Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §1.6#1

对善理念论的批判与善在各范畴中的多义性

第 3 段,共 123 段 · 希腊语

内容简介

亚里士多德开始批判柏拉图的善的理念论,论证了善在不同的范畴中具有多重含义,并反驳了“某物自身”概念的合理性。

§1.6#1τὸ δὲ καθόλου βέλτιον ἴσως ἐπισκέψασθαι καὶ διαπορῆσαι πῶς λέγεται, καίπερ προσάντους τῆς τοιαύτης ζητήσεως γινομένης διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη.
然而,或许更好的是考察“普遍的善”并彻底探讨它是如何被说出的,尽管由于引入“型”(理念)的人是我们的朋友,这种探究变得有些令人为难。
δόξειε δʼ ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν ἐπὶ σωτηρίᾳ γε τῆς ἀληθείας καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἄλλως τε καὶ φιλοσόφους ὄντας·
但为了维护真理,似乎更好且有必要甚至否定我们自己亲近的事物,尤其是作为爱智者(哲学家)而言。
ἀμφοῖν γὰρ ὄντοιν φίλοιν ὅσιον προτιμᾶν τὴν ἀλήθειαν.
因为,虽然两者都是朋友,但将真理置于首位是神圣的。
οἱ δὴ κομίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἔλεγον, διόπερ οὐδὲ τῶν ἀριθμῶν ἰδέαν κατεσκεύαζον·
引入这一观点的人,在他们谈论“先”与“后”的事物中并不设定理念,这也是为什么他们没有构造数字的理念。
τὸ δʼ ἀγαθὸν λέγεται καὶ ἐν τῷ τί ἐστι καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρός τι, τὸ δὲ καθʼ αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι (παραφυάδι γὰρ τοῦτʼ ἔοικε καὶ συμβεβηκότι τοῦ ὄντος)·
而善既在 “是什么(实体)”中被说出,也在“性质”中、在“关系”中被说出;而那因其自身而存在者,即实体,在本性上先于关系(因为关系就像是实体的旁支和偶性)。
ὥστʼ οὐκ ἂν εἴη κοινή τις ἐπὶ τούτοις ἰδέα.
因此,在这些事物之上不可能有某种共同的理念。
ἔτι δʼ ἐπεὶ τἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι (καὶ γὰρ ἐν τῷ τί λέγεται, οἷον ὁ θεὸς καὶ ὁ νοῦς, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ ποσῷ τὸ μέτριον, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν χρόνῳ καιρός, καὶ ἐν τόπῳ δίαιτα καὶ ἕτερα τοιαῦτα), δῆλον ὡς οὐκ ἂν εἴη κοινόν τι καθόλου καὶ ἕν· οὐ γὰρ ἂν ἐλέγετʼ ἐν πάσαις ταῖς κατηγορίαις, ἀλλʼ ἐν μιᾷ μόνῃ.
此外,由于善被说出的方式与存在(是)一样多(因为它在“是什么”中被说出,例如神和理性;在性质中如诸德;在数量中如适度;在关系中如管用;在时间中如良机;在地点中如宜居,以及其他类似的事物),显而易见,不可能有某种共同且单一的普遍者;因为如果是这样,它就不会在所有的范畴中被说出,而只会在一个范畴中被说出。
ἔτι δʼ ἐπεὶ τῶν κατὰ μίαν ἰδέαν μία καὶ ἐπιστήμη, καὶ τῶν ἀγαθῶν ἁπάντων ἦν ἂν μία τις ἐπιστήμη·
此外,由于属于一个理念的事物只有一门科学,那么一切善事物也应当只有一门科学。
νῦν δʼ εἰσὶ πολλαὶ καὶ τῶν ὑπὸ μίαν κατηγορίαν, οἷον καιροῦ, ἐν πολέμῳ μὲν γὰρ στρατηγικὴ ἐν νόσῳ δʼ ἰατρική, καὶ τοῦ μετρίου ἐν τροφῇ μὲν ἰατρικὴ ἐν πόνοις δὲ γυμναστική.
但实际上,即使属于同一个范畴的事物,也有许多门科学。 例如关于“良机”,在战争中是军事学,在疾病中是医学;关于“适度”,在饮食中是医学,在劳作中是体育。
ἀπορήσειε δʼ ἄν τις τί ποτε καὶ βούλονται λέγειν αὐτοέκαστον, εἴπερ ἔν τε αὐτοανθρώπῳ καὶ ἐν ἀνθρώπῳ εἷς καὶ ὁ αὐτὸς λόγος ἐστὶν ὁ τοῦ ἀνθρώπου.
人们也可能会产生疑问:他们所谓的“某物自身”究竟想表达什么,如果确实在“人自身” 和“人”之中,关于人的定义(逻各斯)是同一个。
ᾗ γὰρ ἄνθρωπος, οὐδὲν διοίσουσιν· εἰ δʼ οὕτως, οὐδʼ ᾗ ἀγαθόν.
因为只要他们是人,他们就没有任何区别;如果是这样,那么只要他们是善的,也不会有区别。
ἀλλὰ μὴν οὐδὲ τῷ ἀίδιον εἶναι μᾶλλον ἀγαθὸν ἔσται, εἴπερ μηδὲ λευκότερον τὸ πολυχρόνιον τοῦ ἐφημέρου.
此外,它也不会因为是永恒的而更加是善,正如长期存在的白色并不比仅存一日的白色更白。
πιθανώτερον δʼ ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν περὶ αὐτοῦ, τιθέντες ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ τὸ ἕν· οἷς δὴ καὶ Σπεύσιππος ἐπακολουθῆσαι δοκεῖ.
毕达哥拉斯学派的说法似乎更为可信,他们将“一”放在善的同列中;斯彪西波似乎也追随了他们。
ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἔστω λόγος·
不过关于这些事,且作另论。
τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς τις ὑποφαίνεται διὰ τὸ μὴ περὶ παντὸς ἀγαθοῦ τοὺς λόγους εἰρῆσθαι, λέγεσθαι δὲ καθʼ ἓν εἶδος τὰ καθʼ αὑτὰ διωκόμενα καὶ ἀγαπώμενα, τὰ δὲ ποιητικὰ τούτων ἢ φυλακτικά
然而,对上面所说的话,隐约出现了一种反驳,因为这些论证并不是针对所有的善而说的;那些因其自身而被追求和喜爱的事物被说成是属于一个单一的种,而那些产生这些或保护这些的...

词汇与语法注释

  1. 1096a12-13διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη — 带对格的不定式结构,其中 `φίλους ἄνδρας` 是不定式 `εἰσαγαγεῖν` 的逻辑主语(意为“因为亲近的人引入了理念”)。这里的“亲近的人”指柏拉图及学园成员。
  2. 1096a16ἀμφοῖν γὰρ ὄντοιν φίλοιν — 属格独立结构。`ἀμφοῖν` 与 `φίλοιν` 均为属格,带有一种让步的语气:“尽管两者(朋友与真理)都是可亲近的”。
  3. 1096a21-22τὸ δὲ καθʼ αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι — 比较级中性单数 `πρότερον`(更先的)以属格 `τοῦ πρός τι`(关系的)作为比较对象。这表明在亚里士多德的范畴论中,独立存在的“实体”(`οὐσία`)在本性上先于仅在与其他事物关联中存在的“关系”(`πρός τι`)。
  4. 1096a35αὐτοέκαστον — 这是一个亚里士多德用来指代柏拉图学派术语的词,意为“个别事物自身”。它结合了前缀 `αὐτο-`(自身)与 `ἕκαστον`(每个),指称诸如“人自身”或“善自身”等理念论表达。

引用这一段

亚里士多德, 尼各马可伦理学 §1.6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:1.6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。