§5.2ζητοῦμεν δέ γε τὴν ἐν μέρει ἀρετῆς δικαιοσύνην· ἔστι γάρ τις, ὡς φαμέν.
然而,我们所寻求的是作为德性一部分的正义;因为正如我们所说,确实存在这样一种正义。
ὁμοίως δὲ καὶ περὶ ἀδικίας τῆς κατὰ μέρος.
同样地,关于作为部分的(个别的)不正义也是如此。
σημεῖον δʼ ὅτι ἔστιν· κατὰ μὲν γὰρ τὰς ἄλλας μοχθηρίας ὁ ἐνεργῶν ἀδικεῖ μέν, πλεονεκτεῖ δʼ οὐδέν, οἷον ὁ ῥίψας τὴν ἀσπίδα διὰ δειλίαν ἢ κακῶς εἰπὼν διὰ χαλεπότητα ἢ οὐ βοηθήσας χρήμασι διʼ ἀνελευθερίαν· ὅταν δὲ πλεονεκτῇ, πολλάκις κατʼ οὐδεμίαν τῶν τοιούτων, ἀλλὰ μὴν οὐδὲ κατὰ πάσας, κατὰ πονηρίαν δέ γε τινά (ψέγομεν γάρ) καὶ κατʼ ἀδικίαν.
而存在这种不正义的证明在于:在表现出其他恶德时,行事者虽然行了不义,但并没有多占便宜(贪得无厌),例如因懦弱而丢弃盾牌的人,或因脾气暴躁而恶言相向的人,或因吝啬而不用金钱援助他人的人;但是,当他多占便宜时,他往往不属于这些恶德中的任何一种,更不用说属于所有的恶德了,而只是由于某种邪恶(因为我们谴责他)以及不正义。
ἔστιν ἄρʼ ἄλλη τις ἀδικία ὡς μέρος τῆς ὅλης, καὶ ἄδικόν τι ἐν μέρει τοῦ ὅλου ἀδίκου τοῦ παρὰ τὸν νόμον.
因此,显然存在着另一种不正义,它是整体不正义的一部分;也存在着某种局部的、不正义的事物,它是作为违法的整体不正义事物的一部分。
ἔτι εἰ ὃ μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει καὶ προσλαμβάνων, ὃ δὲ προστιθεὶς καὶ ζημιούμενος διʼ ἐπιθυμίαν, οὗτος μὲν ἀκόλαστος δόξειεν ἂν εἶναι μᾶλλον ἢ πλεονέκτης, ἐκεῖνος δʼ ἄδικος, ἀκόλαστος δʼ οὔ· δῆλον ἄρα ὅτι διὰ τὸ κερδαίνειν.
再者,如果一个人为了谋利而通奸,并且还因此赚了钱,而另一个人则为了欲望而自掏腰包并蒙受损失去通奸,那么后者似乎更像是放荡者而非贪得无厌者,而前者则是公正意义上的不正义者,而非放荡者;因此显然,这是因为谋利的缘故。
ἔτι περὶ μὲν τἆλλα πάντα ἀδικήματα γίνεται ἡ ἐπαναφορὰ ἐπί τινα μοχθηρίαν ἀεί, οἷον εἰ ἐμοίχευσεν, ἐπʼ ἀκολασίαν, εἰ ἐγκατέλιπε τὸν παραστάτην, ἐπὶ δειλίαν, εἰ ἐπάταξεν, ἐπʼ ὀργήν· εἰ δʼ ἐκέρδανεν, ἐπʼ οὐδεμίαν μοχθηρίαν ἀλλʼ ἢ ἐπʼ ἀδικίαν.
此外,对于所有其他的不正义行为,总是可以归因于某种特定的恶德,例如,如果一个人通奸,归因于放荡;如果他遗弃了战友,归因于懦弱;如果他动手打人,归因于愤怒;但如果他谋取了不正当的利益,则除了不正义之外,不能归因于任何其他恶德。
ὥστε φανερὸν ὅτι ἔστι τις ἀδικία παρὰ τὴν ὅλην ἄλλη ἐν μέρει, συνώνυμος, ὅτι ὁ ὁρισμὸς ἐν τῷ αὐτῷ γένει·
因此很明显,在整体的不正义之外,还存在着另一种局部的、同名同义的不正义,因为它的定义属于同一个属。
ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον ἔχουσι τὴν δύναμιν, ἀλλʼ ἣ μὲν περὶ τιμὴν ἢ χρήματα ἢ σωτηρίαν, ἢ εἴ τινι ἔχοιμεν ἑνὶ ὀνόματι περιλαβεῖν ταῦτα πάντα, καὶ διʼ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους, ἣ δὲ περὶ ἅπαντα περὶ ὅσα ὁ σπουδαῖος.
因为这两者都在于与他人的关系中发挥其效能,但其中一种关涉到荣誉、金钱、人身安全,或者任何我们可以用一个名称来概括这一切的事物,其动力来自于谋利所带来的快乐;而另一种则关涉到优秀的人所关涉的一切事务。
ὅτι μὲν οὖν εἰσὶν αἱ δικαιοσύναι πλείους, καὶ ὅτι ἔστι τις καὶ ἑτέρα παρὰ τὴν ὅλην ἀρετήν, δῆλον· τίς δὲ καὶ ποία τις, ληπτέον.
因此,显然正义不止一种,在整体的德性之外还存在着另一种正义;它是什么以及是何种性质的,必须加以把握。
διώρισται δὴ τὸ ἄδικον τό τε παράνομον καὶ τὸ ἄνισον, τὸ δὲ δίκαιον τό τε νόμιμον καὶ τὸ ἴσον.
先前已经规定,不正义的事物包括违法和不平等,而正义的事物则包括守法和平等。
κατὰ μὲν οὖν τὸ παράνομον ἡ πρότερον εἰρημένη ἀδικία ἐστίν.
在违法这一方面,就是先前所说的那种不正义。
ἐπεὶ δὲ τὸ ἄνισον καὶ τὸ παράνομον οὐ ταὐτὸν ἀλλʼ ἕτερον ὡς μέρος πρὸς ὅλον (τὸ μὲν γὰρ ἄνισον ἅπαν παράνομον, τὸ δὲ παράνομον οὐχ ἅπαν ἄνισον), καὶ τὸ ἄδικον καὶ ἡ ἀδικία οὐ ταὐτὰ ἀλλʼ ἕτερα ἐκείνων, τὰ μὲν ὡς μέρη τὰ δʼ ὡς ὅλα·
既然不平等和违法并不相同,而是像部分与整体那样存在着区别(因为所有不平等的事都是违法的,但并不是所有违法的事都是不平等的),那么,这里所说的局部的“不正义的事物”和“不正义”与那些整体的也就不同,而是与之有别,前者是部分,后者是整体。
μέρος γὰρ αὕτη ἡ ἀδικία τῆς ὅλης ἀδικίας, ὁμοίως δὲ καὶ ἡ δικαιοσύνη τῆς δικαιοσύνης.
因为这种不正义是整体不正义的一部分,同样地,这种正义也是整体正义的一部分。
ὥστε καὶ περὶ τῆς ἐν μέρει δικαιοσύνης καὶ περὶ τῆς ἐν μέρει ἀδικίας λεκτέον, καὶ τοῦ δικαίου καὶ ἀδίκου ὡσαύτως.
因此,我们也必须论述局部的正义和局部的不正义,对于正义和不正义的事物也是同样如此。
ἡ μὲν οὖν κατὰ τὴν ὅλην ἀρετὴν τεταγμένη δικαιοσύνη καὶ ἀδικία, ἣ μὲν τῆς ὅλης ἀρετῆς οὖσα χρῆσις πρὸς ἄλλον ἣ δὲ τῆς κακίας, ἀφείσθω.
因此,对应于整体德性的正义和不正义——一者是在与他人的关系中践行整体德性,另一者是践行整体恶德——就暂且搁置不提。
καὶ τὸ δίκαιον δὲ καὶ τὸ ἄδικον τὸ κατὰ ταύτας φανερὸν ὡς διοριστέον·
而对应于这些的正义和不正义的事物应该如何界定,也是很显而易见的。
σχεδὸν γὰρ τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά ἐστιν· καθʼ ἑκάστην γὰρ ἀρετὴν προστάττει ζῆν καὶ καθʼ ἑκάστην μοχθηρίαν κωλύει ὁ νόμος.
因为绝大多数法律所规定的内容,都是那些根据整体德性而被命令去做的事;因为法律命令我们要按照每一种德性去生活,并禁止按照每一种恶德去生活。
τὰ δὲ ποιητικὰ τῆς ὅλης ἀρετῆς ἐστὶ τῶν νομίμων ὅσα νενομοθέτηται περὶ παιδείαν τὴν πρὸς τὸ κοινόν.
而在法律规定的内容中,那些能够产生整体德性的,是针对共同体公共教育所制定的法律。
περὶ δὲ τῆς καθʼ ἕκαστον παιδείας, καθʼ ἣν ἁπλῶς ἀνὴρ ἀγαθός ἐστι, πότερον τῆς πολιτικῆς ἐστὶν ἢ ἑτέρας, ὕστερον διοριστέον· οὐ γὰρ ἴσως ταὐτὸν ἀνδρί τʼ ἀγαθῷ εἶναι καὶ πολίτῃ παντί.
而关于使人单单成为一个好人的个人教育,它是属于政治学还是属于其他科学,我们在后面再予以界定;因为做一个好人,与作为一个城邦里的好公民,也许并不完全是一回事。
τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατʼ αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς τιμῆς ἢ χρημάτων ἢ τῶν ἄλλων ὅσα μεριστὰ τοῖς κοινωνοῦσι τῆς πολιτείας (ἐν τούτοις γὰρ ἔστι καὶ ἄνισον ἔχειν καὶ ἴσον ἕτερον ἑτέρου), ἓν δὲ τὸ ἐν τοῖς συναλλάγμασι διορθωτικόν.
至于局部的正义和与其相对应的正义事物,其中一种类型是在荣誉、金钱或在分享宪法的成员之间可分配的其他事物的分配中所体现的正义(因为在这些事物中,一个人可能比另一个人获得不平等或平等的份额),另一种类型则是在交易中起纠正作用的正义。
τούτου δὲ μέρη δύο·
而后者又分为两个部分:因为交易有些是自愿的,有些是被动的。
τῶν γὰρ συναλλαγμάτων τὰ μὲν ἑκούσιά ἐστι τὰ δʼ ἀκούσια, ἑκούσια μὲν τὰ τοιάδε οἷον πρᾶσις ὠνὴ δανεισμὸς ἐγγύη χρῆσις παρακαταθήκη μίσθωσις (ἑκούσια δὲ λέγεται, ὅτι ἡ ἀρχὴ τῶν συναλλαγμάτων τούτων ἑκούσιος), τῶν δʼ ἀκουσίων τὰ μὲν λαθραῖα, οἷον κλοπὴ μοιχεία φαρμακεία προαγωγεία δουλαπατία δολοφονία ψευδομαρτυρία, τὰ δὲ βίαια, οἷον αἰκία δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις κακηγορία προπηλακισμός.
自愿的交易如:出售、购买、借贷、担保、租借、寄托、租赁(它们被称为自愿的,是因为这些交易的起始端是出于自愿);而被动的交易中,有些是暗中进行的,例如:偷窃、通奸、投毒、拉皮条、诱拐奴隶、暗杀、伪证;另一些则是暴力强迫的,例如:人身伤害、监禁、致死、抢劫、致残、毁谤、侮辱。