§1Περὶ δὲ τῶν χρησίμων μορίων τοῖς ζῴοις πρὸς τὴν κίνησιν 1 τὴν κατὰ τόπον ἐπισκεπτέον διὰ τίνα αἰτίαν τοιοῦτόν ἐστιν ἕκαστον αὐτῶν καὶ τίνος ἕνεκεν ὑπάρχει αὐτοῖς, ἔτι δὲ περὶ τῶν διαφορῶν τῶν τε πρὸς ἄλληλα τοῖς τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου μορίοις καὶ πρὸς τὰ τῶν ἄλλων τῶν τῷ γένει διαφόρων.
動物の場所的移動に有用な部分について、それらの各々がいかなる原因でそのようであり、何の目的のために存在しているのか、さらに、同一の単一の動物の部分同士における相互の相違、および類において異なる他の動物の部分に対する相違についても考察せねばならない。
πρῶτον δὲ λάβωμεν περὶ ὅσων ἐπισκεπτέον.
まず、考察すべきことがらがどれほどあるかを取り上げよう。
ἔστι δὲ αὐτῶν ἓν μὲν πόσοις ἐλαχίστοις τὰ ζῷα κινεῖται σημείοις, ἔπειτα διὰ τί τὰ μὲν ἔναιμα τέτταρσι τὰ δʼ ἄναιμα πλείοσι, καὶ καθόλου δὲ διὰ τίνʼ αἰτίαν τὰ μὲν ἄποδα τὰ δὲ δίποδα τὰ δὲ τετράποδα τὰ δὲ πολύποδα τῶν ζῴων ἐστί, καὶ διὰ τί πάντα ἀρτίους ἔχει τοὺς πόδας, ὅσαπερ ἔχει πόδας αὐτῶν, ὅλως δʼ οἷς κινεῖται σημείοις, ἄρτια ταῦτʼ ἐστιν·
それらのうち一つは、動物が最小限いくつの点で動くかであり、次に、なぜ有血動物は4つの点で、無血動物はそれ以上の点で動くのか、また総じていかなる原因で動物の中にあるものは足がなく、あるものは二本足、あるものは四本足、あるものは多足であるのか、そしてなぜ足をもつすべての動物は、偶数の足をもつのか、全般的に、運動を行う点はすべて偶数であるのはなぜか。
ἔτι δὲ διὰ τίνʼ αἰτίαν ἄνθρωπος μὲν καὶ ὄρνις δίπους, οἱ δʼ ἰχθύες ἄποδές εἰσι·
さらに、いかなる原因で人間と鳥は二本足であり、魚は足がないのか。
καὶ τὰς κάμψεις ὅ τε ἄνθρωπος καὶ ὁ ὄρνις δίποδες ὄντες ἐναντίας ἔχουσι τῶν σκελῶν (ὁ μὲν γὰρ ἄνθρωπος ἐπὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος, ὁ δʼ ὄρνις ἐπὶ τὸ κοῖλον.
また、人間と鳥はともに二本足でありながら、脚の屈曲が反対になっているのはなぜか(実際、人間は脚を凸の方向へ曲げ、鳥は凹の方向へ曲げる。
καὶ ὁ ἄνθρωπος αὐτὸς ἑαυτῷ ἐναντίως τὰ σκέλη καὶ τοὺς βραχίονας·
そして人間自身も、自分自身の中で脚と腕を反対に曲げる。
τοὺς μὲν γὰρ ἐπὶ τὸ κοῖλον, τὰ δὲ γόνατα ἐπὶ τὴν περιφέρειαν κάμπτει.
すなわち、腕は凹の方向へ、膝は凸の方向へ曲げる。
καὶ τὰ τετράποδα τὰ ζῳοτόκα τοῖς τʼ ἀνθρώποις ἐναντίως κάμπτει καὶ αὐτὰ αὐτοῖς·
また、胎生の四足動物は人間とも反対に、また自分自身の中でも反対に曲げる。
τὰ μὲν γὰρ πρόσθια σκέλη ἐπὶ τὸ κυρτὸν τῆς περιφερείας κάμπτει, τὰ δʼ ὀπίσθια ἐπὶ τὸ κοῖλον.
すなわち、前脚は周囲の凸方向へと曲げ、後脚は凹の方向へと曲げる。
ἔτι δὲ τῶν τετραπόδων ὅσα μὴ ζῳοτοκεῖ ἀλλʼ ᾠοτοκεῖ, ἰδίως καὶ εἰς τὸ πλάγιον κάμπτει) πρὸς δὲ τούτοις διὰ τίνʼ αἰτίαν τὰ τετράποδα κινεῖται κατὰ διάμετρον περὶ δὴ πάντων τούτων, καὶ ὅσα ἄλλα συγγενῆ τούτοις, τὰς αἰτίας θεωρητέον.
さらに、四足動物のうちで胎生ではなく卵生であるものは、独自に、そして側方へと曲げる)。 これらに加えて、四足動物が対角線上に動くのはいかなる原因によるのか。 まさにこれらすべて、およびこれらと同類の他のすべての事柄について、その原因を究明せねばならない。
ὅτι μὲν οὖν οὕτω ταῦτα συμβαίνει, δῆλον ἐκ τῆς ἱστορίας τῆς φυσικῆς, διότι δέ, νῦν σκεπτέον.
これらのことがそのように起こるということは自然誌から明らかであるが、なぜそうなのかについては、今考察せねばならない。
§22 Ἀρχὴ δὲ τῆς σκέψεως ὑποθεμένοις οἷς εἰώθαμεν χρῆσθαι πολλάκις πρὸς τὴν μέθοδον τὴν φυσικήν, λαβόντες τὰ τοῦτον ἔχοντα τὸν τρόπον ἐν πᾶσι τοῖς τῆς φύσεως ἔργοις, τούτων δʼ ἓν μέν ἐστιν ὅτι ἡ φύσις οὐθὲν ποιεῖ μάτην, ἀλλʼ ἀεὶ ἐκ τῶν ἐνδεχομένων τῇ οὐσίᾳ περὶ ἕκαστον γένος ζῴου τὸ ἄριστον·
自然学の方法に関して我々がしばしば用いることに慣れている前提を設けることが、この考察の出発点である。 すなわち、自然のすべての働きにおいてこのようにある事柄を受け入れることであり、これら前提の一つは、自然は無駄なことは何もせず、むしろ常に、個々の動物の類について、その本質に可能なもののうちから最善のものをなすということである。
διόπερ εἰ βέλτιον ὡδί, οὕτως καὶ ἔχει κατὰ φύσιν.
それゆえ、もしこのようにある方がより良いなら、自然に従えばそのようになっている。
ἔτι τὰς διαστάσεις τοῦ μεγέθους, πόσαι καὶ ποῖαι ποίοις ὑπάρχουσι, δεῖ λαβεῖν.
さらに、大きさの次元が、いかなるものに、どれだけ、またどのようなものとして存在しているかを把握せねばならない。
εἰσὶ γὰρ διαστάσεις μὲν ἕξ, συζυγίαι δὲ τρεῖς, μία μὲν τὸ ἄνω καὶ τὸ κάτω, δευτέρα δὲ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, τρίτη δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν.
というのも、次元は6つ、ペアは3つあり、第一は上と下、第二は前と後、第三は右と左だからである。
πρὸς δὲ τούτοις ὅτι τῶν κινήσεων τῶν κατὰ τόπον ἀρχαὶ ὦσις καὶ ἕλξις.
これらに加えて、場所的移動の原理は押しと引きであるということを前提せねばならない。
καθʼ αὐτὰς μὲν οὖν αὗται, κατὰ συμβεβηκὸς δὲ κινεῖται τὸ φερόμενον ὑπʼ ἄλλου·
これらはそれ自体としての原理であるが、他者によって運ばれるものは付帯的に動く。
οὐ γὰρ αὐτὸ δοκεῖ κινεῖν αὐτό, ἀλλʼ ὐπʼ ἄλλου κίνεῖσθαι τὸ ὑπό τινος φερόμενον.
なぜなら、何者かによって運ばれるものは、それ自身が自身を動かしているのではなく、他者によって動かされていると思われるからである。
§33 Τούτων δὲ διωρισμένων λέγωμεν τὰ τούτων ἐφεξῆς.
これらのことが規定されたので、これらに続くことを語ろう。
τῶν δὴ ζῴων ὅσα μεταβάλλει κατὰ τόπον, τὰ μὲν ἀθρόῳ. παντὶ τῷ σώματι μεταβάλλει, καθάπερ τὰ ἁλλόμενα, τὰ δὲ μορίοις, καθάπερ τῶν πορευομένων ἕκαστον.
場所を変える動物のうち、あるものは、跳躍するもののように、身体全体を一度に移動させ、他のものは、歩行するものの各々のように、部分を用いて移動させる。
ἐν ἀμφοτέραις δὲ ταῖς μεταβολαῖς ταύταις ἀεὶ μεταβάλλει τὸ κινούμενον ἀποστηριζόμενον πρὸς τὸ ὑποκείμενον αὐτῷ.
これら両方の移動において、動くものは常に、自らの下にあるものに対して自らを支えながら移動する。
διόπερ ἐάν τε ὑποφέρηται τοῦτο θᾶττον ἢ ὥστʼ ἔχειν ἀπερείσασθαι τὸ ποιούμενον ἐπʼ αὐτοῦ τὴν κίνησιν, ἐάν θʼ ὅλως μηδεμίαν ἔχῃ τοῖς κινουμένοις ἀντέρεισιν, οὐθὲν ἐπʼ αὐτοῦ δύναται κινεῖν ἑαυτό.
それゆえ、もしこの下にあるものが、その上で運動を行おうとするものが支えを踏まえることができるよりも速く滑り去るか、あるいは動くものにとって全く何の抵抗ももたないならば、何ものもその上で自身を動かすことはできない。
καὶ γὰρ τὸ ἁλλόμενον καὶ πρὸς αὐτὸ ἀπερειδόμενον τὸ ἄνω καὶ πρὸς τὸ ὑπὸ τοὺς πόδας ποιεῖται τὴν ἅλσιν·
実際、跳躍するものは、上方にある自らの部分に対しても、また足の下にあるものに対しても自らを支えて跳躍を行う。
ἔχει γάρ τινα ἀντέρεισιν πρὸς ἄλληλα τὰ μόρια ἐν ταῖς καμπαῖς, καὶ ὅλως τὸ πιέζον πρὸς τὸ πιεζόμενον.
というのも、屈曲部において部分同士が、また一般に圧迫するものが圧迫されるものに対して、互いにある種の抵抗をもつからである。
διὸ καὶ οἱ πένταθλοι ἅλλονται πλέον ἔχοντες τοὺς ἁλτῆρας ἢ μὴ ἔχοντες, καὶ οἱ θέοντες θᾶττον θέουσι παρασείοντεσ τὰς χεῖρας·
それゆえ、五種競技の選手は重りを持っている時の方が持っていない時よりも遠くへ跳び、走る者は手を激しく振ることでより速く走る。
γίνεται γάρ τις ἀπέρεισις ἐν τῇ διατάσει πρὸς τὰς χεῖρας καὶ τοὺς καρπούς.
なぜなら、引き伸ばされたときに手と手首に対してある種の支えが生じるからである。
ἀεὶ δὲ τὸ κινούμενον δυσὶν ἐλαχίστοις χρώμενον ὀργανικοῖς μέρεσι ποιεῖται τὴν μεταβολήν, τῷ μὲν ὡσπερανεὶ θλίβοντι, τῷ δὲ θλιβομένῳ.
そして動くものは常に、少なくとも2つの道具的な部分を用いて移動を行う。 すなわち、一方はあたかも圧迫するものとして、他方は圧迫されるものとしてである。
τὸ μὲν γὰρ μένον θλίβεται διὰ τὸ φέρειν, τὸ δʼ αἰρόμενον τείνεται τῷ φέροντι τὸ φορτίον.
というのも、留まる方は荷重を支えるために圧迫され、持ち上げられる方は荷重を支えるものによって引き伸ばされるからである。
διόπερ ἀμερὲς οὐδὲν οὕτω κινηθῆναι δυνατόν·
それゆえ、部分を持たないものはこのように動くことは不可能である。
οὐ γὰρ ἔχει τήν τε τοῦ πεισομένου καὶ τὴν τοῦ ποιήσοντος ἐν αὑτῷ διάληψιν.
なぜなら、作用を受けるものと作用を及ぼすものの区分を自らの内に持たないからである。