Humanitext Reader

埃斯库罗斯 · 七将攻忒拜 §1-95

埃特奥克勒斯的防卫号召与敌军逼近的报告

第 1 段,共 10 段 · 希腊语

内容简介

底比斯王埃特奥克勒斯号召全体市民共同抗敌,随后侦察兵报告了敌方七将的血盟与迫近。在埃特奥克勒斯向神明祈祷后,惊恐万分的歌队在敌军逼近的尖叫声中登场。

§1Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια §2ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως §3οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
卡德摩斯的公民啊,说话切中要害是必要的,对于那些在城邦的船尾守护国事、操控着舵轮、未曾让双眼在睡眠中闭合的人。
§4εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ: §5εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, §6Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν §7ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις
因为如果我们成功了,功劳归于神明;但若相反——但愿这不会发生——灾祸降临的话,埃特奥克勒斯这独一无二的名字,就会在全城之中,被市民们用喧嚣的序曲和哀号反复吟咏。
§8οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος §9ἐπώνυμος γένοιτο Καδμείων πόλει.
愿守护者宙斯正如其名一般,为卡德摩斯人的城邦消除灾祸。
§10ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι §11ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ, §12βλαστημὸν ἀλδαίνοντα σώματος πολύν, §13ὥραν τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε συμπρεπές, §14πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων §15βωμοῖσι, τιμὰς μὴ Ξ̓αλειφθῆναί ποτε: §16τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ:
但现在,你们必须行动,无论那还未达到青春盛年的人,还是因岁月而过了盛年的人,凡是滋养着自己身体健壮成长、以及各自拥有与其相称的青春活力的人,去援助城邦,并使本土神明的祭坛不致名誉扫地,还要援助你们的孩子,以及最亲爱的哺育者——大地母亲。
§17ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ, §18ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, §19ἐθρέψατ᾽ οἰκητῆρας ἀσπιδηφόρους §20πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
因为当你们还是在温和的土地上爬行的小儿时,她承担起养育你们的一切辛劳,培养你们成为手持盾牌的居民,好让你们能忠诚于这项职责。
§21καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός: §22χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις §23καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
而到今天为止,神明确实一直偏向我们这一边;因为对于长期被围困的我们来说,在神明的眷顾下,战事大体进展顺利。
§24νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ, §25ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, §26χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ: §27οὗτος τοιῶνδε δεσπότης μαντευμάτων §28λέγει μεγίστην προσβολὴν Ἀχαιίδα §29νυκτηγορεῖσθαι κἀπιβούλευσιν πόλει.
但现在,正如那位预言者、鸟类的饲育者所说,他不用火占,仅凭双耳与心灵,以无欺的技艺审视那些征兆之鸟—— 这位掌握着如此预言的主事者说,阿开亚人的最大规模进攻已在夜间商定,并针对城邦图谋不轨。
§30ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων §31ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
那么,向着胸墙和城楼的大门,全员出动,全副武装奔跑吧!
§32πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν §33πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις §34μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων §35ταρβεῖτ᾽ ἄγαν ὅμιλον: εὖ τελεῖ θεός.
站满胸墙,并在城楼的平台上站好,在城门的出口处坚守并保持高昂的斗志,不要对入侵者的乌合之众过度畏惧;神明自会圆满解决。
§36σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ §37ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ: §38καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
我也派出了军队的侦察员和监视者,我坚信他们不会在路上徒劳无功;听取了他们的报告后,我绝不会中计落入圈套。
§39Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, §40ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, §41αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων:
埃特奥克勒斯,高贵的卡德摩斯之王,我带来了彼方敌营的明确情报,我自己就是这些事实的目击者。
§42ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, §43ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος §44καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, §45Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον §46ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς §47θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, §48ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ:
因为有七位勇猛的连队长,在一面黑色包边的盾牌上屠宰了公牛,双手沾着公牛的鲜血,凭着阿瑞斯、厄倪俄和嗜血的福波斯起誓,他们要么彻底摧毁城邦,用武力洗劫卡德摩斯人的都市,要么就战死沙场,用鲜血浸染这片土地。
§49μνημεῖά θ᾽ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους §50πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ §51λείβοντες: οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.
他们还将留给家乡父母的纪念物,用双手挂在阿德拉斯托斯的战车上,流着眼泪;但他们的口中并无哀求。
§52σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων §53ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
因为他们钢铁般的心灵因勇气而燃烧,像怒视着阿瑞斯的雄狮一般喘息着。
§54καὶ τῶνδε πίστις οὐκ ὄκνῳ χρονίζεται. §55κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν §56ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
这些事情的证据并不会因迟延而推迟;因为我离开他们时,他们正忙着抽签,以便让每人按签所示,率领部众前往某一座城门。
§57πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως §58πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος: §59ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς §60χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς §61χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
鉴于此,请赶快把城邦中选拔出的最优秀男子,部署在城门的出口处:因为全副武装的阿耳戈斯大军已经迫近,他们正在前进,扬起尘土,而白色的泡沫正用马匹肺部喷出的滴液沾污着平原。
§62σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος §63φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς §64Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ:
而您,就像船上精明的舵手一样,请在阿瑞斯的狂风暴雨袭来之前,加固城防;因为大军那陆地之波正在咆哮。
§65καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ:
请抓住最迅速的机会来应对这一切。
§66κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον §67ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου §68εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσι.
至于我,在此后将保持警惕,作为忠诚的日间哨兵,凭借言语的清晰明确,熟知城外之事,使您免受伤害。
§69ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί, §70Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, §71μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον §72ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος §73φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους:
噢,宙斯、大地和守护城邦的神明啊,还有我父亲那威力强大的复仇女神厄里倪厄斯啊,请千万不要把我的城邦连根拔起、彻底毁灭,沦为战利品,它吐露着希腊的语言,也请不要毁灭我们家中的炉灶。
§74ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν §75ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν:
但愿他们永远无法将这片自由的土地和卡德摩斯的城邦套上奴役的枷锁。
§76γένεσθε δ᾽ ἀλκή: ξυνὰ δ᾽ ἐλπίζω λέγειν:
请成为我们的力量!
§77πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
我相信我所说的是我们共同的利益;因为繁荣的城邦才会敬重神明。
§78θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη:
我哭诉着可怕而巨大的痛苦!
§79μεθεῖται στρατός: στρατόπεδον λιπὼν
大军已被放出!
§80ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας:
他们离开军营,这支庞大的骑兵先头部队正向前奔流。
§81αἰθερία κόνις με πείθει φανεῖσ᾽, §82ἄναυδος σαφὴς ἔτυμος ἄγγελος. —
浮现在空中的尘土让我确信,这是一个无声、清晰而真实的使者。
§83ἔτι δὲ γᾶς ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ- §84τὶ χρίμπτει βοάν: ποτᾶται, βρέμει δ᾽ §85ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. —
更有那兵刃相击的声响,在我土地的平原上,逼近了耳畔;它在飞扬,在轰鸣,宛如冲刷山岳、无可阻挡的洪流。
§86ἰὼ ἰὼ θεοὶ §87θεαί τ᾽ ὀρόμενον κακὸν ἀλεύσατε. —
噢,噢,诸神和女神们啊,请挡开这正在升起的灾难!
§88βοᾷ ὑπὲρ τειχέων §89ὁ λεύκασπις ὄρνυται λαὸς εὐ- §90τρεπὴς ἐπὶ πόλιν [διώκων]. —
城墙之上响起了呼喊,那白盾的大军正奔腾而来,严阵以待地[逼近]城邦。
§91τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει §92θεῶν ἢ θεᾶν;
那么谁来解救,谁来协助,诸神或女神之中?
§93πότερα δῆτ᾽ ἐγὼ <πάτρια> προσπέσω §95βρέτη δαιμόνων; —
难道我要在神明的〈祖传〉雕像前投地俯首吗?

词汇与语法注释

  1. §1ὅστις φυλάσσει — 关系代词从句 ὅστις φυλάσσει 在此起到了条件或泛指主语的作用,作为无人称句 χρὴ λέγειν(“必须说”)的逻辑主语。
  2. §6εἷς πολὺς — 数词 εἷς(“一个”)与形容词 πολύς(“许多、强烈”)的并置形成了鲜明的对比,暗示一旦失败,埃特奥克勒斯“独自一人”将成为全城“众多”口舌议论或“大量”指责的目标。
  3. §8ὧν — 关系代词 ὧν 的先行词是前文的 οἰμώγμασίν(“哀号”)。此处通过双关修辞表达了祈愿:愿作为“守护者”(ἀλεξητήριος)的宙斯名副其实(ἐπώνυμος),免除这些哀号。
  4. §10ὑμᾶς δὲ χρὴ νῦν — 一个长主谓结构。无人称动词 χρὴ 支配 §14 中的不定式 ἀρήγειν,而宾格的 ὑμᾶς、τὸν ἐλλείποντα、τὸν ἔξηβον 等则在此“宾格加不定式”结构中充当逻辑主语。
  5. §24νῦν δ᾽ ὡς ὁ μάντις φησίν — 以 ὡς(“正如”)引导的从句以插入语形式延续到 §26。为了恢复句法连贯,§27 中用指示代词 οὗτος(“他”)重新引出主语,并连接到 §28 的主要动词 λέγει(“说”),形成了演说风格的破格(anacoluthon)结构。
  6. §38οὔ τι μὴ ληφθῶ — 否定词重叠 οὐ μή 后接虚拟式过去被动体第一人称单数(ληφθῶ),用于对未来事件表示极强烈的否定确信(“绝不会被捕捉/欺骗”)。
  7. §75σχεθεῖν — 不带主句动词的独立不定式(infinitivus pro imperativo/optativo),在此用于向神明表达强烈的“祈愿/愿望”。

引用这一段

埃斯库罗斯, 七将攻忒拜 §1-95. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg004.humanitext-grc1:1-95

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。