Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.17

有中介命题中谬误推论的产生条件

第 95 段,共 123 段 · 希腊语

内容简介

本章讨论了在非无中介(即有中介)的事物中产生谬误推论的情况,分析了在第一格和第二格中,根据否定和肯定推论、以及使用固有中介还是其他中介,前提真假的各种组合。

§2.1.17Ἐν δὲ τοῖς μὴ ἀτόμως ὑπάρχουσιν, ὅταν μὲν διὰ τοῦ οἰκείου μέσου γίνηται τοῦ ψεύδους ὁ συλλογισμός, οὐχ οἷόν τε ἀμφοτέρας ψευδεῖς εἶναι τὰς προτάσεις, ἀλλὰ μόνον τὴν πρὸς τῷ μείζονι ἄκρῳ.
而在非无中介而属于的事物中,当谬误的推论是通过固有的中介产生时,两个前提不可能都是假的,而只有与大极相关的那个前提是假的。
(λέγω δʼ οἰκεῖον μέσον διʼ οὗ γίνεται τῆς ἀντιφάσεως ὁ συλλογισμός.
(我所说的固有中介是指通过它产生矛盾结论的推论的中介。
) ὑπαρχέτω γὰρ τὸ τῷ Β διὰ μέσου τοῦ Γ ἐπεὶ οὖν ἀνάγκη τὴν Γ Β καταφατικὴν λαμβάνεσθαι συλλογισμοῦ γινομένου, δῆλον ὅτι ἀεὶ αὕτη ἔσται ἀληθής· οὐ γὰρ ἀντιστρέφεται.
)因为设A通过中介Γ而属于B;那么,由于在推论产生时,Γ-B前提必然被取为肯定前提,显然这个前提将总是真的;因为它是不能反转的。
ἡ δὲ Γ ψευδής· ταύτης γὰρ ἀντιστρεφομένης ἐναντίος γίνεται ὁ συλλογισμός.
而Γ-A前提则是假的;因为由于它的反转,产生相反的推论。
ὁμοίως δὲ καὶ εἰ ἐξ ἄλλης συστοιχίας ληφθείη τὸ μέσον, οἷον τὸ Δ εἰ καὶ ἐν τῷ ὅλῳ ἐστι καὶ κατὰ τοῦ Β κατηγορεῖται παντός· ἀνάγκη γὰρ τὴν μὲν Δ Β πρότασιν μένειν, τὴν δʼ ἑτέραν ἀντιστρέφεσθαι, ὥσθ᾿ ἡ μὲν ἀεὶ ἀληθής, ἡ δʼ ἀεὶ ψευδής.
同样,如果中介是从另一个同类系列中取出来的,例如Δ,如果它既在整体中,又被述语于所有的B;因为Δ-B前提必然保持,而另一个前提必须反转,因此一者总是真的,而另一者总是假的。
καὶ σχεδὸν ἥ γε τοιαύτη ἀπάτη ἡ αὐτή ἐστι τῇ διὰ τοῦ οἰκείου μέσου.
几乎这种谬误与通过固有中介产生的谬误是一样的。
ἐὰν δὲ μὴ διὰ τοῦ οἰκείου μέσου γίνηται ὁ συλλογισμός, ὅταν μὲν ὑπὸ τὸ Α ᾖ τὸ μέσον, τῷ δὲ Β μηδενὶ ὑπάρχῃ, ἀνάγκη ψευδεῖς εἶναι ἀμφοτέρας.
但是,如果推论不是通过固有中介产生的,当中介在A之下,且不属于任何B时,两个前提必然都是假的。
ληπτέαι γὰρ ἐναντίως ἢ ὡς ἔχουσιν αἱ προτάσεις, εἰ μέλλει συλλογισμὸς ἔσεσθαι· οὕτω δὲ λαμβανομένων ἀμφότεραι γίνονται ψευδεῖς.
因为如果要产生推论,前提必须取与它们实际相反的情况;而这样取时,两者都变成假的。
οἷον εἰ τὸ μὲν ὅλῳ τῷ Δ ὑπάρχει, τὸ δὲ Δ μηδενὶ τῶν Β· ἀντιστραφέντων γὰρ τούτων συλλογισμός τʼ ἔσται καὶ αἱ προτάσεις ἀμφότεραι ψευδεῖς.
例如,如果A属于整个Δ,而Δ不属于任何B;因为当这些被反转时,既会有推论,且两个前提都是假的。
ὅταν δὲ μὴ ᾖ ὑπὸ τὸ τὸ μέσον, οἷον τὸ Δ, ἡ μὲν Α Δ ἀληθὴς ἔσται, ἡ δὲ Δ Β ψευδής.
但当中介(如Δ)不在A之下时, A-Δ前提将是真的,而Δ-B前提将是假的。
ἡ μὲν γὰρ Α Δ ἀληθής, ὅτι οὐκ ἦν ἐν τῷ Α τὸ Δ, ἡ δὲ Δ ψευδής, ὅτι εἰ ἦν ἀληθής, κἂν τὸ συμπέρασμα ἦν ἀληθές· ἀλλʼ ἦν ψεῦδος.
因为A-Δ 是真的,因为Δ不在A中,而Δ-B是假的,因为如果它是真的,结论也就会是真的;但结论是假的。
Διὰ δὲ τοῦ μέσου σχήματος γινομένης τῆς ἀπάτης, ἀμφοτέρας μὲν οὐκ ἐνδέχεται ψευδεῖς εἶναι τὰς προτάσεις ὅλας (ὅταν γὰρ τὸ Β ὑπὸ τὸ Α, οὐδὲν ἐνδέχεται τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχειν, καθάπερ ἐλέχθη καὶ πρότερον), τὴν ἑτέραν δʼ ἐγχωρεῖ, καὶ ὁποτέραν ἔτυχεν.
而当谬误是通过第二格产生时,两个前提不可能在整体上都是假的(因为当B在A之下时,不可能有任何东西属于一者的全部而不属于另一者的任何部分,正如前面所说的那样),但其中一个前提是假的则是可能的,且无论是哪一个。
εἰ γὰρ τὸ Γ καὶ τῷ Α καὶ τῷ Β ὑπάρχει, ἐὰν ληφθῇ τῷ μὲν Α ὑπάρχειν τῷ δὲ Β μὴ ὑπάρχειν, ἡ μὲν Γ Α ἀληθὴς ἔσται, ἡ δʼ ἑτέρα ψευδής.
因为如果 Γ既属于A也属于B,如果设定它属于A而不属于B,那么Γ-A前提将是真的,而另一个前提是假的。
πάλιν δʼ εἰ τῷ μὲν Β ληφθείη τὸ ὑπάρχον, τῷ δὲ Α μηδενί, ἡ μὲν Γ Β ἀληθὴς ἔσται, ἡ δʼ ἑτέρα ψευδής.
反之,如果设定属于B而不属于任何A,那么Γ-B前提将是真的,而另一个前提是假的。
Ἐὰν μὲν οὖν στερητικὸς ᾖ τῆς ἀπάτης ὁ συλλογισμός, εἴρηται πότε καὶ διὰ τίνων ἔσται ἡ ἀπάτη· ἐὰν δὲ καταφατικός, ὅταν μὲν διὰ τοῦ οἰκείου μέσου, ἀδύνατον ἀμφοτέρας εἶναι ψευδεῖς· ἀνάγκη γὰρ τὴν Γ Β μένειν, εἴπερ ἔσται συλλογισμός, καθάπερ ἐλέχθη καὶ πρότερον.
因此,如果谬误的推论是否定的,那么何时以及通过什么会产生谬误已经说明;但如果是肯定的,当通过固有中介产生时,两个前提不可能都是假的;因为如果要产生推论,Γ-B前提必然保持,正如前面所说的那样。
ὥστε ἡ Α Γ ἀεὶ ἔσται ψευδής· αὕτη γάρ ἐστιν ἡ ἀντιστρεφομέντη.
因此,A-Γ 将总是假的;因为它是要被反转的。
ὁμοίως δὲ καὶ εἰ ἐξ ἄλλης συστοιχίας λαμβάνοιτο τὸ μέσον, ὥσπερ ἐλέχθη καὶ ἐπὶ τῆς στερητικῆς ἀπάτης· ἀνάγκη γὰρ τὴν μὲν Δ Β μένειν, τὴν δʼ Δ ἀντιστρέφεσθαι, καὶ ἡ ἀπάτη ἡ αὐτὴ τῇ πρότερον.
同样,如果中介是从另一个系列中取出的,也正如在否定谬误中所说的那样;因为Δ-B必然保持,而A-Δ真实地被反转,其谬误与前者相同。
ὅταν δὲ μὴ διὰ τοῦ οἰκείου, ἐὰν μὲν ᾖ τὸ Δ ὑπὸ τὸ Α, αὕτη μὲν ἔσται ἀληθής, ἡ ἑτέρα δὲ ψευδής· ἐγχωρεῖ γὰρ τὸ Α πλείοσιν ὑπάρχειν ἃ οὐκ ἔστιν ὑπʼ ἄλληλα.
但当不是通过固有中介时,如果 Δ在A之下,这个前提将是真的,而另一个前提将是假的;因为A可以属于不互相隶属的多个事物。
ἐὰν δὲ μὴ ᾖ τὸ Δ ὑπὸ τὸ Α, αὕτη μὲν ἀεὶ δῆλον ὅτι ἔσται ψευδής (καταφατικὴ γὰρ λαμβάνεται), τὴν δὲ Δ Β ἐνδέχεται καὶ ἀληθῆ εἶναι καὶ ψευδῆ· οὐδὲν γὰρ κωλύει τὸ μὲν Α τῷ Δ μηδενὶ ὑπάρχειν, τὸ δὲ Δ τῷ Β παντί, οἷον ζῷον ἐπιστήμῃ, ἐπιστήμη δὲ μουσικῇ.
但如果Δ不在A之下,这个前提显然总是假的(因为它是被取为肯定的),而Δ-B则可能是真的也可能是假的;因为没有什么阻止A不属于任何Δ,而Δ属于所有B,例如动物之于科学,科学之于音乐。
οὐδʼ αὖ μήτε τὸ Α μηδενὶ τῶν Δ μήτε τὸ Δ μηδενὶ τῶν Β. Ποσαχῶς μὲν οὖν καὶ διὰ τίνων ἐγχωρεῖ γίνεσθαι τὰς κατὰ συλλογισμόν ἀπάτας ἔν τε τοῖς ἀμέσοις καὶ ἐν τοῖς διʼ ἀποδείξεως, φανερόν.
同样,也不阻止A不属于任何Δ,且Δ不属于任何B。 显而易见,在无中介的事物和通过证明的事物中,通过推论产生谬误的情况有多少种,以及通过什么产生。

词汇与语法注释

  1. 80b20οἰκεῖον μέσον — 正如亚里士多德紧接着所定义的,它指的是产生矛盾结论之推论的中介,即表明名辞之间固有或本质联系的中介。
  2. 80b23οὐ γὰρ ἀντιστρέφεται — 此处的 ἀντιστρέφεται 并非指单纯的“换位”,而是指其真值或性质发生反转。它作为保持原样以使推论成立的相反情况来使用。
  3. 81a30οἷον ζῷον ἐπιστήμῃ, ἐπιστήμη δὲ μουσικῇ — 举例说明了当A为“动物”、Δ为“知识”、B为“音乐”时的情况。音乐是知识(Δ-B为真),但知识不是动物(实际是A-Δ“动物不属于任何知识”为真)。然而为了导向谬误的肯定推论,A-Δ被设定为肯定“动物属于所有知识”(为假),从而导向假结论“动物属于所有音乐”。

引用这一段

亚里士多德, 前分析篇 §2.1.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。