
Ἐπεὶ οὖν τῶν ἰδίων αἰσθητηρίων ἕν τι κοινόν ἐστιν αἰσθητήριον, εἰς ὃ τὰς κατ’ ἐνέργειαν αἰσθήσεις ἀναγκαῖον ἀπαντᾶν, τοῦτο δ’ ἂν εἴη μέσον τοῦ πρόσθεν καλουμένου καὶ ὄπισθεν (ἔμπροσθεν μὲν γὰρ λέγεται ἐφ’ ὅ ἐστιν ἡμῖν ἡ αἴσθησις, ὄπισθεν δὲ τὸ ἀντικείμενον), ἔτι δὲ διῃρημένου τοῦ σώματος τῶν μὲν ζώντων πάντων τῷ τ’ ἄνω καὶ κάτω (πάντα γὰρ ἔχει τὸ ἄνω καὶ τὸ κάτω, ὥστε καὶ τὰ φυτά), δῆλον ὅτι τὴν θρεπτικὴν ἀρχὴν ἔχοι ἂν μέσῳ τούτων·
既然在个别的感觉器官之上存在着某一个共同的感觉器官,现实活动中的感觉必然在此汇合,而这应当位于被称为前方和后方的中间(因为“前方”是指我们的感觉所向的方向,“后方”则是其相反的方向),而且,所有生命体的身体都通过“上方”和“下方”来区分(因为一切都有上方和下方,以至于植物也是如此),那么显而易见,营养的本原应当处于这些的中间。
καθ’ ὃ μὲν γὰρ εἰσέρχεται μόριον ἡ τροφή, ἄνω καλοῦμεν, πρὸς αὐτὸ βλέποντες ἀλλ’ οὐ πρὸς τὸ περιέχον ὅλον, κάτω δὲ καθ’ ὃ τὸ περίττωμα ἀφίησι τὸ πρῶτον.
因为食物进入的部分,我们(仅针对其自身,而非针对包围它的整体)称之为“上方”,而最初排出残渣的部分则称之为“下方”。
Ἔχει δ’ ἐναντίως τοῖς φυτοῖς τοῦτο καὶ τοῖς ζῴοις· τῷ μὲν γὰρ ἀνθρώπῳ διὰ τὴν ὀρθότητα μάλιστα ὑπάρχει τοῦτο τῶν ζῴων, τὸ ἔχειν τὸ ἄνω μόριον πρὸς τὸ τοῦ παντὸς ἄνω, τοῖς δ’ ἄλλοις μεταξύ· τοῖς δὲ φυτοῖς ἀκινήτοις οὖσι καὶ λαμβάνουσιν ἐκ τῆς γῆς τὴν τροφὴν ἀναγκαῖον ἀεὶ κάτω τοῦτ’ ἔχειν τὸ μόριον.
但这在植物和动物中是相反的;在人类中,由于其直立性,在动物中最为明显地具有这种特征,即其“上方”的部分朝着宇宙的“上方”,而其他动物则介于其间;至于植物,因其不可移动且从大地中摄取营养,必然始终将这个部分置于“下方”。
Ἀνάλογον γάρ εἰσιν αἱ ῥίζαι τοῖς φυτοῖς καὶ τὸ καλούμενον στόμα τοῖς ζῴοις, δι’ οὗ τὴν τροφὴν τὰ μὲν ἐκ τῆς γῆς λαμβάνει, τὰ δὲ δι’ αὑτῶν.
因为植物的根与动物所谓的口具有类似性,通过这些,前者从大地中摄取食物,而后者则通过自身来摄取。