§3.13Ὅτι δʼ οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ ζῴου σῶμα, φανερόν, λέγω δʼ οἷον πύρινον ἢ ἀέρινον.
显而易见,动物的身体不可能是简单的——我指的是例如由火或空气构成的。
ἄνευ μὲν γὰρ ἁρῆς οὐδεμίαν ἐνδέχεται ἄλλην αἴσθησιν ἔχειν· τὸ γὰρ σῶμα ἁπτικὸν τὸ ἔμψυχον πᾶν, ὥσπερ εἴρηται.
因为没有触觉,就不可能具有任何其他感觉;因为每一个具有灵魂的身体都是能够进行触觉的,正如已经说过的。
τὰ δὲ ἄλλα ἔξω γῆς αἰσθητήρια μὲν ἂν γένοιτο, πάντα δὲ τῷ δἰ ἑτέρου αἰσθάνεσθαι ποιεῖ τὴν αἴσθησιν, καὶ διὰ τῶν μεταξύ.
除地(土)以外的其他感觉器官虽可成为感觉器官,但它们全都通过某种他物进行感觉来产生感觉,并且是通过中间介质。
ἡ δʼ ἁρὴ τῷ αὐτῶν ἅπτεσθαί ἐστιν, διὸ καὶ τοὔνομα τοῦτο ἔχει.
而触觉则是通过接触对象本身进行的,因此它也具有这个名称。
καίτοι καὶ τὰ ἄλλα αἰσθητήρια ἁφῇ αἰσθάνεται, ἀλλά δἰ ἑτέρου· αὕτη δὲ δοκεῖ μόνη δἰ αὑτῆς.
然而,其他感觉器官也通过触觉进行感觉,但必须通过他物;而唯独这一感觉似乎是通过自身进行感觉的。
ὥστε τῶν μὲν τοιούτων στοιχείων οὐθὲν ἂν εἴη σῶμα τοῦ ζῴου.
因此,动物的身体不可能是这些元素中的任何一种。
οὐδὲ δὴ γήϊνον.
当然,也不可能是由地构成的。
πάντων γὰρ ἡ ἁρὴ τῶν ἁπτῶν ἐστὶν. ὥσπερ μεσότης, καὶ δεκτικὸν τὸ αἰσθητήριον οὐ μόνον ὅσαι διαφοραὶ γῆς εἰσίν, ἀλλὰ καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων ἁπτῶν ἁπάντων.
因为触觉是针对所有可触及之物的,它就像是一种中庸,其感觉器官不仅能接受地的各种差异,还能接受热与冷以及所有其他可触及的品质。
καὶ διὰ τοῦτο τοῖς ὀστοῖς καὶ ταῖς θριξὶ καὶ τοῖς τοιούτοις μορίοις οὐκ αἰσθανόμεθα, ὅτι γῆς ἐστίν, καὶ τὰ φυτὰ διὰ τοῦτο οὐδεμίαν ἔχει αἴσθησιν, ὅτι γῆς ἐστίν.
因此,我们不能用骨头、毛发以及诸如此类的部位进行感觉,因为它们是由地构成的;植物也因这一原因而不具有任何感觉,因为它们是由地构成的。
ἄνευ δὲ ἁρῆς οὐδεμίαν οἷόν τε ἄλλην ὑπάρχειν, τοῦτο δὲ τὸ αἰσθητήριον οὐκ ἔστιν οὔτε γῆς οὔτε ἄλλου τῶν στοιχείων οὐδενός.
但是,没有触觉,就没有任何其他感觉可能存在,而这一感觉器官既不属于地,也不属于任何其他元素。
φανερὸν τοίνυν ὅτι ἀνάγκη μόνης ταύτης στερισκόμενα τῆς αἰσθήσεως τὰ ζῷα ἀποθντήσκειν·
因此,显而易见,动物仅因丧失这一感觉就必然会死亡。
οὔτε γὰρ ταύτην ἔχειν οἷόν τε μὴ ζῷον ὄν, οὔτε ζῷον ὂν ἄλλην ἔχειν ἀνάγκη πλὴν ταύτην.
因为非动物不可能具有这一感觉,而作为动物,除这一感觉之外,并无必要具有其他任何感觉。
καὶ διὰ τοῦτο τὰ μὲν ἄλλα αἰσθητὰ ταῖς ὑπερβολαῖς οὐ διαφθείρει τὸ ζῷον, οἷον χρῶμα καὶ φόρος καὶ ὀσμή, ἀλλὰ μόνον τὰ αἰσθητήρια, ἂν μὴ κατὰ συμβεβηκός, οἶον ἂν ἅμα τῷ ψόφῳ ὦσις γένηται καὶ πληγή· καὶ ὑπὸ ὁραμάτων καὶ ὀσμῆς ἕτερα κινεῖται, ἃ τῇ ὁφῇ φθείρει.
也正因为如此,其他感觉对象的过度,例如颜色、声音和气味,并不会毁灭动物,而只是毁灭感觉器官,除非是偶然发生的,例如在产生声音的同时发生了推动和击打;而且其他事物受到视觉对象和气味的运动,它们通过触觉而毁灭。
καὶ ὁ χυμὸς δὲ ᾗ ἅμα συμβαίνει ἁπτικὸν εἶναι, ταύτῃ φθείρει.
此外,味(风味)在它同时也是一种可触及之物的范围内,在这一方面也会带来毁灭。
ἡ δὲ τῶν ἁπτῶν ὑπερβολή, οἷον θερμῶν καὶ ψυχρῶν καὶ σκληρῶν, ἀναιρεῖ τὸ ζῷον· παντὸς μὲν γὰρ ὑπερβολὴ αἰσθτητοῦ ἀναιρεῖ τὸ αἰσθητήριον, ὥστε καὶ τὸ ἁπτὸν τὴν ἁφήν, ταύτῃ δὲ ὥρισται τὸ ζῷον·
但是,可触及之物的过度,例如热、冷和硬的事物,则会毁灭动物本身;因为任何感觉对象的过度都会毁灭感觉器官,因而可触及之物也会毁灭触觉,而动物正是由这一感觉来定义的。
ἄνευ γὰρ ἁφῆς δέδεικται ὅτι ἀδύνατον εἶναι ζῷον.
因为已经证明,没有触觉,动物是不可能存在的。
διὸ ἡ τῶν ἁπτῶν ὑπερβολὴ οὐ μόνον τὸ αἰσθητήριον φθείρει, ἀλλὰ καὶ τὸ ζῷον, ὅτι ἀνάγκη μόνην ἔχειν ταύτην.
因此,可触及之物的过度不仅毁灭感觉器官,也毁灭动物,因为动物必须必然唯独具有这一感觉。
τὰς δʼ ἄλλας αἰσθήσεις ἔχει τὸ ζῴον, ὥσπερ εἴρηται, οὐ τοῦ εἶναι ἕνεκα ἀλλὰ τοῦ εὖ, οἷον ὄψιν, ἐπεὶ ἐν ἀέρι καὶ ὕδατι, ὅπως ὁρᾷ, ὅλως δʼ ἐπεὶ ἐν διαφανεῖ, γεῦσιν δὲ διὰ τὸ ἡδὺ καὶ λυπηρόν, ἵνα αἰσθάνηται τὸ ἐν τροφῇ καὶ ἐπιθυμῇ καὶ κινῆται, ἀκοὴν δὲ ὅπως σημαίνηταί τι αὐτῷ.
至于其他感觉,正如已经说过的,动物具有它们并不是为了生存,而是为了良好生存;例如,视觉是因为处于空气和水中,以便它能看见,通常是因为处于透明介质中;味觉是为了体验愉快与痛苦,以便它能感知食物中的成分并产生欲望和运动;听觉则是为了向它传递某种信号。