Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §1-110

守望者的独白与长老入场歌的开始

第 1 段,共 17 段 · 希腊语

内容简介

守望者等待宣告特洛伊陷落的烽火信号的独白,以及长老们歌唱远征历史与不祥征兆的开场献诗(进场歌)。

§1θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων, §2φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος §3στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, §4ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, §5καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς §6λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι §7[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].
我向神明祈求脱离这些辛劳,历经一整年守望的漫长,在此期间我靠在阿特雷斯家族的屋顶上,如狗一般,我已熟悉了夜空星辰的聚会,以及那些给凡人带来冬与夏的、在以太中闪耀并显得卓越的君王, [那些星辰,在它们陨落时,以及它们升起时]。
§8καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον, §9αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν §10ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ §11γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
如今,我正守望着火光的信号,那从特洛伊带来攻陷之谣言与消息的火光;因为那怀着男子般谋划与希望的女人之心正如此统治着。
§12εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω §13εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην §14ἐμήν: φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ, §15τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ: §16ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ, §17ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος, §18κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων §19οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.
每当我来到我那夜间游荡、沾满露水的且不为我的梦境所拜访的床榻时——因为恐惧代替睡眠伫立在旁,阻止我紧闭双眼安睡—— 每当我想要唱歌或哼鸣,用歌声调制这对抗睡眠的良药时,我便哭泣,为这家族的遭遇叹息,它已不复从前那般管理得井井有条。
§20νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων §21εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
但愿如今能有幸脱离辛劳,随着报喜的火光在黑暗中显现。
§22ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον §23φάος πιφαύσκων καὶ χορῶν κατάστασιν §24πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
噢,欢迎你,黑夜的火炬,你昭示了白昼的光芒,并在阿耳戈斯兴起许多舞蹈,因着这桩喜事。
§25ἰοὺ ἰού.
哟,哟。
§26Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς §27εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις §28ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι §29ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις §30ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει:
我向阿伽门农的妻子清晰地示意,让她尽快从床上起来,在宫殿中对着这火炬升起吉利的欢呼,如果伊利翁的城池确实已被攻陷,正如那烽火所昭示的那样。
§31αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι.
我自己也要跳起前奏之舞。
§32τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι §33τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.
我要把主人们的幸运算作自己的幸运,因为这守望烽火为我投出了“三个六”的佳运。
§34γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα §35ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
无论如何,但愿能在这殿宇之主归来时,用我的手握住他那亲切的手。
§36τὰ δ᾽ ἄλλα σιγῶ: βοῦς ἐπὶ γλώσσῃ μέγας §37βέβηκεν: οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι, §38σαφέστατ᾽ ἂν λέξειεν: ὡς ἑκὼν ἐγὼ §39μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
至于其余的事,我保持沉默;一只大牛踩在我的舌头上;但这座房子本身,如果能发出声音,会说得最清楚不过;因为我是甘愿对知者言,对不知者忘。
§40δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου §41μέγας ἀντίδικος, §42Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων, §43διθρόνου Διόθεν καὶ δισκήπτρου §44τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν §45στόλον Ἀργείων χιλιοναύτην §46τῆσδ᾽ ἀπὸ χώρας §47ἦραν, στρατιῶτιν ἀρωγὴν, §48μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
已经是第十个年头了,自普里阿摩斯强大的诉讼对手、墨涅拉俄斯王与阿伽门农,那从宙斯处获得双重王座与双重王权之荣耀的阿特雷斯家族的坚固一双,带领着阿耳戈斯人的千艘战船的远征军,从这片土地出发,作为军事援助,心中呐喊着伟大的战意,如同秃鹫的姿态。
§49τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις §50ἄλγεσι παίδων ὕπατοι λεχέων §51στροφοδινοῦνται §52πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι, §53δεμνιοτήρη §54πόνον ὀρταλίχων ὀλέσαντες:
它们因失去幼雏的痛苦,在巢穴极高之上盘旋,以双翼的桨划行,失去了守护巢穴的育雏辛劳。
§55ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων §56ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον §57γόον ὀξυβόαν τῶνδε μετοίκων §58ὑστερόποινον §59πέμπει παραβᾶσιν Ἐρινύν.
而在高处的某位神明,或是阿波罗,或是潘,或是宙斯,听到了这些同居者(鸟类)的尖锐啼哭,便派去那迟来的惩罚之复仇女神,降临到逾矩者身上。
§60οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων §61ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος §62Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς §63πολλὰ παλαίσματα καὶ γυιοβαρῆ §64γόνατος κονίαισιν ἐρειδομένου §65διακναιομένης τ᾽ ἐν προτελείοις §66κάμακος θήσων Δαναοῖσι §67Τρωσί θ᾽ ὁμοίως.
就这样,那更强大的、守护客旅的宙斯,将阿特雷斯之子们派往亚历山大处,为了一位拥有众多丈夫的妇人,意欲将许多使肢体疲惫的格斗,双膝压入尘土,并在婚礼仪式的序幕中折断长枪的命运,同样带给达那俄斯人和特洛伊人。
ἔστι δ᾽ ὅπη νῦν §68ἔστι: τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον:
如今的情势正是如此,并将按照命运而成就。
§69οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων §70οὔτε δακρύων ἀπύρων ἱερῶν §71ὀργὰς ἀτενεῖς παραθέλξει.
无论是暗中焚烧祭品,还是浇灌奠酒,或是流泪,都无法安抚那因无火祭祀而产生的顽固愤怒。
§72ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ §73τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες §74μίμνομεν ἰσχὺν §75ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
而我们,因老迈的躯体未获尊荣,在当时的援助中被遗留下来,滞留于此,将等同于儿童的力量倚靠在手杖之上。
§76ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων §77ἐντὸς ἀνᾴσσων §78ἰσόπρεσβυς, Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ,
因为胸膛中年轻的骨髓,虽在内部涌动,却与老人无异,而战神不在其位。
§79τό θ᾽ ὑπέργηρων φυλλάδος ἤδη §80κατακαρφομένης τρίποδας μὲν ὁδοὺς §81στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων §82ὄναρ ἡμερόφαντον ἀλαίνει.
极度的衰老,其叶子已枯萎,迈着三足的步伐前行,并不比孩子强,如同在白昼出现的梦境般徘徊。
§83σὺ δέ, Τυνδάρεω §84θύγατερ, βασίλεια Κλυταιμήστρα, §85τί χρέος;
但是你,廷达瑞俄斯的女儿,克吕泰墨斯特拉王后,发生何事?
τί νέον;
有什么新消息?
τί δ᾽ ἐπαισθομένη, §86τίνος ἀγγελίας §87πευθοῖ περίπεμπτα θυοσκεῖς;
你察觉到了什么,听信了什么消息的说服,从而派遣使者四处焚香祭祀?
§88πάντων δὲ θεῶν τῶν ἀστυνόμων, §89ὑπάτων, χθονίων, §90τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων, §91βωμοὶ δώροισι φλέγονται:
守护我们城邦的所有神明,天上的,地底的,天空的,广场的,他们的祭坛都因礼物之火而熊熊燃烧。
§92ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης §93λαμπὰς ἀνίσχει, §94φαρμασσομένη χρίματος ἁγνοῦ §95μαλακαῖς ἀδόλοισι παρηγορίαις, §96πελάνῳ μυχόθεν βασιλείῳ.
此处彼处,那直达天际的火炬升腾而起,受到纯净香油之温柔无欺的劝慰,受到从宫殿深处送来的皇家祭饼的燃烧。
§97τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν §98καὶ θέμις αἰνεῖν, §99παιών τε γενοῦ τῆσδε μερίμνης, §100ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει, §101τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὴ φαίνουσ᾽ §102ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον §103τῆς θυμοβόρου φρένα λύπης.
关于这些,请告诉我什么是可以且被允许称赞的,并成为这忧虑的疗愈者,这忧虑如今时而带来恶意,时而从祭祀中温柔地显现希望,击退那蚀心的悲伤所带来的无尽忧虑。
§104κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν §105ἐκτελέων: ἔτι γὰρ θεόθεν καταπνεύει §106πειθοῖ μολπᾶν §107ἀλκὰν σύμφυτος αἰών:
我有资格宣布男子们在路途上的吉兆力量,那些掌握权能之人;因为神明仍在向我吹拂歌声的劝慰,我那与生俱来的暮年化作了力量。
§108ὅπως Ἀχαιῶν §109δίθρονον κράτος, Ἑλλάδος ἥβας §110ξύμφρονε ταγώ,
且看阿开亚人的双重权能,希腊青年的同心协力的两位统帅,

词汇与语法注释

  1. §2ἣν ... κάτοιδα — 关系代词 ἣν(阴性单数宾格)的先行词是 §2 中的 φρουρᾶς(属格)。该关系从句的主动词是 §4 中的 κάτοιδα,而 ἣν 在此作为表示时间持续的长短的宾格(“在这一年的守望期间”)。
  2. §10ὧδε γὰρ κρατεῖ γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ — γυναικός(属格)并非动词 κρατεῖ(统治/支配)的宾语,而是修饰主语 κέαρ(中性单数主格,“心”)的所有格。因此,全句应理解为“因为女人的、像男人般谋划并抱有希望的心正如此主宰”。
  3. §15τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ — 带冠词的不定式 τὸ ... συμβαλεῖν 作为同位语,用以解释前文 φόβος(恐惧)的具体内容。这里的否定小词 μή 属于在表示阻止或恐惧等概念后使用的“赘余 μή”(preventative μή),在译文中通常不翻译为否定意义。
  4. §105πειθοῖ μολπᾶν ἀλκὰν σύμφυτος αἰών — 主语是 σύμφυτος αἰών(意为“与生俱来的寿命/年岁”,在此指合唱队的暮年)。πειθοῖ 是 πειθώ(说服)的与格,表示手段或方式,受属格复数 μολπᾶν(歌声的)修饰。整句结构为:“我那与生俱来的暮年,仍在通过歌声的说服力向我吹拂力量”。

引用这一段

埃斯库罗斯, 阿伽门农 §1-110. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:1-110

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。