§2Ὅλως δ’ ἐπεὶ καὶ τῶν ἄλλων ζῴων ὀνειρώττει τινά, θεόπεμπτα μὲν οὐκ ἂν εἴη τὰ ἐνύπνια, οὐδὲ γέγονε τούτου χάριν, δαιμόνια μέντοι· ἡ γὰρ φύσις δαιμονία, ἀλλ’ οὐ θεία.
总的来说,由于其他动物中也有做梦的,梦就不可能是神所派遣的,也不是为此而产生的,然而它们是具有精灵性质的;因为自然具有精灵性质,而不是神圣的。
Σημεῖον δέ· πάνυ γὰρ εὐτελεῖς ἄνθρωποι προορατικοί εἰσι καὶ εὐθυόνειροι, ὡς οὐ θεοῦ πέμποντος, ἀλλ’ ὅσων ὥσπερ ἂν εἰ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολική, παντοδαπὰς ὄψεις ὁρῶσιν·
其证据在于:极其普通的人也会有预见性并做直捷的梦,这表明并非神所派遣,而是那些天性仿佛多动且忧郁的人,他们看到了各种各样的幻象。
διὰ γὰρ τὸ πολλὰ καὶ παντοδαπὰ κινεῖσθαι ἐπιτυγχάνουσιν ὁμοίοις θεωρήμασιν, ἐπιτυχεῖς ὄντες ἐν τούτοις ὥσπερ ἔνιοι ἄρτια μερίζοντες·
因为由于产生许多且多样的运动,他们碰巧遇到了相似的景象,在这些事情上他们很幸运,就像一些猜单双的人一样。
ὥσπερ γὰρ καὶ λέγεται
ἂν πολλὰ βάλλῃς, ἄλλοτ’ ἀλλοῖον βαλεῖς,
καὶ ἐπὶ τούτων τοῦτο συμβαίνει.
正如俗话所说:“如果你投掷多次,总有一次会投中”,在他们的情况下也是如此。
Ὅτι δ’ οὐκ ἀποβαίνει πολλὰ τῶν ἐνυπνίων, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τῶν ἐν τοῖς σώμασι σημείων καὶ τῶν οὐρανίων, οἷον τὰ τῶν ὑδάτων καὶ τὰ τῶν πνευμάτων·
许多梦没有实现,这没有什么奇怪的;因为身体中的征兆和天上的征兆(如雨和风的征兆)也是如此。
ἂν γὰρ ἄλλη κυριωτέρα ταύτης συμβῇ κίνησις, ἀφ’ ἧς μελλούσης ἐγένετο τὸ σημεῖον, οὐ γίνεται.
因为如果发生了另一个比产生该征兆的将要发生的运动更占主导地位的运动,它就不会发生。
Καὶ πολλὰ βουλευθέντα καλῶς τῶν πραχθῆναι δεόντων διελύθη δι’ ἄλλας κυριωτέρας ἀρχάς.
而且,在应该做的事情中,许多规划良好的事情由于其他更占主导地位的原理而流产。
Ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν, οὐδὲ ταὐτὸ τὸ ἐσόμενον καὶ τὸ μέλλον·
因为总的来说,并不是所有将要发生的事情都会发生,“将要发生的事”和“即将发生的事”是不一样的。
ἀλλ’ ὅμως ἀρχάς τε λεκτέον εἶναι, ἀφ’ ὧν οὐκ ἐπετελέσθη, καὶ σημεῖα πέφυκε ταῦτα τινῶν οὐ γενομένων.
但尽管如此,必须承认存在着一些未得完成的开端,而这些自然也就是那些未发生之事的征兆。
Περὶ δὲ τῶν μὴ τοιαύτας ἐχόντων ἀρχὰς ἐνυπνίων οἵας εἴπομεν, ἀλλ’ ὑπερορίας ἢ τοῖς χρόνοις ἢ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν, ἢ τούτων μὲν μηδέν, μὴ μέντοι γε ἐν αὑτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν ἰδόντων τὸ ἐνύπνιον, εἰ μὴ γίνεται τὸ προορᾶν ἀπὸ συμπτώματος, τοιόνδ’ ἂν εἴη μᾶλλον ἢ ὥσπερ λέγει Δημόκριτος εἴδωλα καὶ ἀπορροὰς αἰτιώμενος.
至于那些不具有我们所说的那些起因的梦,而是在时间、空间或规模上超出了界限,或者虽然并非如此、但起因并不在梦者自身之内的梦,如果其预见不是由于偶合而发生,那么其解释应该如下,而不是像德谟克利特那样归咎于“影像”和“流出物”。
Ὥσπερ γὰρ ὅταν κινήσῃ τι τὸ ὕδωρ ἢ τὸν ἀέρα, τοῦθ’ ἕτερον ἐκίνησε, καὶ παυσαμένου ἐκείνου συμβαίνει τὴν τοιαύτην κίνησιν προϊέναι μέχρι τινός, τοῦ κινήσαντος οὐ παρόντος, οὕτως οὐδὲν κωλύει κίνησίν τινα καὶ αἴσθησιν ἀφικνεῖσθαι πρὸς τὰς ψυχὰς τὰς ἐνυπνιαζούσας, ἀφ’ ὧν ἐκεῖνος τὰ εἴδωλα ποιεῖ καὶ τὰς ἀπορροίας, καὶ ὅπῃ δὴ ἔτυχεν ἀφικνουμένας μᾶλλον αἰσθητὰς εἶναι νύκτωρ διὰ τὸ μεθ’ ἡμέραν φερομένας διαλύεσθαι μᾶλλον (ἀταραχωδέστερος γὰρ ὁ ἀὴρ τῆς νυκτὸς διὰ τὸ νηνεμωτέρας εἶναι τὰς νύκτας), καὶ ἐν τῷ σώματι ποιεῖν αἴσθησιν διὰ τὸν ὕπνον, διὰ τὸ καὶ τῶν μικρῶν κινήσεων τῶν ἐντὸς αἰσθάνεσθαι καθεύδοντας μᾶλλον ἢ ἐγρηγορότας.
因为正如当某物移动水或空气时,它会移动另一物,即使在最初的移动者停止之后,尽管移动者已不在场,这种运动仍会传播到一定距离,同样,没有什么能阻止某种运动和感觉传达到做梦者的灵魂,德谟克利特正是由此构造了影像和流出物;而这些以偶然方式到达的运动在夜间更易被感知,因为在白天传播的运动更容易消散(因为夜间的空气由于风平浪静而较少受到干扰),并且由于睡眠在身体中产生感觉,因为人们在睡眠时比在清醒时更能感知到体内的微小运动。
Αὗται δ’ αἱ κινήσεις φαντάσματα ποιοῦσιν, ἐξ ὧν προορῶσι τὰ μέλλοντα περὶ τῶν τοιούτων.
这些运动产生了幻象,人们从中预见了关于这些事情的未来。
Καὶ διὰ ταῦτα συμβαίνει τὸ πάθος τοῦτο τοῖς τυχοῦσι καὶ οὐ τοῖς φρονιμωτάτοις.
正因为如此,这种现象发生在普通人身上,而不是最聪明的人身上。
Μεθ’ ἡμέραν τε γὰρ ἐγίνετ’ ἂν καὶ τοῖς σοφοῖς, εἰ θεὸς ἦν ὁ πέμπων· οὕτω δ’ εἰκὸς τοὺς τυχόντας προορᾶν·
因为如果发送者是神,这在白天也会发生,并且也会发生在智者身上;但在目前情况下,普通人预见是合理的。
ἡ γὰρ διάνοια τῶν τοιούτων οὐ φροντιστικὴ ἀλλ’ ὥσπερ ἔρημος καὶ κενὴ πάντων, καὶ κινηθεῖσα κατὰ τὸ κινοῦν ἄγεται.
因为这些人的思维不是深思熟虑的,而是空无一物,一旦被推动,就会随着推动者而被引导。
Καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἀλλ’ ἀπορραπίζονται· τῶν ξενικῶν οὖν μάλιστα αἰσθάνονται.
至于某些处于狂喜(出神)状态的人能预见的原因,是因为他们自身的运动不会造成干扰,而是被排除了;因此,他们最能感知外来的运动。
Τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τὸ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν συμβαίνει διὰ τὸ μάλιστα τοὺς γνωρίμους ὑπὲρ ἀλλήλων φροντίζειν·
某些人会做直捷的梦,以及熟人最能预见到关于熟人的事,这是因为熟人之间最互相关心。
ὥσπερ γὰρ πόρρω ὄντων τάχιστα γνωρίζουσι καὶ αἰσθάνονται, οὕτω καὶ τῶν κινήσεων· αἱ γὰρ τῶν γνωρίμων γνωριμώτεραι κινήσεις.
因为正如即使在远方,他们也能最快地认出并感知到彼此,运动也是如此;因为熟人的运动更易于辨认。
Οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφόδρα, ὥσπερ βάλλοντες πόρρωθεν, εὔστοχοί εἰσιν.
而忧郁质的人由于其强烈性,就像从远处投射的人一样,善于中靶。
Καὶ διὰ τὸ μεταβλητικὸν ταχὺ τὸ ἐχόμενον φαντάζεται αὐτοῖς· ὥσπερ γὰρ τὰ Φιλαιγίδου ποιήματα καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ ὁμοίου λέγουσι καὶ διανοοῦνται, οἷον Ἀφροδίτην, καὶ οὕτω συνείρουσιν εἰς τὸ πρόσω.
又由于其快速的多变性,紧接着的幻象会迅速呈现在他们面前;因为正如菲莱吉德斯的诗歌和疯子会根据相似性谈论和思考紧接着的事物(例如“阿佛洛狄忒”),并以此向后连贯。
Ἔτι δὲ διὰ τὴν σφοδρότητα οὐκ ἐκκρούεται αὐτῶν ἡ κίνησις ὑφ’ ἑτέρας κινήσεως.
此外,由于其强烈性,他们的运动不会被其他运动所打断。
Τεχνικώτατος δ’ ἐστὶ κριτὴς ἐνυπνίων ὅστις δύναται τὰς ὁμοιότητας θεωρεῖν· τὰς γὰρ εὐθυονειρίας κρίνειν παντός ἐστιν.
最有技巧的梦境解释者是那些能够观察到相似性的人;因为解释直捷的梦是任何人都能做到的。
Λέγω δὲ τὰς ὁμοιότητας, ὅτι παραπλήσια συμβαίνει τὰ φαντάσματα τοῖς ἐν τοῖς ὕδασιν εἰδώλοις, καθάπερ καὶ πρότερον εἴπομεν.
我所说的“相似性”,是指睡眠中的幻象在很大程度上就像水中的倒影,正如我们之前所说的那样。
Ἐκεῖ δέ, ἂν πολλὴ γίνηται ἡ κίνησις, οὐδὲν ὁμοία γίνεται ἡ ἔμφασις καὶ τὰ εἴδωλα τοῖς ἀληθινοῖς.
在水中,如果波动很大,反射的映像和影像就会变得与实物完全不相似。
Δεινὸς δὴ τὰς ἐμφάσεις κρίνειν εἴη ἂν ὁ δυνάμενος ταχὺ διαισθάνεσθαι καὶ συνορᾶν τὰ διαπεφορημένα καὶ διεστραμμένα τῶν εἰδώλων, ὅτι ἐστὶν ἀνθρώπου ἢ ἵππου ἢ ὁτουδήποτε.
确实,善于判断反射映像的人,应该是那些能够迅速感知并看透这些散乱和扭曲的影像,认出它们是人、是马、还是其他什么东西的人。
Κἀκεῖ δὴ ὁμοίως τι δύναται τὸ ἐνύπνιον τοῦτο· ἡ γὰρ κίνησις ἐκκόπτει τὴν εὐθυονειρίαν.
在梦境中也是如此,梦也具有某种相似的力量;因为运动破坏了梦的直捷性。
Τί μὲν οὖν ἐστὶν ὕπνος καὶ ἐνύπνιον, καὶ διὰ τίν’ αἰτίαν ἑκάτερον αὐτῶν γίνεται, ἔτι δὲ περὶ τῆς ἐκ τῶν ἐνυπνίων μαντικῆς εἴρηται.
那么,睡眠和梦是什么,它们各自由于什么原因产生,以及关于由梦而来的预言,已经阐述完毕。