Humanitext Reader

亚里士多德 · 雅典政制 §43-44

行政官职的选任与议事会及公民大会运作

第 20 段,共 33 段 · 希腊语

内容简介

总结了公民登记与青年的训练,并说明了日常行政官职的选拔方式,以及议事会和公民大会的组织与运作(包括主席团制度、法定民会的内容、一昼夜轮替的议长及议长团的产生与职权)。

§43XLIII. τὰ μὲν οὖν περὶ τὴν τῶν πολιτῶν ἐγγραφὴν καὶ τοὺς ἐφήβους βους τοῦτον ἔχει τὸν τρόπον.
XLIII. 至于公民的登记和青年(艾菲比)的事宜,其情况便是如此。
τὰς δ’ ἀρχὰς τὰς περὶ ἐγκύκλιον διοίκησιν ἁπάσας ποιοῦσι κληρωτὰς πλὴν ταμίου στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν καὶ τοῦ τῶν κρηνῶν ἐπιμελητοῦ.
日常行政的所有官职均通过抽签决定,但军事资金主管官、观剧津贴(theorikon)委员以及泉水监管官除外。
ταύτας δὲ χειροτονοῦσιν, καὶ οἱ χειροτονηθέντες ἄρχουσιν ἐκ Παναθηναίων εἰς Παναθήναια.
这些官员通过举手投票选出,当选者任期从泛雅典娜节到下一次泛雅典娜节。
[χ]ειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἁπάσας.
他们也通过举手投票选出所有与战争相关的官职。
βουλὴ δὲ κληροῦται φݲ, νݲ ἀπὸ φυλῆς ἑκάστης.
议事会由抽签选出五百人,每个部族五十人。
πρυτανεύει δ’ ἐν μέρει τῶν φυλῶν ἑκάστη καθ’ ὅ τι ἂν λάχωσιν, αἱ μὲν πρῶται τέτταρες ἓξ καὶ λ ἡμέρας ἑκάστη, αἱ δὲ ς αἱ ὕστεραι ε καὶ λ ἡμέρας ἑκάστη· κατὰ σελήνην γὰρ ἄγουσιν τὸ[ν] ἐνιαυτόν.
各部族按抽签决定的顺序轮流担任主席团(prytaneis):前四个部族各为三十六天,后六个部族各为三十五天;因为他们是按太阴历来计算一年的。
οἱ δὲ πρυτανεύοντες αὐτῶν πρῶτον μὲν συσσιτοῦσιν ἐν τῇ θόλῳ, λαμβάνοντες ἀργύριον παρὰ τῆς πόλεως, ἔπειτα συνάγουσιν καὶ τὴν βουλὴν καὶ τὸν δῆμον· μὲν οὖν βουλὴν ὅσαι ἡμέραι, πλὴν ἀάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης.
主席团成员首先在圆堂(Tholos)共同进餐,并从国家领取津贴,然后召集议事会和公民大会:议事会是每天召开(除非是放假日),而公民大会则在每期主席团任期内召开四次。
καὶ ὅσα δεῖ χρηματίζειν τὴν βουλὴν καὶ ὅ τι ἐν ἑκάστῃ τῇ ἡμέρᾳ καὶ ὅπου καθίζειν οὗτοι προγράφουσι. προυράφουσι δὲ καὶ ἐκκλησίας οὗτοι·
他们还公布议事会必须讨论的事务、每天的工作日程以及会议地点。
μίαν μὲν κυρίαν ἐν ᾖ δεῖ τὰς ἀρχὰς ἐπιχειροτονεῖν εἰ δοκοῦσι καλῶς ἄρχειν, καὶ περὶ σίτου καὶ περὶ φυλακῆς τῆς χώρας χρηματίζειν, καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγιγνώσκειν καὶ τὰς λήξεις τῶν κλήρων καὶ τῶν ἐπικλήρων [ἀναγινώσκειν], ὅπως μηδένα λάθῃ μηδὲν ἔρημον γενόμενον.
他们也公布公民大会的日程:一次为“法定民会”(kyria),在这次大会上,必须对各官员进行信任投票,看他们是否称职,并讨论粮食和国土防卫问题,并在这一天,任何有意愿的人都可以提出指控(eisangelia),并宣读被充公财产的清单,以及对遗产和继承女的权利声索,以免任何无人继承的财产在无人知晓的情况下流失。
ἐπὶ δὲ τῆς ἕκτης πρυτανείας πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας ἐπιχειροτονίαν διδόασιν εἰ δοκεῖ ποιεῖν ὴ μή, καὶ συκοφαντῶν προβολὰς τῶν Ἀθηναίων καὶ τῶν μετοίκων μεχρι τριῶν ἑκατέρων, κἄν τ[ι]ς ὑποσχόμενός τι μὴ ποιήσῃ τῷ δήμῳ.
在第六期主席团任期内,除上述事项外,他们还对应否进行陶片放逐(ostracism)进行表决,并接受对雅典人和外邦人中诬告者(sycophants)的预控(probolai),每类最多三人,以及对任何向民众做出承诺却未履行者的起诉。
ἑτέραν δὲ ταῖς ικετηρίαις, ἐν ᾖ θεὶς ὁ βουλόμενος ἱκετηρίαν [ὑπὲρ] ὧν ἂν βούληται | καὶ ἰδίων καὶ δημοσίων διαλέξεται πρὸς τὸν δῆμον.
第二次民会是专供请愿之用,在此会议上,任何有意愿的人在就其所希望的任何私事或公事提交请愿枝(hiketeria)之后,可以向民众发表讲话。
αἱ δὲ δύο περὶ τῶν ἄλλων εἰσίν, ἐν αἷς κελεύουσιν οἱ νόμοι τρία μὲν ἱερῶν χρηματίζειν, τρία δὲ κήρυξιν καὶ πρεσβείαις, τρία δὲ όσίων· χρηματίζουσιν δ’ ἐνίτε καὶ ἂνευ προχειροτονίας.
另外两次民会则处理其他事务,法律规定在这些会议上必须讨论三项关于神圣事务、三项关于传令官和使节,以及三项关于世俗事务的议题;有时他们也在未经预先表决(procheirotonia)的情况下进行讨论。
προσέρχονται δὲ καὶ οἱ κήρυκες καὶ οἱ πρέσβεις τοῖς πρυτάνεσιν πρῶτον, καὶ οἱ τὰς ἐπιστολὰς φέροντες τούτοις ἀποδιδόασι.
传令官和使节也首先会见主席团,而携带信件的人也向他们呈递信件。
§44XLIV. ἔστι δ’ ἐπιστάτης τῶν πρυτάνεων εἷς ό λαχών· οὗτος δ’ ἐπιστατεῖ νύκτα καὶ ἡμέραν, καὶ οὐκ ἔστιν οὔτε πλείω χρόνον οὔτε δὶς τὸv αὀτὸv γενέσθαι.
XLIV. 主席团设有一名经抽签产生的议长(epistates);此人担任议长一昼夜,任何人均不得任职更长时间,亦不得两次担任此职。
τηρεῖ δ’ οὗτος τάς τε κλεῖς τὰς τῶν ἱερῶν, ἐν οἷς τὰ χρήματ’ ἔστιν καὶ γράμματα τῇ πόλει, καὶ τὴν δημοσίαν καὶ μένειν ἀναγκαῖον ἐν τῇ θόλῳ τοῦτόν ἐστιν καὶ τριττὺν τῶν πρυτάνεων ἣν ἂν οὗτος κελεύῃ.
他保管存有国家资金和公文的神庙钥匙以及国印;他必须留在圆堂(Tholos)中,同时留在那里的还有他所指定的三分之一的主席团成员(trittys)。
καὶ ἐπειδὰν συναγάφωσιν οἱ πρυτάνεις τὴν βουλὴν ἢ τὸν δῆμον, οὗτος κληροῖ προέδρους ἐννέα, ἕνα ἐκ τῆς φυλῆς ἑκάστης πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα, καὶ παραδίδωσι τὸ πρόγραμμα αὐτοῖς·
当主席团召集议事会或公民大会时,此人通过抽签选出九名议长(proedroi),除担任主席团的部族外,每个部族各一人,并再次从这九人中抽签选出一名议长,并将议程交给他们。
οἱ δὲ παραλαβόντες τῆς τ’ εὐκοσμίας ἐπιμελοῦνται καὶ ὑπὲρ ὧν δεῖ χρηματίζειν προτιθέασιν καὶ τὰς χειροτονίας κρίνουσιν καὶ τὰ ἄλλα πάντα διοικοῦσιν καὶ τοῦ [τ᾿] ἀφεῖναι κύριοί καὶ ἐπιστατῆσαι μὲν οὐκ ἔξεστιν πλέον ἢ ἅπαξ ἐν τῷ ἐνιαυτῷ, προεδρεύειν δ’ ἔξεστιν ἅπαξ ἐπὶ τῆς πρυτανείας ἑκάστης.
接受议程的议长们负责维持秩序、提出待讨论的事务、判定举手表决、管理其他所有事务,并拥有宣布散会的权力。 担任议长一职在一年内不得超过一次,但担任议长团成员在每期主席团任期内允许有一次。
ποιοῦσι δὲ καὶ ἀρχαιρεσίας στρατηγῶν καὶ ἱππάρχων καὶ τῶν ἄλλων τῶν πρὸς τὸν πόλεμον ἀρχῶν ἐν τῇ ἐκκλησίᾳ, καθ’ ὅ τι ἂν τῷ δήμῳ δοκῇ· ποιοῦσι δ’ οἱ μετὰ τὴν ݲ πρυτανεύοντες ἐφ’ ὧν ἂν εὐσημία γένηται.
他们也在公民大会上进行将军、骑兵长官(hipparchs)以及其他与战争相关的官职的选举,其方式依民众决定而定;执掌此事的是第六期之后的各期主席团,并在出现吉兆时进行。
δεῖ δὲ προβούλευμα γενέσθαι καὶ περὶ τούτων.
关于这些选举,也必须事先通过议事会的预案(probouleuma)。

词汇与语法注释

  1. p.46εἰ δοκοῦσι — 连词 εἰ 引导间接疑问句(“是否被认为……”),作为不定式 ἐπιχειροτονεῖν(进行信任投票)的宾语,而非引入条件从句。
  2. 5ἣν ἂν οὗτος κελεύῃ — 关系代词 ἣν 指代阴性单数名词 τριττύν(三分之一)。带有 ἂν 和虚拟式 κελεύῃ 的结合表示泛指条件或不确定的关系从句(“无论他指定哪一个”)。
  3. 10τοῦ [τ᾿] ἀφεῖναι — 这是属格的冠词不定式(动名词用法),修饰并限制形容词 κύριοι(拥有权力的),用以具体说明权力范围(“拥有宣布散会的权力”)。

引用这一段

亚里士多德, 雅典政制 §43-44. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:43-44

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。