§43XLIII. τὰ μὲν οὖν περὶ τὴν τῶν πολιτῶν ἐγγραφὴν καὶ τοὺς ἐφήβους βους τοῦτον ἔχει τὸν τρόπον.
XLIII. さて、市民の登録と青年に関する事柄はこのようである。
τὰς δ’ ἀρχὰς τὰς περὶ ἐγκύκλιον διοίκησιν ἁπάσας ποιοῦσι κληρωτὰς πλὴν ταμίου στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν καὶ τοῦ τῶν κρηνῶν ἐπιμελητοῦ.
日常の行政に関する官職はすべて抽選制とされるが、軍事資金管理官、観劇手当管理官、および泉水管理官は例外である。
ταύτας δὲ χειροτονοῦσιν, καὶ οἱ χειροτονηθέντες ἄρχουσιν ἐκ Παναθηναίων εἰς Παναθήναια.
これらは挙手投票で選出され、選ばれた者たちはパナテナイア祭から次のパナテナイア祭まで任期を務める。
[χ]ειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἁπάσας.
また、戦争に関する官職もすべて挙手投票で選出される。
βουλὴ δὲ κληροῦται φݲ, νݲ ἀπὸ φυλῆς ἑκάστης.
評議会は500名が抽選で選ばれ、各部族から50名ずつとなる。
πρυτανεύει δ’ ἐν μέρει τῶν φυλῶν ἑκάστη καθ’ ὅ τι ἂν λάχωσιν, αἱ μὲν πρῶται τέτταρες ἓξ καὶ λ ἡμέρας ἑκάστη, αἱ δὲ ς αἱ ὕστεραι ε καὶ λ ἡμέρας ἑκάστη·
各部族が抽選による順序に従って交代で当番部族(プリュタネイス)を務め、最初の4部族はそれぞれ36日間、後半の6部族はそれぞれ35日間担当する。
κατὰ σελήνην γὰρ ἄγουσιν τὸ[ν] ἐνιαυτόν.
というのも、彼らは太陰暦によって1年を計算しているからである。
οἱ δὲ πρυτανεύοντες αὐτῶν πρῶτον μὲν συσσιτοῦσιν ἐν τῇ θόλῳ, λαμβάνοντες ἀργύριον παρὰ τῆς πόλεως, ἔπειτα συνάγουσιν καὶ τὴν βουλὴν καὶ τὸν δῆμον·
当番部族の者たちは、まず国家から支給された手当でトロス(円堂)において共同の食事をし、次に評議会と民会を招集する。
μὲν οὖν βουλὴν ὅσαι ἡμέραι, πλὴν ἀάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης.
すなわち、評議会は休会日を除き毎日、民会は各当番期に4回招集する。
καὶ ὅσα δεῖ χρηματίζειν τὴν βουλὴν καὶ ὅ τι ἐν ἑκάστῃ τῇ ἡμέρᾳ καὶ ὅπου καθίζειν οὗτοι προγράφουσι.
また、評議会が審議すべき議題、各日に何を行うべきか、そしてどこで開催するかを彼らが事前に公示する。
προυράφουσι δὲ καὶ ἐκκλησίας οὗτοι·
彼らはまた、民会の議題も公示する。
μίαν μὲν κυρίαν ἐν ᾖ δεῖ τὰς ἀρχὰς ἐπιχειροτονεῖν εἰ δοκοῦσι καλῶς ἄρχειν, καὶ περὶ σίτου καὶ περὶ φυλακῆς τῆς χώρας χρηματίζειν, καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγιγνώσκειν καὶ τὰς λήξεις τῶν κλήρων καὶ τῶν ἐπικλήρων [ἀναγινώσκειν], ὅπως μηδένα λάθῃ μηδὲν ἔρημον γενόμενον.
そのうちの1回は定例民会であり、そこでは諸官職の職務遂行が適切であるかどうかの信任投票を行い、穀物供給や国土の防衛について審議し、また希望する者がこの日に告発(エイサンゲリア)を提起できるようにし、さらに没収財産の目録や、相続遺産や相続女に対する請求権の公示を朗読する。 これは、相続人がいないまま放置される財産が誰にも知られずに終わることがないようにするためである。
ἐπὶ δὲ τῆς ἕκτης πρυτανείας πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας ἐπιχειροτονίαν διδόασιν εἰ δοκεῖ ποιεῖν ὴ μή, καὶ συκοφαντῶν προβολὰς τῶν Ἀθηναίων καὶ τῶν μετοίκων μεχρι τριῶν ἑκατέρων, κἄν τ[ι]ς ὑποσχόμενός τι μὴ ποιήσῃ τῷ δήμῳ.
また、第六当番期においては、上述の事項に加えて、陶片追放を実施すべきか否かについての予備投票を行い、またアテナイ市民と在留外人それぞれ3名を上限とする告発屋(シュコファンテース)に対する予備告発(プロボレー)や、民衆に約束をしながら実行しなかった者に対する告発も受け付ける。
ἑτέραν δὲ ταῖς ικετηρίαις, ἐν ᾖ θεὶς ὁ βουλόμενος ἱκετηρίαν [ὑπὲρ] ὧν ἂν βούληται | καὶ ἰδίων καὶ δημοσίων διαλέξεται πρὸς τὸν δῆμον.
第二の民会は嘆願のためのものであり、そこでは希望する者が私事・公事のいかんを問わず、自らの望む事柄について嘆願の枝(ヒケテリア)を置き、民衆に対して発言することができる。
αἱ δὲ δύο περὶ τῶν ἄλλων εἰσίν, ἐν αἷς κελεύουσιν οἱ νόμοι τρία μὲν ἱερῶν χρηματίζειν, τρία δὲ κήρυξιν καὶ πρεσβείαις, τρία δὲ όσίων·
残りの二つの民会はその他の事項を扱う。 法律はそれらの民会において、神事について三つ、伝令および使節について三つ、世俗の事柄について三つの議題を審議することを規定している。
χρηματίζουσιν δ’ ἐνίτε καὶ ἂνευ προχειροτονίας.
なお、事前投票を経ずに審議に入ることもある。
προσέρχονται δὲ καὶ οἱ κήρυκες καὶ οἱ πρέσβεις τοῖς πρυτάνεσιν πρῶτον, καὶ οἱ τὰς ἐπιστολὰς φέροντες τούτοις ἀποδιδόασι.
また、伝令や使節もまず第一に当番部族のところに出頭し、書簡を持参した者たちも彼らにそれを手渡す。
§44XLIV. ἔστι δ’ ἐπιστάτης τῶν πρυτάνεων εἷς ό λαχών·
XLIV. 当番部族(プリュタネイス)の中には抽選で選ばれた一人の代表(エピスタテース)が置かれる。
οὗτος δ’ ἐπιστατεῖ νύκτα καὶ ἡμέραν, καὶ οὐκ ἔστιν οὔτε πλείω χρόνον οὔτε δὶς τὸv αὀτὸv γενέσθαι.
この代表は一昼夜その職務を行い、それ以上の期間にわたって在任することも、同じ者が二度代表となることも許されない。
τηρεῖ δ’ οὗτος τάς τε κλεῖς τὰς τῶν ἱερῶν, ἐν οἷς τὰ χρήματ’ ἔστιν καὶ γράμματα τῇ πόλει, καὶ τὴν δημοσίαν καὶ μένειν ἀναγκαῖον ἐν τῇ θόλῳ τοῦτόν ἐστιν καὶ τριττὺν τῶν πρυτάνεων ἣν ἂν οὗτος κελεύῃ.
彼は、国家の資金や公文書が保管されている神殿の鍵、および国家の公印を保管する。 また、彼自身、ならびに彼が指示する当番部族の三分の一の構成員(トリッテュス)は、トロス(円堂)に常駐することが義務づけられている。
καὶ ἐπειδὰν συναγάφωσιν οἱ πρυτάνεις τὴν βουλὴν ἢ τὸν δῆμον, οὗτος κληροῖ προέδρους ἐννέα, ἕνα ἐκ τῆς φυλῆς ἑκάστης πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα, καὶ παραδίδωσι τὸ πρόγραμμα αὐτοῖς·
当番部族が評議会または民会を招集すると、この代表は、当番期を務めていない各部族から1名ずつ、計9名の議長(プロエドロイ)を抽選で選び、さらに彼らの中から1名の代表を抽選で決定して、彼らに議題を手渡す。
οἱ δὲ παραλαβόντες τῆς τ’ εὐκοσμίας ἐπιμελοῦνται καὶ ὑπὲρ ὧν δεῖ χρηματίζειν προτιθέασιν καὶ τὰς χειροτονίας κρίνουσιν καὶ τὰ ἄλλα πάντα διοικοῦσιν καὶ τοῦ [τ᾿] ἀφεῖναι κύριοί καὶ ἐπιστατῆσαι μὲν οὐκ ἔξεστιν πλέον ἢ ἅπαξ ἐν τῷ ἐνιαυτῷ, προεδρεύειν δ’ ἔξεστιν ἅπαξ ἐπὶ τῆς πρυτανείας ἑκάστης.
議題を受け取った議長たちは、秩序の維持に努め、審議すべき事項を上程し、挙手投票の判定を行い、その他すべての運営を管理し、閉会を宣言する権限を持つ。 代表(エピスタテース)を務めることは年間1回を超えては許されないが、議長(プロエドロス)となることは各当番期に1回ずつ許されている。
ποιοῦσι δὲ καὶ ἀρχαιρεσίας στρατηγῶν καὶ ἱππάρχων καὶ τῶν ἄλλων τῶν πρὸς τὸν πόλεμον ἀρχῶν ἐν τῇ ἐκκλησίᾳ, καθ’ ὅ τι ἂν τῷ δήμῳ δοκῇ·
また、民会において、民衆が決定する規定に従い、将軍や騎兵長官、その他の軍事官職の選挙を行う。
ποιοῦσι δ’ οἱ μετὰ τὴν ݲ πρυτανεύοντες ἐφ’ ὧν ἂν εὐσημία γένηται.
これを執り行うのは、第六当番期以降に当番となるプリュタネイスであり、吉兆が得られたときに行われる。
δεῖ δὲ προβούλευμα γενέσθαι καὶ περὶ τούτων.
これらの選挙についても、事前の評議会決議(プロブーレウマ)が必要である。