← アリストテレス

夢占いについて

§2

予知夢の自然的原因と夢解釈の技術

アリストテレスは、夢が神から送られるものではなく、自然の精霊的な働きによるものであると主張する。また、遠隔地の予知夢についてデモクリトスの流出説を批判的に修正し、波動の伝播モデルを用いて夢の発生機序や夢解釈の技術を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2

Ὅλως δ’ ἐπεὶ καὶ τῶν ἄλλων ζῴων ὀνειρώττει τινά, θεόπεμπτα μὲν οὐκ ἂν εἴη1 τὰ ἐνύπνια, οὐδὲ γέγονε τούτου χάριν, δαιμόνια2 μέντοι· ἡ γὰρ φύσις δαιμονία, ἀλλ’ οὐ θεία. σημεῖον δέ· πάνυ γὰρ εὐτελεῖς ἄνθρωποι προορατικοί εἰσι καὶ εὐθυόνειροι, ὡς οὐ θεοῦ πέμποντος, ἀλλ’ ὅσων ὥσπερ ἂν εἰ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολική,3 παντοδαπὰς ὄψεις ὁρῶσιν· διὰ γὰρ τὸ πολλὰ καὶ παντοδαπὰ κινεῖσθαι ἐπιτυγχάνουσιν ὁμοίοις θεωρήμασιν, ἐπιτυχεῖς ὄντες ἐν τούτοις ὥσπερ ἔνιοι ἄρτια μερίζοντες·4 ὥσπερ γὰρ καὶ λέγεται “ἂν πολλὰ βάλλῃς, ἄλλοτ’ ἀλλοῖον βαλεῖς”, καὶ ἐπὶ τούτων τοῦτο συμβαίνει. ὅτι δ’ οὐκ ἀποβαίνει πολλὰ τῶν ἐνυπνίων, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τῶν ἐν τοῖς σώμασι σημείων καὶ τῶν οὐρανίων, οἷον τὰ τῶν ὑδάτων καὶ τὰ τῶν πνευμάτων· ἂν γὰρ ἄλλη κυριωτέρα ταύτης συμβῇ κίνησις, ἀφ’ ἧς μελλούσης ἐγένετο τὸ σημεῖον, οὐ γίνεται. καὶ πολλὰ βουλευθέντα καλῶς τῶν πραχθῆναι δεόντων διελύθη δι’ ἄλλας κυριωτέρας ἀρχάς. ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν, οὐδὲ ταὐτὸ τὸ ἐσόμενον καὶ τὸ μέλλον·5 ἀλλ’ ὅμως ἀρχάς τε λεκτέον εἶναι, ἀφ’ ὧν οὐκ ἐπετελέσθη, καὶ σημεῖα πέφυκε ταῦτα τινῶν οὐ γενομένων. περὶ δὲ τῶν μὴ τοιαύτας ἐχόντων ἀρχὰς ἐνυπνίων οἵας εἴπομεν, ἀλλ᾽ ὑπερορίας ἢ τοῖς χρόνοις ἢ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν, ἢ τούτων μὲν μηδέν, μὴ μέντοι γε ἐν αὑτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν ἰδόντων τὸ ἐνύπνιον, εἰ μὴ γίνεται τὸ προορᾶν ἀπὸ συμπτώματος, τοιόνδ᾽ ἂν εἴη μᾶλλον ἢ ὥσπερ λέγει Δημόκριτος εἴδωλα καὶ ἀπορροὰς αἰτιώμενος. ὥσπερ γὰρ ὅταν κινήσῃ τι τὸ ὕδωρ ἢ τὸν ἀέρα, τοῦθ᾽ ἕτερον ἐκίνησε, καὶ παυσαμένου ἐκείνου συμβαίνει τὴν τοιαύτην κίνησιν προϊέναι μέχρι τινός, τοῦ κινήσαντος οὐ παρόντος, οὕτως οὐδὲν κωλύει κίνησίν τινα καὶ αἴσθησιν ἀφικνεῖσθαι πρὸς τὰς ψυχὰς τὰς ἐνυπνιαζούσας, ἀφ᾽ ὧν ἐκεῖνος τὰ εἴδωλα ποιεῖ καὶ τὰς ἀπορροίας, καὶ ὅπῃ δὴ ἔτυχεν ἀφικνουμένας μᾶλλον αἰσθητὰς εἶναι νύκτωρ διὰ τὸ μεθ᾽ ἡμέραν φερομένας διαλύεσθαι μᾶλλον (ἀταραχωδέστερος γὰρ ὁ ἀὴρ τῆς νυκτὸς διὰ τὸ νηνεμωτέρας εἶναι τὰς νύκτας), καὶ ἐν τῷ σώματι ποιεῖν αἴσθησιν διὰ τὸν ὕπνον, διὰ τὸ καὶ τῶν μικρῶν κινήσεων τῶν ἐντὸς αἰσθάνεσθαι καθεύδοντας μᾶλλον ἢ ἐγρηγορότας. αὗται δ᾽ αἱ κινήσεις φαντάσματα ποιοῦσιν, ἐξ ὧν προορῶσι τὰ μέλλοντα περὶ τῶν τοιούτων. καὶ διὰ ταῦτα συμβαίνει τὸ πάθος τοῦτο τοῖς τυχοῦσι καὶ οὐ τοῖς φρονιμωτάτοις. μεθ᾽ ἡμέραν τε γὰρ ἐγίνετ᾽ ἂν καὶ τοῖς σοφοῖς, εἰ θεὸς ἦν ὁ πέμπων· οὕτω δ᾽ εἰκὸς τοὺς τυχόντας προορᾶν· ἡ γὰρ διάνοια τῶν τοιούτων οὐ φροντιστικὴ ἀλλ᾽ ὥσπερ ἔρημος καὶ κενὴ πάντων, καὶ κινηθεῖσα κατὰ τὸ κινοῦν ἄγεται. καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἀλλ᾽ ἀπορραπίζονται· τῶν ξενικῶν οὖν μάλιστα αἰσθάνονται. τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τὸ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν συμβαίνει διὰ τὸ μάλιστα τοὺς γνωρίμους ὑπὲρ ἀλλήλων φροντίζειν· ὥσπερ γὰρ πόρρω ὄντων τάχιστα γνωρίζουσι καὶ αἰσθάνονται, οὕτω καὶ τῶν κινήσεων· αἱ γὰρ τῶν γνωρίμων γνωριμώτεραι κινήσεις. οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφόδρα, ὥσπερ βάλλοντες πόρρωθεν, εὔστοχοί εἰσιν. καὶ διὰ τὸ μεταβλητικὸν ταχὺ τὸ ἐχόμενον φαντάζεται αὐτοῖς· ὥσπερ γὰρ τὰ Φιλαιγίδου ποιήματα καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ ὁμοίου λέγουσι καὶ διανοοῦνται, οἷον Ἀφροδίτην, καὶ οὕτω συνείρουσιν εἰς τὸ πρόσω. ἔτι δὲ διὰ τὴν σφοδρότητα οὐκ ἐκκρούεται αὐτῶν ἡ κίνησις ὑφ᾽ ἑτέρας κινήσεως. τεχνικώτατος δ᾽ ἐστὶ κριτὴς ἐνυπνίων ὅστις δύναται τὰς ὁμοιότητας θεωρεῖν· τὰς γὰρ εὐθυονειρίας κρίνειν παντός ἐστιν. λέγω δὲ τὰς ὁμοιότητας, ὅτι παραπλήσια συμβαίνει τὰ φαντάσματα τοῖς ἐν τοῖς ὕδασιν εἰδώλοις, καθάπερ καὶ πρότερον εἴπομεν. ἐκεῖ δέ, ἂν πολλὴ γίνηται ἡ κίνησις, οὐδὲν ὁμοία γίνεται ἡ ἔμφασις καὶ τὰ εἴδωλα τοῖς ἀληθινοῖς. δεινὸς δὴ τὰς ἐμφάσεις κρίνειν εἴη ἂν ὁ δυνάμενος6 ταχὺ διαισθάνεσθαι καὶ συνορᾶν τὰ διαπεφορημένα καὶ διεστραμμένα τῶν εἰδώλων, ὅτι ἐστὶν ἀνθρώπου ἢ ἵππου ἢ ὁτουδήποτε. κἀκεῖ δὴ ὁμοίως τι δύναται τὸ ἐνύπνιον τοῦτο· ἡ γὰρ κίνησις ἐκκόπτει τὴν εὐθυονειρίαν. τί μὲν οὖν ἐστὶν ὕπνος καὶ ἐνύπνιον, καὶ διὰ τίν᾽ αἰτίαν ἑκάτερον αὐτῶν γίνεται, ἔτι δὲ περὶ τῆς ἐκ τῶν ἐνυπνίων μαντικῆς εἴρηται.

総じて、他の動物の中にも夢を見るものがいることから、夢は神から送られたものではあり得ず、またそのために生じたのでもないが、しかし精霊的(ダイモニオン的)である。自然は精霊的であるが、神的なものではないからである。その証拠は次の通りである。きわめて平凡な人々が予知的であり、直截な夢を見る。これは神が送っているからではなく、その自然(気質)がまるでおしゃべり(多動)でメランコリー質であるような人々が、あらゆる種類の幻影を見るからである。なぜなら、多くの多様な運動が起こるために、彼らは現実に類似した光景に偶然出くわすからである。彼らは、偶数と奇数を当てるゲームで当てる人々のように、これらのことにおいて幸運なのである。まさに「多く投げれば、いつかは命中する」と言われるように、夢の場合にもこれが起こる。多くの夢が実現しないことは、何ら奇妙なことではない。なぜなら、身体の兆候や天候の兆候、たとえば雨や風の兆候についても同様だからである。すなわち、その兆候がこれから起ころうとする原因となった運動よりも、別のより強力な運動が起こった場合には、それは実現しないからである。また、なされるべきことのうち、見事に計画された多くのことが、他のより強力な原理のために立ち消えになる。総じて、起ころうとしていたことのすべてが起こるわけではなく、現に起こるであろうことと、起ころうとしていることとは同一ではない。しかしそれでも、それらから結果が成就しなかったような始まりが存在すると言わねばならず、これらは実現しなかった事柄の兆候となり得るのである。だが、私たちが述べたような始まりを持たず、時間や場所や規模において限界を超えている夢、あるいは、これらのどれでもないが、夢を見た人自身の中に始まりを持っていないような夢について、もしその予知が偶然の一致から生じるのでないとするなら、デモクリトスが画像や流出物を原因とするようなやり方よりは、次のようなものであると言った方がよい。なぜなら、何かが水や空気を動かすとき、それが別のものを動かし、動かした最初のものが静止した後でも、動かしたものがそこに存在しないにもかかわらず、そのような運動がある程度まで伝わっていく。それと同様に、ある種の運動や感覚が夢を見る魂に到達することを妨げるものは何もない。デモクリトスがそこから画像や流出物を作り出しているそれらのものである。そして、どのようにしてか偶然に到達したそれらの運動は、昼間に運ばれるものは分散しやすいため、夜間の方により感知されやすい(夜は風が穏やかであるため、夜の空気はより静かだからである)。そして睡眠のゆえに体内において感覚を生じさせる。眠っているときには目覚めているときよりも、内なる微小な運動をより感知するからである。これらの運動が表象を作り出し、そこから人々はそうした事柄に関する未来を予知するのである。そしてこのために、この現象は平凡な人々に起こり、最も賢明な人々に起こるのではない。なぜなら、もし送る者が神であったなら、昼間にも、また知者たちにも起こったはずだからである。しかし、このように平凡な人々が予知することは合理的である。というのも、そのような人々の思考は思索的ではなく、いわばあらゆるものから空っぽであって、動かすものに従って動かされ、導かれるからである。また、脱魂状態にある一部の人々が予知することの原因は、彼ら自身の独自の運動が邪魔をせず、むしろ退けられているからである。したがって、彼らは外部からの運動を最もよく感知するのである。また、ある人々が直截な夢を見ること、および知人たちが知人たちについて最もよく予知することは、知人たちが互いに最も心にかけているからである。なぜなら、遠くに離れていても最も素早く互いを認め、感知するのと同様に、運動についてもそうだからである。知人たちの運動はより認知しやすいからである。メランコリー質の人々は、その激しさのゆえに、遠くから弓を射る者のように的を射るのが得意である。また、変化しやすい性質のゆえに、次に来るものが素早く表象される。ちょうどピライギデスの詩や狂気の人々が、類似したものに次々と連想を繋げて語り、また考えるように(たとえばアプロディテから繋げるように)、このようにして彼らは次々と先へと結びつけていくのである。さらに、その激しさのゆえに、彼らの運動は他の運動によって打ち消されることがない。夢の解釈者として最も技術があるのは、類似性を観察できる人である。直截な夢を判断することは誰にでもできるからである。私が類似性と言うのは、夢の中の表象が、以前にも言ったように、水の中に映る影とよく似た形で生じるからである。そこでは、もし波立ちが激しいなら、反射された映像や画像は実物とまったく似ていないものになる。したがって、反射された映像を判断するのに優れた人とは、ばらばらに歪められた画像から、それが人間のものであるか、馬のものであるか、何であれそれを素早く感知し、見極めることができる人であろう。そしてまさにあそこでの場合と同様に、夢もまたこのような力を有している。なぜなら、運動が直截な夢を壊してしまうからである。以上で、睡眠と夢が何であるか、それらの各々がいかなる原因で生じるか、さらに夢からの予言について語られた。

構文注6 件
  1. 463b2οὐκ ἂν εἴη

    ἂν +希求法の構成であり、客観的な事実判断ではなく、論理的推論に基づく「〜ではあり得ない」という潜在的な蓋然性を示す。アリストテレスは動物が夢を見る事実から、夢の神起源説を論理的に否定している。

  2. 463b2δαιμόνια

    「神から送られたもの(θεόπεμπτα)」と対比され、神性そのものではないが、超自然的・非合理的な驚異を宿した自然(φύσις)の神秘的な活動を指す。

  3. 463b15ὡς οὐ θεοῦ πέμποντος, ἀλλ’ ὅσων ὥσπερ ἂν εἰ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολική

    ὡς に導かれる属格絶対(οὐ θεοῦ πέμποντος)であり、「神が送っているからではない」という主観的理由を示す。続く ἀλλ’ ὅσων は、先行詞 τοιούτων(そのような人々)が省略された関係代名詞属格であり、 λάλος(おしゃべり、多動な)および μελαγχολική(メランコリー質な)気質を持つ人々を修飾する。

  4. 463b20ἄρτια μερίζοντες

    文字通りには「偶数を分ける人々」であり、古代ギリシアの「奇数か偶数か(丁半)」を当てる賭け事を指す。夢が当たるのは、こうした偶然の推測ゲームで当てるような幸運に過ぎないことを比喩的に表す。

  5. 463b25οὐδὲ ταὐτὸ τὸ ἐσόμενον καὶ τὸ μέλλον

    アリストテレス哲学における未来論理学の区別。 τὸ ἐσόμενον は「将来必然的に現実化すること」を指し、 τὸ μέλλον は「現在は準備中であるが途中で妨げられ得る、単に起ころうとしていること」を指す。

  6. 464b10δεινὸς δὴ τὰς ἐμφάσεις κρίνειν εἴη ἂν ὁ δυνάμενος

    形容詞 δεινὸς は「〜に長けた、優れた」の意で、対格の目的語(τὰς ἐμφάσεις「反射像」)を伴う不定詞 κρίνειν を修飾する。 εἴη ἂν は潜在の希求法であり、優れた解釈者の条件を論理的に想定している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0086.tlg008.humanitext-grc1:2