Humanitext Reader

埃斯库罗斯 · 波斯人 §932-1076

薛西斯与歌队的悲歌及退场

第 10 段,共 10 段 · 希腊语

内容简介

薛西斯痛切哀悼战败的惨状及将领们的全军覆没,歌队随之应和,双方在捶胸撕衣的激烈悲歌交互唱中一同退场。

§932ὅδ᾽ ἐγών, οἰοῖ, αἰακτὸς §933μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ §934κακὸν ἄρ᾽ ἐγενόμαν.
【薛西斯:】这就是我,呜呼,可哀可叹,对我这宗族与父祖之地,我竟成了祸害,可怜的我啊。
§935πρόσφθογγόν σοι νόστου τὰν §936κακοφάτιδα βοάν, §937κακομέλετον ἰὰν §938Μαριανδυνοῦ θρηνητῆρος §939πέμψω πέμψω, §940πολύδακρυν ἰαχάν.
作为对你归来的迎接,我将送上,这凶兆的呼喊、这凄惨的号哭、这马里安迪尼亚哭丧者般的哀鸣,我将送上,我将送上,这泪水交织的哀歌。
§941ἵετ᾽ αἰανῆ [καὶ] πάνδυρτον §942δύσθροον αὐδάν.
【歌队:】发出这凄凉而令人同声痛哭的、刺耳的号哭吧。
δαίμων γὰρ ὅδ᾽ αὖ §943μετάτροπος ἐπ᾽ ἐμοί.
因为这神明再次转而与我为敌。
§944ἥσω τοι τὰν πάνδυρτον, §945λαοπαθέα σέβων §946ἁλίτυπά τε βάρη, §947πόλεως γέννας πενθητῆρος.
我定要为你发出这同声痛哭的号哭,以悼念百姓的苦难,与海上的重击,悼念这全城举哀的宗族。
§948<κλάγξω> κλάγξω §949δὲ γόον ἀρίδακρυν.
我将号哭,我将号哭出泪水满面之痛。
§950Ἰάνων γὰρ ἀπηύρα, §951Ἰάνων ναύφαρκτος §952Ἄρης ἑτεραλκὴς §953νυχίαν πλάκα κερσάμενος §954δυσδαίμονά τ᾽ ἀκτάν.
因为那身披战船的伊奥尼亚战神,扭转了战局,夺走了他们,蹂躏了那幽暗的海面与不幸的海岸。
§955οἰοιοῖ βόα καὶ πάντ᾽ ἐκπεύθου. —
【薛西斯:】呜呼,号哭吧,探寻一切!
§956ποῦ δὲ φίλων ἄλλος ὄχλος, §957ποῦ δέ σοι παραστάται,
【歌队:】而其余的朋友随从如今何在?
§958οἷος ἦν Φαρανδάκης, §959Σούσας, Πελάγων, [καὶ] Δοτάμας, ἠδ᾽ Ἀγ- §960δαβάτας, Ψάμμις, Σουσισκάνης τ᾽ §961Ἀγβάτανα λιπών;
你的那些辅佐臣属,如法兰达克斯、苏萨斯、佩拉贡、多塔马斯,还有阿- 格达巴塔斯、普萨米斯,以及离开埃克巴坦那的苏西斯卡内斯,他们都在何处?
§962ὀλοοὺς ἀπέλειπον §963Τυρίας ἐκ ναὸς §964ἔρροντας ἐπ᾽ ἀκταῖς §965Σαλαμινιάσι στυφελοῦ §966θείνοντας ἐπ᾽ ἀκτᾶς.
【薛西斯:】我把他们遗落在那儿,他们从推罗的战船上坠落丧命,被冲向萨拉米斯的岸边,在险峻的礁石上撞击。
§967οἰοιοῖ, <βόα>: ποῦ σοι Φαρνοῦχος
【歌队:】呜呼,号哭吧!
§968Ἀριόμαρδός τ᾽ ἀγαθός,
你的法尔努科斯与英勇的阿里奥马尔多斯如今何在?
§969ποῦ δὲ Σευάλκης ἄναξ, §970ἢ Λίλαιος εὐπάτωρ, §971Μέμφις, Θάρυβις, καὶ Μασίστρας, §972Ἀρτεμβάρης τ᾽ ἠδ᾽ Ὑσταίχμας;
塞瓦尔克斯国王,或是出身名门之家的利莱奥斯,门菲斯、塔里比斯、马西斯特拉斯,以及阿尔滕巴雷斯与许斯泰克马斯又何在?
§973τάδε σ᾽ ἐπανερόμαν.
这些事我要再向你追问。
§974ἰὼ ἰώ μοι,
【薛西斯:】呜呼痛哉!
§975τὰς ὠγυγίους κατιδόντες §976στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ, §977ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.
他们一举目看见那古老而可憎的雅典,在仅一次的撞击中,啊,啊,不幸的人儿在陆地上痛苦地抽搐挣扎。
§978ἦ καὶ τὸν Περσᾶν αὐτοῦ §979τὸν σὸν πιστὸν πάντ᾽ ὀφθαλμὸν §980μυρία μυρία πεμπαστὰν §981Βατανώχου παῖδ᾽ Ἄλπιστον §983τοῦ Σησάμα τοῦ Μεγαβάτα, §984Πάρθον τε μέγαν τ᾽ Οἰβάρην ἔλιπες ἔλιπες;
【歌队:】你难道真的把波斯人那忠实的、清点过成千上万大军的“国王之眼”、巴塔诺科斯之子、备受信任的阿尔皮斯托斯,塞萨马斯之子、梅加巴特斯之子,以及帕尔托斯和伟大的奥伊巴雷斯,都遗弃、遗弃在那里了吗?
§985ὢ ὢ <ὢ> δᾴων.
呜呼,可恨的敌手啊。
§986Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
【薛西斯:】你对高贵的波斯人,说出了灾上加灾的惨剧。
§987ἴυγγά μοι δῆτ᾽ §988ἀγαθῶν ἑτάρων ὑπορίνεις, §990<ἄλαστ᾽> ἄλαστα στυγνὰ πρόκακα λέγων.
你道出这令人难以忘怀、可憎的灾上加灾,着实勾起了我对那些良友的思念。
§991βοᾷ βοᾷ <μοι> μελέων ἔντοσθεν ἦτορ.
我的胸膛深处,心儿在哀号、在哀号。
§992καὶ μὴν ἄλλους γε ποθοῦμεν, §993Μάρδων ἀνδρῶν μυριοταγὸν §994Ξάνθιν ἄρειόν τ᾽ Ἀγχάρην, §995Δίαιξίν τ᾽ ἠδ᾽ Ἀρσάκην §996ἱππιάνακτας, §997Κηγδαδάταν καὶ Λυθίμναν §998Τόλμον τ᾽ αἰχμᾶς ἀκόρεστον.
【歌队:】我们也切切怀念着其他人:统帅万名马尔多伊战士的赞西斯、英勇的安卡雷斯,还有骑兵统领迪哀克西斯与阿萨克斯,凯格达达塔斯与律西姆纳斯,以及对枪矛战无止境的托尔莫斯。
§999ἔταφον ἔταφον, §1000οὐκ ἀμφὶ σκηναῖς §1001τροχηλάτοισιν ὄπιθεν ἑπομένους.
我感到惊愕,我感到惊愕,他们没有跟随在你的轮式天幕车后。
§1002βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.
【薛西斯:】因为他们,那些军队的领袖们,已经离去。
§1003βεβᾶσιν, οἴ, νώνυμοι.
离去了,呜呼,连名字也未曾留下。
§1004ἰὴ ἰή, ἰὼ ἰώ.
【歌队:】伊哀、伊哀,呜呼、呜呼。
§1005ἰὼ ἰώ, δαίμονες, §1006ἔθεσθ᾽ ἄελπτον κακὸν §1007διαπρέπον, οἷον δέδορκεν Ἄτα.
呜呼、呜呼,诸神啊,你们降下了这出人意料的、触目惊心的灾祸,就如毁灭女神亲眼所见那般。
§1008πεπλήγμεθ᾽ οἵᾳ δι᾽ αἰῶνος τύχᾳ:
【薛西斯:】我们竟被这终生难逃的命运击中!
§1009πεπλήγμεθ᾽: εὔδηλα γάρ:
【歌队:】我们被击中了,因为这昭然若揭。
§1010νέᾳ νέᾳ δύᾳ δύᾳ:
【薛西斯:】因这崭新的、崭新的痛苦,痛苦!
§1011Ἰαόνων ναυβατᾶν §1012κύρσαντες οὐκ εὐτυχῶς.
【歌队:】不走运地,与那伊奥尼亚的船夫们遭遇。
§1013δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
【薛西斯:】波斯一族在战事中确实运途多舛。
§1014πῶς δ᾽ οὔ;
【歌队:】怎能不如此?
στρατὸν μὲν τοσοῦ- §1015τον τάλας πέπληγμαι.
痛失如此浩大的军旅,我受了惨重的打击。
§1016τί δ᾽ οὒκ ὄλωλεν, μέγ᾽ ἄλαστε, Περσᾶν;
【薛西斯:】波斯人还有什么不曾毁灭,噢,这巨大的灾祸?
§1017ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
你看见我这衣着的残迹了吗?
§1018ὁρῶ ὁρῶ.
【歌队:】我看见了,看见了。
§1020τόνδε τ᾽ ὀιστοδέγμονα— §1021τί τόδε λέγεις σεσωσμένον;
【薛西斯:】还有这容纳箭矢的…… 【歌队:】你说的这保全下来的,是什么?
§1022θησαυρὸν βελέεσσιν.
【薛西斯:】 ……兵刃的储具。
§1023βαιά γ᾽ ὡς ἀπὸ πολλῶν.
【歌队:】相比原本的繁多,这确实是微乎其微。
§1024ἐσπανίσμεθ᾽ ἀρωγῶν.
【薛西斯:】我们被剥夺了援手。
§1025Ἰάνων λαὸς οὐ φυγαίχμας.
【歌队:】伊奥尼亚的民众并不在枪矛前逃官。
§1026ἀγανόρειος: κατεῖ-
【薛西斯:】他们确实勇猛。
§1027δον δὲ πῆμ᾽ ἄελπτον.
而我目睹了意想不到的灾难。
§1028τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
【歌队:】你是指那溃退的、身披战船的人群吗?
§1030πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ.
【薛西斯:】在此惨祸下,我撕裂了衣裳。
§1031παπαῖ παπαῖ.
【歌队:】巴巴依,巴巴依!
§1032καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
【薛西斯:】岂止是巴巴依。
§1033δίδυμα γάρ ἐστι καὶ τριπλᾶ.
【歌队:】因为那是双重与三重的灾祸。
§1034λυπρά, χάρματα δ᾽ ἐχθροῖς.
【薛西斯:】令人悲痛,于仇敌却是乐事。
§1035καὶ σθένος γ᾽ ἐκολούσθη—
【歌队:】我们的力量也确实被削弱了。
§1036γυμνός εἰμι προπομπῶν.
【薛西斯:】我已失去护卫,形同赤裸。
§1037φίλων ἄταισι ποντίαισιν.
【歌队:】因友伴们葬身海底的灾难。
§1038δίαινε δίαινε πῆμα: πρὸς δόμους δ᾽ ἴθι.
【薛西斯:】以泪洗去、洗去这悲伤;并朝向宫室走去吧。
§1039διαίνομαι γοεδνὸς ὤν.
【歌队:】我号哭着,早已泪流满面。
§1040βόα νυν ἀντίδουπά μοι.
【薛西斯:】现在,回应我的哀号吧。
§1041δόσιν κακὰν κακῶν κακοῖς.
【歌队:】这是灾祸对灾上加灾的恶劣回报。
§1042ἴυζε μέλος ὁμοῦ τιθείς.
【薛西斯:】放声悲鸣,应和着哀歌。
§1043ὀτοτοτοτοῖ.
【歌队:】噢脱脱脱脱依!
§1044βαρεῖά γ᾽ ἅδε συμφορά.
【薛西斯:】这灾祸确实沉重。
§1045οἲ μάλα καὶ τόδ᾽ ἀλγῶ.
【歌队:】呜呼,我也因此深感痛楚。
§1046ἔρεσσ᾽ ἔρεσσε καὶ στέναζ᾽ ἐμὴν χάριν.
【薛西斯:】如划桨般击胸,为我而痛哭吧。
§1047αἰαῖ αἰαῖ, δύα δύα.
【歌队:】哎哀,哎哀,灾难,灾难!
§1048βόα νυν ἀντίδουπά μοι.
【薛西斯:】现在,回应我的哀号吧。
§1049μέλειν πάρεστι, δέσποτα.
【歌队:】这正是我们的分内之事,主上。
§1050ἐπορθίαζέ νυν γόοις.
【薛西斯:】现在,用哀歌高声哀号吧。
§1051ὀτοτοτοτοῖ.
【歌队:】噢脱脱脱脱依!
§1052μέλαινα δ᾽ ἀμμεμίξεται, §1053οἴ, στονόεσσα πλαγά.
【薛西斯:】暗无天日的一击将掺杂其间,呜呼,那充满叹息的重击。
§1054καὶ στέρν᾽ ἄρασσε καὶ βόα τὸ Μύσιον.
捶打胸口,发出米西亚人那样的号哭。
§1055ἄνι᾽ ἄνια.
【歌队:】痛苦,痛苦啊!
§1056καί μοι γενείου πέρθε λευκήρη τρίχα.
【薛西斯:】为我拔下你颔下苍白的胡须。
§1057ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.
【歌队:】紧紧地,紧紧地,极尽哀痛。
§1058ἀύτει δ᾽ ὀξύ.
【薛西斯:】凄厉地尖叫吧。
§1059καὶ τάδ᾽ ἔρξω.
【歌队:】我定会照办。
§1060πέπλον δ᾽ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.
【薛西斯:】用你的指尖,将胸前的衣衫撕碎。
§1061ἄνι᾽ ἄνια.
【歌队:】痛苦,痛苦啊!
§1062καὶ ψάλλ᾽ ἔθειραν καὶ κατοίκτισαι στρατόν.
【薛西斯:】揪扯头发,哀悼大军。
§1063ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.
【歌队:】紧紧地,紧紧地,极尽哀痛。
§1064διαίνου δ᾽ ὄσσε.
【薛西斯:】打湿双眼吧。
§1065τέγγομαί τοι.
【歌队:】我已泪流难止。
§1066βόα νυν ἀντίδουπά μοι.
【薛西斯:】现在,回应我的哀号吧。
§1067οἰοῖ οἰοῖ.
【歌队:】嗷依嗷依!
§1068αἰακτὸς ἐς δόμους κίε.
【薛西斯:】在一片哀歌中回宫吧。
§1069ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.
【歌队:】呜呼,呜呼,行路维艰的波斯大地!
§1070ἰωὰ δὴ κατ᾽ ἄστυ.
【薛西斯:】在城中尽情号哭吧。
§1071ἰωὰ δῆτα, ναὶ ναί.
【歌队:】尽情号哭,正是,正是!
§1072γοᾶσθ᾽ ἁβροβάται.
【薛西斯:】哀悼吧,你们这些骄奢徐行之人。
§1073ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.
【歌队:】呜呼,呜呼,行路维艰的波斯大地!
§1074ἰὴ ἰὴ τρισκάλμοισιν, §1075ἰὴ ἰή, βάρισιν ὀλόμενοι.
【歌队:】那些在三层桨战船、在那平底战船中丧生的人们啊!
§1076πέμψω τοί σε δυσθρόοις γόοις.
我定会用这凄惨号哭的哀歌,将你送行。

词汇与语法注释

  1. §934κακὸν ἄρ᾽ ἐγενόμαν — 语气词 ἄρα (ἀρ᾽) 在此与过去未完成时连用,表示事后痛苦地意识到先前已存在的事实(“原来”、“终究”)。薛西斯猛然醒悟到自己竟然成了祖国土地的祸害。
  2. §941ἵετ᾽ — 动词 ἵετ᾽ 可视为 ἵημι 的第二人称复数命令式(即 ἵετε 或 ἵεσθε 的省音缩写形式),用作歌队的自我激励或相互勉励,意为“放声(呼喊)”、“发出(哀鸣)”。
  3. §950Ἰάνων γὰρ ἀπηύρα — 动词 ἀπηύρα(源自 ἀπαυράω,“夺去”)在此接夺格性属格 Ἰάνων(意为“从伊奥尼亚人那里”或“被伊奥尼亚战神”),而被夺去的直接宾语(波斯大军)在上下文中被省略。其主语是下一行的 Ἄρης。
  4. §976ἑνὶ πιτύλῳ — 名词 πίτυλος 原指“桨手一致的划水”或波涛的协同冲击。在此处与数词 ἑνὶ 连用作与格短语,比喻海战中那具有毁灭性的一瞬间,意为“仅一次的撞击中”、“一击之下”。
  5. §1049μέλειν πάρεστι — 此句结合了无人称动词 πάρεστι(“有可能”、“属于某人的职责”)与不定式 μέλειν(“去关切”、“成为心头事”),表达了歌队顺从薛西斯的命令:“这确实是我们该去承当(哀悼)的分内事”。

引用这一段

埃斯库罗斯, 波斯人 §932-1076. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg002.humanitext-grc1:932-1076

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。