Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §1597-1673

埃癸斯托斯与歌队的对抗及确立统治

第 17 段,共 17 段 · 希腊语

内容简介

埃癸斯托斯夸耀杀死阿伽门农是其正当的复仇,而歌队对此表示强烈反对,并预言俄瑞斯忒斯将会归来报仇。在一触即发的紧要关头,克留泰涅斯特拉介入劝解双方,并与埃癸斯托斯共同宣誓作为统治者管理家宅,戏剧由此落幕。

§1597ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.
(埃癸斯托斯)正如你所见,他吃下了对他这一族而言是毁灭性的食物。
§1598κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον §1599ᾤμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν, §1600μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται, §1601λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ, §1602οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
随后,他认出了这不净的恶行,他痛哭哀号,向后倒下,呕吐出被宰杀的血肉,并祈咒佩洛普斯家族遭受无法忍受的厄运,踢翻宴席,使这踢击与他的诅咒一同伸张正义, “愿普勒斯泰涅斯的整个家族也如此毁灭!
§1603ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα.
” 正是因为这些,你才得以看见这个男人倒在这里。
§1604κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
而我,正是这场谋杀的正当策划者。
§1605τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ πατρὶ §1606συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις:
因为我作为我那悲惨父亲身边的第三个孩子,在我还在襁褓中是个幼婴儿时,他便将我一同驱逐了出去。
§1607τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν.
但当我长大成人,正義又将我带了回来。
§1608καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν, §1609πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
虽然我身在国外,但我依然触及了这个人,织就了阴谋的每一个手段。
§1610οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί, §1611ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
如此一来,现在对我而言,甚至连死亡也是美好的,既然我已经看见这个男人落入正义的罗网之中。
§1612Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
(歌队)埃癸斯托斯啊,我不敬重在不幸中肆意侮辱他人的人。
§1613σὺ δ᾽ ἄνδρα τόνδε φῂς ἑκὼν κατακτανεῖν, §1614μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον: §1615οὔ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα §1616δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς.
你自称是你心甘情愿杀死了这个男人,且独自策划了这场令人同情的谋杀;但我要说,在裁判中,你的头颅绝无法逃脱确切地知道吧,那是民众投石的诅咒。
§1617σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος §1618κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
(埃癸斯托斯)你坐在最下层的船桨上,竟敢说出这种话,明明是上层桨座上的人掌控着船只?
§1619γνώσει γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ §1620τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
尽管你已是个老人,你也终将明白接受教训是多么痛苦,在你这个年纪,却被命令要举止端庄。
§1621δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες §1622δύαι διδάσκειν ἐξοχώταται φρενῶν §1623ἰατρομάντεις.
然而,牢狱和饥饿的痛苦,是教导老年心智最出色的心灵医术师。
οὐχ ὁρᾷς ὁρῶν τάδε;
你明明看着这一切,却看不见吗?
§1624πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.
不要用脚踢刺棒,免得你撞上而受苦。
§1625γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων §1626οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνας ἅμα §1627ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον;
(歌队)妇人啊,你留在家里等待从战场归来的人,在看守门户的同时玷污了丈夫的床榻,竟给身为将军的那人策划了这样的死局?
§1628καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
(埃癸斯托斯)那些话语也将是泪水的源头。
§1629Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
你拥有一条与奥非乌斯相反的舌头。
§1630ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ, §1631σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασιν §1632ἄξει: κρατηθεὶς δ᾽ ἡμερώτερος φανεῖ.
因为他用歌声带着喜悦引导万物,你却用愚蠢的吠叫激怒众人,将会被拉走;而一旦被降服,你就会显得温顺得多。
§1633ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσει, §1634ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας μόρον, §1635δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
(歌队)倒好像你真的能成为阿耳戈斯人的僭主似的,你这人在策划了这个人的死期之后,却连亲手执行这桩恶行的胆量都没有!
§1636τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς: §1637ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.
(埃癸斯托斯)因为欺骗他显然是女人的本分;而我则是被怀疑的宿敌。
§1638ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι §1639ἄρχειν πολιτῶν: τὸν δὲ μὴ πειθάνορα §1640ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
尽管如此,依靠这个人的财富,我将尝试统治公民;而对那不听话的人,我将套上沉重的枷锁,绝不让他像一匹吃了大麦、意气风发的副马那样撒野。
§1641κριθῶντα πῶλον: ἀλλ᾽ ὁ δυσφιλεῖ σκότῳ §1642λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται.
相反,在可憎的黑暗中,与他同住的饥饿,将会见他变得温顺。
§1643τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς §1644οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ §1645χώρας μίασμα καὶ θεῶν ἐγχωρίων §1646ἔκτειν᾽;
(歌队)既然如此,为什么你那卑劣的灵魂,没有亲手杀死这个男人,反而让一个女人,这个国家以及本土神灵的污秽,杀死了他?
Ὀρέστης ἆρά που βλέπει φάος,
俄瑞斯忒斯是否在某处仍得见光明?
§1647ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ §1648ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
愿他能伴随好运回到这里,成为这两个人无可匹敌的惩罚者?
§1649ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσει τάχα.
(埃癸斯托斯)好吧,既然你们执意要如此行事和说话,你们很快就会知道。
§1650εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.
来吧,亲爱的卫士们,这桩差事近在眼前。
§1651εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
来吧,每个人都准备好,将手按在剑柄上。
§1652ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
(歌队)的确,我也手按剑柄,绝不拒绝受死。
§1653δεχομένοις λέγεις θανεῖν σε: τὴν τύχην δ᾽ αἱρούμεθα.
(埃癸斯托斯)你对乐于接受它的人说起受死;我们便接受这预兆。
§1654μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
(克留泰涅斯特拉)万万不可,我最亲爱的人啊,让我们不要再作别的恶事。
§1655ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος:
仅仅收割这些,就已是满载苦难的悲惨收获。
§1656πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει: μηδὲν αἱματώμεθα.
痛苦已经足够了;让我们不要再流血。
§1657στεῖχε καὶ σὺ χοἰ γέροντες πρὸς δόμους πεπρωμένους §1658[τούσδε],
你也去吧,还有众位长者,回到你们被命定的家宅中,[这些家,]在你们因行动而受苦之前。
§1659πρὶν παθεῖν ἔρξαντες: ἀρκεῖν χρῆν τάδ᾽ ὡς ἐπράξαμεν.
我们必须对自己所做的事感到满足。
εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ ἄν, §1660δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
如果这些苦难确实可以终结,我们便接受它,惨遭神灵沉重铁蹄击打的我们。
§1661ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.
这就是一个女人的话,如果有人愿意从中学习的话。
§1662ἀλλὰ τούσδ᾽ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι §1663κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους, §1664σώφρονος γνώμης δ᾽ ἁμαρτεῖν τὸν κρατοῦντά <θ᾽ ὑβρίσαι>. §1665οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν.
(埃癸斯托斯)但是,这些家伙竟对我吐出这般愚蠢的话语,仿佛在试探命运一样吐出这些词句,失去明智的判断,并侮辱统治者…… (歌队)向恶人摇尾乞怜,绝非阿耳戈斯人的作风。
§1666ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι.
(埃癸斯托斯)但在未来的日子里,我依然会追捕你们。
§1667οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν.
(歌队)不会的,只要神灵指引俄瑞斯忒斯回到这里。
§1668οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
(埃癸斯托斯)我很清楚,那些流亡者都是靠希望度日的。
§1669πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.
(歌队)做吧,肥起来吧,践踏正义吧,既然你有这权力。
§1670ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.
(埃癸斯托斯)你要知道,你必将因这愚蠢而向我付出代价。
§1671κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.
(歌队)自鸣得意地夸口吧,就像母鸡身边的公鸡一样。
§1672μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων: <ἐγὼ> §1673καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶσ>.
(克留泰涅斯特拉)不要理会这些虚妄的吠叫;我和你,作为这所家宅的统治者,定能将其治理得井井有条。

词汇与语法注释

  1. §1601λάκτισμα δείπνου ξυνδίκως τιθεῖς ἀρᾷ — 将踢翻宴席(λάκτισμα δείπνου)的行为,视为使他的诅咒(ἀρᾷ)与正义(ξυνδίκως)相一致的象征性仪式。分词 τιθεῖς 具有“使……成为、视……为”的意思。
  2. §1605τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ πατρὶ — 前置词 ἐπί 加上与格表示“除……之外”或“伴随……”,此处指“在我那悲惨的父亲之外(或陪伴着他)作为第三个孩子”。“τρίτον 攻τα μ᾽”(我作为第三个孩子)作动词 συνεξελαύνει(一同驱逐)的宾格宾语。
  3. §1620σωφρονεῖν εἰρημένον — εἰρημένον 是无人称动词的宾格绝对(accusative absolute)结构,构成时间或让步状语从句(“当被命令要举止端庄时”)。不定式 σωφρονεῖν(守规矩、明智)充当该无人称结构的动词主语。

引用这一段

埃斯库罗斯, 阿伽门农 §1597-1673. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:1597-1673

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。