§1.3#13 Ἐπεὶ δὲ τὰ μὲν ὑπόκειται τὰ δʼ ἀποδέδεικται τῶν εἰρημένων, φανερὸν ὅτι οὕτε κουφότητα οὔτε βάρος ἔχει σῶμα ἅπαν.
3 既然在已述的内容中,有些是作为假设,有些已被证明,那么显而易见,并非所有的物体都具有轻性或重性。
δεῖ δὲ ὑποθέσθαι τί λέγομεν τὸ βαρύ καὶ τὸ κοῦφον, νῦν μὲν ἱκανῶς πρὸς τὴν παροῦσαν χρείαν, ἀκριβέστερον δὲ πάλιν, ὅταν ἐπισκοπῶμεν περὶ τῆς οὐσίας αὐτῶν.
我们必须假定我们所说的“重”和“轻”是什么意思,目前只需满足眼下的需要即可,而在我们探究它们的主体时,则要更加精确。
βαρὺ μὲν οὖν ἔστω τὸ φέρεσθαι πεφυκὸς ἐπὶ τὸ μέσον, κοῦφον δὲ τὸ ἀπὸ τοῦ μέσου, βαρύτατον δὲ τὸ πᾶσιν ὑφιστάμενον τοῖς κάτω φερομένοις, κουφότατον δὲ τὸ πᾶσιν ἐπιπολάζον τοῖς ἄνω φερομένοις.
那么,让“重”是指自然向中心运动的东西,“轻”是指自然离开中心运动的东西;“最重”是指在所有向下运动的东西中居于最底部的,“最轻”是指在所有向上运动的东西中浮于最表面的。
ἀνάγκη δὲ πᾶν τὸ φερόμενον ἢ κάτα ἢ ἄνω ἢ κουφότητʼ ἔχειν ἢ βάρος ἢ ἄμφρω, μὴ πρὸς τὸ αὐτὸ δέ· πρὸς ἄλληλα γάρ ἐστι βαρέα καὶ κοῦφα, οἷον ἀὴρ πρὸς ὕδωρ, καὶ πρὸς γῆν ὕδωρ.
而所有向下或向上运动的东西,必然具有轻性或重性,或者两者兼有,但不是相对于同一事物而言;因为它们是相互之间显出轻重的,例如空气相对于水,水相对于土。
τὸ δὴ κύκλῳ σῶμα φερόμενον ἀδύνατον ἔχειν βάρος ἢ κουφότητα· οὕτε γὰρ κατὰ φύσιν οὔτε παρὰ φύσιν ἐνδέχεται αὐτῷ κινηθῆναι ἐπὶ τὸ μέσον ἢ ἀπὸ τοῷ μέσου.
由此,进行圆周运动的物体不可能具有重性或轻性;因为它不可能顺应自然或违背自然地向中心运动或离开中心运动。
κατὰ φύσιν μὲν γὰρ οὐκ ἔστιν αὐτῷ ἡ ἐπʼ εὐθείας φορά· μία γὰρ ἦν ἑκάστου τῶν ἁπλῶν, ὥστʼ ἔσται τὸ αὐτὸ τῶν οὕτω τινὶ φερομένων.
因为沿直线运动对它来说是不顺应自然的;因为每一个简单物体只有一种自然运动,因此它将会与那些如此运动的某一物体相同。
παρὰ φύσιν δʼ ἐνεχθέντος, εἰ μὲν ἡ κάτω παρὰ φύσιν, ἡ ἄνω ἔσται κατὰ φύσιν, εἰ δʼ ἄνω παρὰ φύσιν, ἡ κάτω κατὰ φύσιν·
而如果是违背自然地运动,如果向下是违背自然的,向上就会是顺应自然的;而如果向上是违背自然的,向下就会是顺应自然的。
ἔθεμμεν γὰρ τῶν ἐναντίων ᾧ ἡ ἑτέρα παρὰ φύσιν, τὴν ἑτέραν εἶναι κατὰ φύσιν.
因为我们曾假定,在相反的事物中,若一者是违背自然的,则另一者必是顺应自然的。
ἐπεὶ δʼ εἰς τὸ αὐτὸ φέρεται τὸ ὅλον καὶ τὸ μόριον κατὰ φύσιν, οἷον πᾶσα γῆ καὶ μικρὰ βῶλος, συμβαίνει πρῶτον μὲν μήτε κουφότητʼ ἔχειν αὐτὸ μηδεμίαν μήτε βάρος (ἢ γάρ ἂν πρὸς τὸ μέσον ἢ ἀπὸ τοῦ μέσου ἠδύνατο φέρεσθαι κατὰ τὴν ἑαυτοῦ φύσιν), ἕπεθ’ ὅτι ἀδύνατον κινηθῆναι τὴν κατὰ τόπον κίνησιν ἢ ἄνω ἢ κάτω κατασπώμενον· οὕτε γὰρ κατὰ φύσιν ἐνδέχεται κινηθῆναι κίνησιν αὗτῷ ἄλλην οὕτε παρὰ φύσιν, οὕτʼ αὐτῷ οὔτε τῶν μορίων οὐδενί· ὁ γὰρ αὐτὸς λόγος περὶ ὅλου καὶ μέρους.
又由于整体和部分在自然上是运动向同一个地方的,例如整个地球和一小块土,由此首先得出:它本身既不具有任何轻性,也不具有重性(因为否则它就能根据其自身的自然,向中心运动或离开中心运动了);其次,它也不可能由于被牵引而在空间上向上或向下运动;因为无论对它本身还是对它的任何部分,都不可能顺应自然或违背自然地进行任何其他运动;因为关于整体和部分的道理是相同的。
ὁμοίως δʼ εὔλογον ὑπολαβεῖν περὶ αὐτοῦ καὶ ὅτι ἀγένητον καὶ ἄφθαρτον καὶ ἀναυξὲς καὶ ἀναλλοίωτον, διὰ τὸ γίγνεσθαι μὲν ἅπαν τὸ γιγνόμενον ἐξ ἐναντίου τε καὶ ὑποκειμένου τινός, καὶ φθείρεσθαι ὡσαύτως ὑποκειμένου τέ τινος καὶ ὑπʼ ἐναντίου καὶ εἰς ἐναντίον, καθάπερ ἐν τοῖς πρώτοις εἴρηται λόγοις· τῶν δʼ ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι.
同样合理的是,应当设想它是不生、不灭、不增且不变的,因为凡是生成的东西都是从相反者和某种载体中生成的,而消亡同样是从某种载体,被相反者并向相反者消亡的,正如在最初的论述中已经说过的;而相反者的运动也是相反的。
εἰ δὴ τούτῳ μηδὲν ἐναντίον ἐνδέχεται εἶναι διὰ τὸ καὶ τῇ φορᾷ τῇ κύκλῳ μὴ εἶναι ἄν τινʼ ἐναντίαν κίνησιν, ὀρθῶς ἔοικεν ἡ φύσις τὸ μέλλον ἔσεσθαι ἀγένητον καὶ ἄφθαρτον ἐξελέσθαι ἐκ τῶν ἐναντίων· ἐν τοῖς ἐναντίοις γὰρ ἡ γένεσις καὶ ἡ φθορά.
因此,如果这个物体不可能有任何相反者,因为圆周运动也没有任何其他相反的运动,那么自然似乎正确地将那注定不生不灭者免除于相反者之外;因为生成和消亡是存在于相反者之中的。