Humanitext Reader

亚里士多德 · 书信集 §1-3

致腓力与亚历山大论为王之道

第 1 段,共 2 段 · 希腊语

内容简介

致腓力和亚历山大的三封简短书信,阐述了统治者在面对命运变迁时应具备的美德、施恩的做法以及对愤怒的克制。

§1## α′. Φιλίππῳ. Οἱ τὰς ἡγεμονίας ἀναλαμβάνοντες πρὸς εὐεργεσίαν τῶν ἀρχομένων οὐχ ὑπὸ τῆς τύχῃς ἀλλ’ οὐδ’ ὑπὸ τῆς φύσεως προηγμένοι τὰς ἀρχὰς ἐμπιστεύονται, αἳ μεταπίπτειν εἰώθασιν, ἀλλ’ ἐπὶ ταῖς ἀρεταῖς μέγα φρονοῦσιν εὖ καὶ σφόδρα σοφῶς πολιτευόμενοι.
## α′. Φιλίππῳ. 为了治下人民的福祉而担当领导权的人,既非受命运也非受天性所引导而被托付了易于变化的官职,而是以美德自豪,并极其明智地治理国政。
οὐδὲν γὰρ τῶν ἐν ἀνθρώποις βέβαιον, καὶ ἐχυρὸν οὐδὲν ὃ μέχρι τῆς ἑσπέρας ἥλιος τραχείᾳ ῤοπῇ συναλλοιοῖ καὶ μεταφέρει.
因为在人间世事中,没有什么是稳固的,也没有什么是坚牢的,太阳在黄昏之前,便以猛烈地转折将其共同改变并带走。
ποικίλλουσα τοὺς βίους ἅπαντας καθάπερ τραγῳδίας ὑποκρίσει τοῖς ἡμετέροις κακοῖς ἡ τύχη μετασκευάζει, εἴπερ μὴ διεψεύσμεθα τῆς ἀληθείας ὅτι τὸν αὐτὸν τρόπον ὅνπερ τῶν ἐκ γῆς φυομένων ἕκαστα, καὶ τοὺς ἄνδρας ἀνθεῖν ποτὲ συμβαίνει καὶ τὰς ἀκμὰς ἐν χρόνοις τισὶν ἀναλαμβανομένους πολὺ τῶν ἄλλων διαφέρειν.
命运将所有的生活彩绘得如同悲剧的演出,借着我们的不幸来加以重塑,只要我们对真理没有误判——即正如地上生长的万物一样,人类在某个时刻也会开花,并在某些特定的时期达到鼎盛,远远超越他人。
διὸ πειρῶ μήτε τῆς Ἑλλάδος τυραννικώτερον προΐστασθαι μήτε τοῖς ῥήμασι σοβαρώτερον· τὸ μὲν γὰρ προπετείας ἐστὶ σημεῖον, τὸ δὲ ὁμολογουμένης ἀβουλίας τεκμήριον.
因此,既不要以过于专制的方式统治希腊,也不要在言辞上过于骄横;因为前者是鲁莽的象征,后者则是公认的愚蠢的证据。
δεῖ γὰρ τοὺς νοῦν ἔχοντας τῶν δυναστευόντων μὴ διὰ τὰς ἀρχὰς ἀλλὰ διὰ τῶν ἀρχῶν θαυμάζεσθαι, ἵνα τῆς τύχης μεταπεσούσης τῶν αὐτῶν ἐγκωμίων ἀξιῶνται.
因为统治者中有理智的人,不应当因其官职而受人赞叹,而应当通过其官职受人赞叹,以便在命运转变之时,他们仍能配享同样的颂词。
τὰ δ’ ἄλλα εὖ πρᾶττε, ψυχὴν πρὸς φιλοσοφίαν σῶμα δὲ πρὸς ὑγίειαν ἄγων, καὶ ** ἐπιμελούμενος.
其余的事祝安好,引导灵魂走向哲学,引导身体走向健康,并照料 **。
§2## β′. Ἀλεξάνδρῳ. Ἀπορῶ τίνων ἢ ποίων ἀρχή με λάβῃ πρός σε ἐφ’ ἃ γὰρ ἂν ἐπισκοπῶν ἐπιβάλω τὴν διάνοιαν, πάντα μοι φαίνεται μεγάλα καὶ θαυμαστά, καὶ λήθης οὐδὲν ἄξιον ὁρῶ, μνήμης δὲ οἰκεῖα καὶ προτρέψεως.
## β′. Ἀλεξάνδρῳ. 我感到困惑,不知该从何处或以何种方式开始给你写信;因为无论我将心思投向何处去观察,一切在我看来都是伟大而令人赞叹的,我看不见任何值得遗忘的事,反而全是适合铭记与勉励的事。
ὧν οὐδὲν οὐδεὶς ἀμαυρώσει χρόνος· αἱ γὰρ καλαὶ τῶν διδασκάλων παραινέσεις καὶ προτρέψεις θεατὴν ἔχουσι τὸν αἰῶνα.
这些事绝不会被任何时间所湮没;因为教师们美好的劝诫和勉励,是以永恒为观众的。
διὸ πειρῶ τὴν ἀρχὴν μὴ εἰς ὕβριν ἀλλ’ εἰς εὐεργεσίαν κατατίθεσθαι, ἧς οὐδὲν μεῖζον τῶν ἐν βίῳ ὑπάρχειν πέφυκε.
因此,当努力将你的统治用作施恩而非暴虐,在人生的各种事物中,天生没有比这更伟大的了。
διὸ καὶ τὸ θνητὸν τῆς φύσεως πολλάκις ὑπὸ τοῦ χρεὼν διαλυόμενον ἄφθαρτον διὰ τὸ μέγεθος τῶν ἔργων κέκτηται τὴν μνήμην.
因此,即便人类本性中必死的部分常常被命运所消解,但由于事业的伟大,也得以拥有永不磨灭的记忆。
τούτων οὖν τὴν ἔννοιαν ἔχε· οὐ γὰρ ἀλόγως ἠνέχθης ὡς ἔνιοι, οἳ ἀτόπως καὶ τὰς γνώμας διετέθησαν.
因此,要心中记住这些事;因为你并非像某些人那样无理地被推上高位,那些人在思想上也变得荒谬不堪。
σοὶ καὶ γένος ἔντιμον καὶ βασιλεία πατρῷος καὶ παιδεία βέβαιος καὶ δόξα περίβλεπτος, καὶ ὅσον ταῖς ἀφορμαῖς τῆς τύχης διαφέρεις, τοσοῦτον καὶ ταῖς ἀρεταῖς τῶνκαλῶν πρωτεύειν σε δεῖ, τὰ δ’ ἄλλα πρᾶττε μὲν τὰ συμφέροντα, ἐπιτέλει δὲ τὰ δόξαντα.
你既有尊贵的出身、父辈的王权、坚实的教育,又有瞩目的名声;你越是在命运的眷顾上超越他人,就越应当在美好事物的德行上居于首位。 至于其余的事,当行有益之事,并落实已决议之事。
§3## γ′. Φιλίππῳ. Οἱ πολλοὶ τῶν φιλοσόφων τὴν εὐεργεσίαν θεῷ ἰσόμοιρον παρεσκεύασαν· ὡς γὰρ ἁπλῶς εἰπεῖν χάριτος δόσις καὶ ἀμοιβὴ συνέχει τοὺς τῶν ἀνθρώπων βίους, τῶν μὲν διδόντων, τῶν δὲ λαμβανόντων, τῶν δ’ αὖ πάλιν ἀνταποδιδόντων.
## γ′. Φιλίππῳ. 许多哲学家将施恩视为与神享有同等分额的事;简而言之,恩惠的给予与回报维系着人类的生活,一些人给予,另一些人接受,还有一些人则予以回报。
διὸ καλὸν καὶ δίκαιόν ἐστι πάντας μὲν τοὺς ἀναξίως ἀτυχοῦντας ἐλεεῖν· οἶκτος μὲν γὰρ ἡμέρου ψυχῆς ἐστὶ σημεῖον, χαλεπότης δὲ ἀπαιδεύτου· αἰσχρὸν γὰρ καὶ σχέτλιον ἀρετὴν ἀτυχοῦσαν περιορᾶν.
因此,怜悯所有无端遭受不幸的人是美好且公正的;因为怜悯是温和心灵的象征,而残忍则是无教养心灵的象征;因为对遭受不幸的美德视而不见是可耻而残酷的。
ὅθεν ἐπαινῶ καὶ τὸν ἡμέτερον γνώριμον Θεόφραστον λέγοντα τὴν χάριν ἀμεταμέλητον εἶναι καὶ καλὸν καρπὸν φέρειν τὸν παρὰ τῶν εὖ παθόντων ἔπαινον.
因此,我也赞许我们的熟人泰奥弗拉斯托斯,他说恩惠是不令人后悔的,而且来自受惠者的赞美会结出美好的果实。
διόπερ δεῖ τοὺς νοῦν ἔχοντας τῶν ἀνθρώπων εἰς πολλοὺς αὐτὴν κατατίθεσθαι, νομίζοντας χωρὶς τῆς εὐφημίας ἔρανόν τινα τοῦτον αὐτοῖς ὑπάρξειν ἐν ταῖς μεταβολαῖς τῶν πραγμάτων, καὶ εἴγε μὴ πάντας, ἀλλ’ ἕνα τινὰ τῶν εὐεργετηθέντων ἀποδώσειν τὴν χάριν.
因此,有理智的人应当将恩惠播撒给众人,心想除了美名之外,这在情势变迁时也会成为他们的一种互助捐,即使不是所有人,但受惠者中总会有一人予以回报。
ὅθεν πειρῶ πρόθυμος μὲν εἶναι ταῖς εὐεργεσίαις, ἔποχος δὲ τοῖς θυμοῖς· τὸ μὲν γὰρ βασιλικόν τε καὶ ἥμερον, τὸ δὲ βάρβαρόν τε καὶ στυγητόν.
因此,当努力在施恩时保持热忱,在发怒时保持克制;因为前者具有王者风范且温和,后者则既野蛮又令人憎恶。
τὰ δ’ ἄλλα καθὼς ἂν δοκιμάζῃς πρᾶττε μὴ παρορῶν τὰς λυσιτελεῖς ψήφους.
至于其余的事,正如你所审定地去行,不要忽略有益的选择。

词汇与语法注释

  1. §1προηγμένοι — 主格阳性复数分词,修饰主句主语“担当领导权的人”(οἱ τὰς ἡγεμονίας ἀναλαμβάνοντες)。作被动理解,意为“被(命运或天性)引导”。
  2. §1ὃ μέχρι τῆς ἑσπέρας ἥλιος τραχείᾳ ῤοπῇ συναλλοιοῖ καὶ μεταφέρει — 关系代词 ὃ(中性单数宾格)的先行词是紧接其前的否定代词 οὐδέν。它构成一个关系从句,其中 ἥλιος 为主语,ὃ 是两个动词(συναλλοιοῖ 和 μεταφέρει)共同的直接宾语,意为“太阳在黄昏前以剧烈转折改变并带走的[牢固之物],没有什么是稳固的”。
  3. §2τίνων ἢ ποίων ἀρχή με λάβῃ πρός σε — 这是一个间接疑问句,其中虚拟语气 λάβῃ 是表示疑虑的思考性虚拟语气(deliberative subjunctive)。属格 τίνων ἢ ποίων 修饰 ἀρχή(开始)。直译为“针对你,什么样的或何种开端应当抓住我”,表达了作者对于如何提笔写信的困惑(ἀπορῶ)。
  4. §3τὴν εὐεργεσίαν θεῷ ἰσόμοιρον παρεσκεύασαν — 类似于双宾语(双宾格)的结构,其中 παρεσκεύασαν 意为“使A成为B”。对于直接宾语 τὴν εὐεργεσίαν(施恩),θεῷ ἰσόμοιρον(与神享有同等分额)充当宾语补足语与格 θεῷ 依存并修饰形容词 ἰσόμοιρον。

引用这一段

亚里士多德, 书信集 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg011.humanitext-grc1:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。