§4## δ′. Τῷ αὐτῷ.
## δ′. 致同人。
Οἱ διάραντες τῶν βασιλέων ἐπὶ φρονήσει καὶ ταῖς ὑπεροχαῖς τῶν ἄστρων ψαύσαντες εὐεργετοῦσιν οὐδὲ πρὸς τοὺς αὐτοὺς πολιτευόμενοι καιρούς, ἀλλὰ καὶ θεωροῦντὲς τὸ τῆς τύχης ἄστατον θησαυρίζουσι τὴν χάριν πρὸς ἑκάτερα, ἐν μὲν ταῖς εὐπραγίαις τιμῆς βουλόμενοι μεταλαμβάνειν (τιμὴ γὰρ οἰκεῖον ἀρετῆς ἐστίν ἐν δὲ τοῖς συμπτώμασι βοηθείας· αἱ γὰρ συμφοραὶ τἀναγκαῖα κρίνουσι τῶν καλῶν πρότερα.
在国王之中,那些因智慧而超群、其卓越直触星空的人,并非仅针对同样的局势而治理国政,而是同时观察到命运的不稳,为顺逆两境存蓄恩惠,在顺境中渴望分享荣誉(因为荣誉是美德所固有的),在逆境中则渴望分享协助;因为不幸将必需之事判定为先于美好之事。
σαφέστατος γὰρ εὐνοίας ἔλεγχος ὁ τῆς τύχης καιρός· ἀπαιτεῖ γὰρ οὐ λόγους ἀλλὰ πράξεις δεόντως, ἡ γὰρ τῶν εὐνοουντων ὄψις ὥσπερ ἐν πελάγει χειμαζομένῳ παρεφάνη γῆ.
因为命运的时刻是对善意的最清晰检验;因为它所要求的不是言语,而是应当采取的行动。 因为善意之人的出现,就如同在风暴肆虐的海上显现的陆地。
πᾶσα γὰρ ὡς ἔοικεν ἐν ἐρήμῳ πεσοῦσα τύχη σκοπὸς ἀληθῶς ἔκκειται τοῖς πολεμεῖν ἢ ἀδικεῖν ἣ συκοφαντεῖν αἱρουμένοις, μόνη δ’ ἡ τῶν σπουδαίων διαγωγὴ τὸ τῆς τύχης εὐκίνητον οὐκ ἀπαρνεῖται, φέρουσα δ’ εὐλόγως πᾶν τὸ προσπῖπτον ἐκ τῶν κατὰ Πλάτωνα κρειττόνων εὖ διατίθεται, διὸ καὶ τὴν ταχυτῆτα τῶν πραγμάτων εὐλαβοῦ καὶ τὸν κύκλον τῆς μεταπτώσεως τήρει καὶ τὰς ἐν τῷ ζῆν ψήφους λογίζου· πολλὰ γὰρ ἡ ταὐτομάτου φορὰ κομίζει τῷ βίῳ καὶ ῥοπὰς αὐτονόμους ποιεῖ.
因为正如所见,一切陷入荒野的命运,对于那些选择交战、行不义或诽谤的人来说,确实像是一个公开曝露的靶子。 然而,唯有贤德之人的生活方式不排斥命运的易变,他们理性地承受临头的一切,并依循柏拉图所谓的“更优越者”来妥善处置。 因此,当防备事态之迅速,关注转替之循环,并权衡人生中的抉择;因为偶然的潮流会给生活带来许多事物,并造成不受控的转机。
τοῖς μὲν ἀγνοοῦσι μετάνοιαν δίδου, τοῖς δ’ εὐνοοῦσι τὰς χάριτας προχείρους νέμε· ταῦτα γὰρ πράττων οὐχ ἅπαξ ἀλλὰ δι’ ὅλου συντηρῶν ἀσφαλέστατα καὶ ἀκίνδυνα τὰ τῆς ἡγεμονίας ἕξεις μέλαθρα.
对无知者给予悔改的机会,对善意者则随时分发恩惠;因为行这些事,并非仅此一次,而是贯穿始终地予以维持,你将最安全且毫无危险地保有你统治的殿宇。
ὡς μὲν ὑπὲρ μεγάλων ὀλίγα, ὡς δὲ πρὸς σέ, πάντα σχεδὸν εἴρηται.
就伟大的事物而言这些话语微不足道,但就对你而言,几乎所有的话都已说完。
§5## ε′. Θεοφράστῳ.
## ε′. 致泰奥弗拉斯托斯。
Ἡ πρόχειρος ἀδικία τῆς πολυχρονίου λυσιτελεστέρα πέφυκεν ὑπάρχειν· ἣ μὲν γὰρ ὀλιγοχρόνιον ἔχει καὶ τὴν μνήμην καὶ τὴν βλάβην, ἣ δὲ γηράσκουσα καὶ περιπεποιημένη τὴν δυσμένειαν ἔχθραν ἀίδιον παρασκευάζει, καὶ τῇ μὲν πολλάκις λόγον δωρησάμενοι γαληνισμὸν ηὕρομεν, τῇ δὲ καὶ μερίσαντες τὰς τρικυμίας σάλον καὶ ἀνίας εἴδομεν πορθμόν.
一时的不义天生比长期的不义更为有益;因为前者无论是记忆还是危害都只持续短时,而后者在日积月累中积聚怨恨,造成永久的敌意。 在前者的情况下,通过经常给予辩解的机会,我们找到了平静,但在后者的情况下,即使分担了大浪,我们见到的也只是动荡与痛苦的狭道。
διό φημι δεῖν τὴν ἑταιρίαν μάλιστα μὲν μὴ ἀδικεῖν, οὐδὲ γὰρ εὔλογον ἔχει τὴν πρόφασιν· εἰ δὲ μή γε, ἀκουσίως τοῦτο πράξασαν θᾶττον διαλύεσθαι τὴν ἔχθραν·
因此,我说在友谊中,首要的是不要行不义,因为这没有合理的借口;但如果做不到,即使无意中行了不义,也当更迅速地化解敌意。
τὸ μὲν γὰρ μὴ ἀδικεῖν ἴσως ὑπὲρ ἄνθρωπόν ἐστι, τὸ δὲ πλανηθέντα διασώσασθαι ἐπιφέρει τι καλόν, καὶ σφόδρα τοῦτο εὐσταθοῦς διανοίας ἴδιόν ἐστιν.
因为全然不行不义或许超乎常人,但在误入歧途后予以挽回则会带来某种美好,这极其符合稳定心智的特征。
§6## ς′. Ἀριστοτέλλης βασιλεῖ Ἀλεξάνδρῳ εὖ πράττειν.
## ς′. 亚里士多德致亚历山大国王,祝安好。
Ἔγραψάς μοι περὶ τῶν ἀκροατικῶν λόγων οἰόμενος δεῖν αὐτοὺς φυλάττειν ἐν ἀπορρήτοις.
你写信给我提到关于讲义的事,认为应当将它们保密。
ἴσθι οὖν αὐτοὺς καὶ ἐκδεδομένους καὶ μὴ ἐκδεδομένους· ξυνετοὶ γάρ εἰσι μόνοις τοῖς ἡμῶν ἀκούσασιν.
因此,你要知道,它们既是已公开的,也是未公开的;因为它们只有对听过我们讲授的人来说才是可以理解的。