Humanitext Reader

埃斯库罗斯 · 波斯人 §1-143

远征军的出征与留守元老们的忧虑

第 1 段,共 10 段 · 希腊语

内容简介

受命留守的波斯元老们(歌队)在王宫前集结,历数随同薛西斯国王出征希腊的各路波斯将领与庞大军队,同时对大军的安危及祖国的命运表示深深的忧虑与不祥的预感。

§1Τάδε μὲν Περσῶν τῶν οἰχομένων §2Ἑλλάδ᾽ ἐς αἶαν πιστὰ καλεῖται, §3καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων §4ἑδράνων φύλακες, κατὰ πρεσβείαν
这些是,向着希腊大地而去的波斯人中被称为“受托付者”的人们,也是富庶且多金的宫殿之守护者。
§5οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς §6Δαρειογενὴς §7εἵλετο χώρας ἐφορεύειν.
根据长幼之序,大流士之子薛西斯国王陛下亲自挑选他们来监护这片国土。
§8ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ §9καὶ πολυχρύσου στρατιᾶς ἤδη §10κακόμαντις ἄγαν ὀρσολοπεῖται §11θυμὸς ἔσωθεν.
然而,关于国王的归来以及那多金的军队,如今我那充满凶兆预感的内心已开始被过于剧烈地搅扰。
§12πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς §13ᾤχωκε, νέον δ᾽ ἄνδρα βαΰζει, §14κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς §15ἄστυ τὸ Περσῶν ἀφικνεῖται: §16οἵτε τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων §17καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος §18προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ᾽ ἵππων, §19τοὶ δ᾽ ἐπὶ ναῶν, πεζοί τε βάδην §20πολέμου στῖφος παρέχοντες: §21οἷος Ἀμίστρης ἠδ᾽ Ἀρταφρένης §22καὶ Μεγαβάτης ἠδ᾽ Ἀστάσπης, §23ταγοὶ Περσῶν, §24βασιλῆς βασιλέως ὕποχοι μεγάλου, §25σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, §26τοξοδάμαντές τ᾽ ἠδ᾽ ἱπποβάται, §27φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην §28ψυχῆς εὐτλήμονι δόξῃ: §29Ἀρτεμβάρης θ᾽ ἱππιοχάρμης §30καὶ Μασίστης, ὅ τε τοξοδάμας §31ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θ᾽, §32ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης.
因为所有生于亚洲的精锐力量均已离去,这令大地的哭号直指离去的青年,既无信使,亦无骑兵来到波斯人的城市:那些离开了苏萨、埃克巴坦那以及古老的基西亚城堡而行的人,或乘骏马,或坐战船,或徒步行进,密集成队列,展现出战争的钢铁阵势:诸如阿米斯特雷斯和阿尔塔弗雷内斯,梅加巴特斯和阿斯塔斯佩斯,波斯人的领袖,臣服于伟大国王之下的列王,作为大军的统帅而急进,他们既是驭弓者,也是御马者,外表望之生畏,凭着坚忍不拔的意志在战斗中显得勇猛无比;战车兵阿尔特姆巴雷斯,马西斯特斯,以及善射的高贵者伊迈奥斯,法兰达克斯,驭马名手索斯塔内斯。
§33ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων §34Νεῖλος ἔπεμψεν: Σουσισκάνης, §35Πηγασταγὼν Αἰγυπτογενής, §36ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων §37μέγας Ἀρσάμης, τάς τ᾽ ὠγυγίους §38Θήβας ἐφέπων Ἀριόμαρδος, §39καὶ ἑλειοβάται ναῶν ἐρέται §40δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι.
而另外的人,则由伟大且养育众生的尼罗河所派遣:苏西斯卡内斯,生于埃及的佩加斯塔贡,以及那神圣孟菲斯的统治者伟大的阿尔萨梅斯,和统领古老底比斯阿里奥马尔多斯,还有驾驭战船的湿地桨手,面目可畏且数量惊人的大军。
§41ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν §42ὄχλος, οἵτ᾽ ἐπίπαν ἠπειρογενὲς §43κατέχουσιν ἔθνος, τοὺς Μιτρογαθὴς §44Ἀρκτεύς τ᾽ ἀγαθός, βασιλῆς δίοποι, §45καὶ πολύχρυσοι Σάρδεις ἐπόχους §46πολλοῖς ἅρμασιν ἐξορμῶσιν, §47δίρρυμά τε καὶ τρίρρυμα τέλη, §48φοβερὰν ὄψιν προσιδέσθαι.
随后是生活奢华的吕底亚人的人群,他们占据着整个内陆部族,由米特罗加特斯和高贵的阿克特乌斯率领,他们是称王的统治者,而富庶多金的萨尔迪斯,则让许多战车乘员出征,形成了双轴及三轴的战车队,其实是一副令人胆寒的景象。
§49στεῦται δ᾽ ἱεροῦ Τμώλου πελάτης §50ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, §51Μάρδων, Θάρυβις, λόγχης ἄκμονες, §52καὶ ἀκοντισταὶ Μυσοί: Βαβυλὼν δ᾽
神圣的托摩洛斯山邻近居民也决意要把奴役的枷锁套在希腊人的颈上:马尔冬、萨里比斯——长矛的铁砧,以及投枪手米西亚人。
§53ἡ πολύχρυσος πάμμικτον ὄχλον §54πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους §55καὶ τοξουλκῷ λήματι πιστούς: §56τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης §57Ἀσίας ἕπεται §58δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
而富庶的巴比伦则派出了鱼龙混杂的人群成一长列,其中既有乘船者,也有坚信挽弓斗志之人:而带刀的部族,从整个亚洲尾随而来,在国王威严的召集令下。
§59τοιόνδ᾽ ἄνθος Περσίδος αἴας §60οἴχεται ἀνδρῶν, §61οὓς πέρι πᾶσα χθὼν Ἀσιᾶτις §62θρέψασα πόθῳ στένεται μαλερῷ, §63τοκέες τ᾽ ἄλοχοί θ᾽ ἡμερολεγδὸν §64τείνοντα χρόνον τρομέονται.
波斯大地的这一辈男儿如此之精华,均已远行,培育了他们的整个亚洲大地因炽烈的思念而发出痛苦的哀吟,父母与妻子,日复一日地数算着,在时光的拉长里战栗着。
§65πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη §66βασίλειος στρατὸς εἰς ἀν- §67τίπορον γείτονα χώραν, §68λινοδέσμῳ σχεδίᾳ πορ- §69θμὸν ἀμείψας §70Ἀθαμαντίδος Ἕλλας, §71πολύγομφον ὅδισμα §72ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
摧城拔寨的皇家大军,如今已经跨过对面的邻邦之土,以缆索相连的浮桥渡过了海峡,渡过了阿萨玛斯的女儿海伦的海峡,他们把密钉的通道化为枷锁,套在海洋的颈项上。
§73πολυάνδρου δ᾽ Ἀσίας θούριος ἄρχων §74ἐπὶ πᾶσαν χθόνα ποιμα- §75νόριον θεῖον ἐλαύνει §76διχόθεν, πεζονόμον τ᾽ ἔκ §77τε θαλάσσας, §78ἐχυροῖσι πεποιθὼς §79στυφελοῖς ἐφέταις, χρυ- §80σογόνου γενεᾶς ἰσόθεος φώς.
亚洲人多势众的猛烈统治者,将其神圣的人群驱往整个大地,兵分两路,其一走陆路,其一走海路,他倚仗着坚固且严酷的指挥官们,自身是一个如同神祇、出自生金世家的男子。
§81κυανοῦν δ᾽ ὄμμασι λεύσσων §82φονίου δέργμα δράκοντος, §83πολύχειρ καὶ πολυναύτας, §84Σύριόν θ᾽ ἅρμα διώκων, §85ἐπάγει δουρικλύτοις ἀν- §86δράσι τοξόδαμνον Ἄρη.
他以黑沉沉的眼光注视着,带着杀意凶残如蛇的眼神,其兵多手、其船多只,驾驭着叙利亚的战车,正率领以弓制服一切的战神,去迎击那些因持长矛而名扬天下的战士。
§87δόκιμος δ᾽ οὔτις ὑποστὰς §88μεγάλῳ ῥεύματι φωτῶν §89ἐχυροῖς ἕρκεσιν εἴργειν §90ἄμαχον κῦμα θαλάσσας: §91ἀπρόσοιστος γὰρ ὁ Περσᾶν §92στρατὸς ἀλκίφρων τε λαός.
谁也无法阻挡这奔涌的人海大潮,也无法靠着坚固的防壁来阻遏不可征服的海浪;因为波斯人的军队难以逼近,他们的民众皆有勇敢的心魂。
§93δολόμητιν δ᾽ ἀπάταν θεοῦ §94τίς ἀνὴρ θνατὸς ἀλύξει;
然而,神明诡谲的骗局,有哪一个凡人能够逃脱?
§95τίς ὁ κραιπνῷ ποδὶ πήδη- §96μα τόδ᾽ εὐπετῶς ἀνᾴσσων;
又有谁能以敏捷的步伐如此轻易地跃过这一障碍?
§97φιλόφρων γὰρ παρασαίνει §98βροτὸν εἰς ἄρκυας Ἄτα, §99τόθεν οὐκ ἔστιν ὕπερθέν §100νιν ἄνατον ἐξαλύξαι.
因为阿忒(破灭)总是带着和蔼的面具将凡人诱入罗网,从此之后凡人再也无法毫发无损地逃脱。
§101θεόθεν γὰρ κατὰ Μοῖρ᾽ §102ἐκράτησεν τὸ παλαι- §103όν, ἐπέσκηψε δὲ Πέρσαις §104πολέμους πυργοδαΐκτους §105διέπειν ἱππιοχάρμας §106τε κλόνους §107πόλεών τ᾽ ἀναστάσεις.
因为,根据神的旨意,命运之神自古以来便占据支配地位,她给波斯人下达了指令:去进行催毁城楼的战争,以及驾驭战车的混战,以及倾覆各座城邦。
§108ἔμαθον δ᾽ εὐρυπόροι- §109ο θαλάσσας πολιαι- §110νομένας πνεύματι λάβρῳ §111ἐσορᾶν πόντιον ἄλσος, §112πίσυνοι λεπτοδόμοις πεί- §113σμασι λα- §114οπόροις τε μαχαναῖς.
他们也学会了,在广阔的海洋于狂飙中泛起白沫之时,去注视海洋深处的黑渊,依靠着细弱绳索造就的缆绳以及载运人群的舟楫装置。
§115ταῦτά μοι μελαγχίτων §116φρὴν ἀμύσσεται φόβῳ, §117ὀᾶ, Περσικοῦ στρατεύματος
因此,我这披着黑衣的心灵,在恐惧中被撕扯,啊!
§118τοῦδε, μὴ πόλις πύθη- §119ται κένανδρον μέγ᾽ ἄστυ Σουσίδος, §120καὶ τὸ Κισσίων πόλισμ᾽ §121ἀντίδουπον ᾄσεται,
为了这支波斯的军队,生怕城邦得知苏萨那座伟大的都市已成了无人的空城,也生怕基西亚人的堡垒会唱起回响的哀歌,啊!
§122ὀᾶ, τοῦτ᾽ ἔπος γυναικοπλη- §123θὴς ὅμιλος ἀπύων, §125βυσσίνοις δ᾽ ἐν πέπλοις πέσῃ λακίς.
这句哀嚎,在妇女众多的群中回响,而在细麻衣服上落下一片撕裂之痕。
§126πᾶς γὰρ ἱππηλάτας §127καὶ πεδοστιβὴς λεὼς §128σμῆνος ὣς ἐκλέλοιπεν μελισ- §129σᾶν σὺν ὀρχάμῳ στρατοῦ, §130τὸν ἀμφίζευκτον ἐξαμείψας §131ἀμφοτέρας ἅλιον §132πρῶνα κοινὸν αἴας.
因为,所有的驭马骑兵和行进在陆上的步兵之民,就像一窝蜜蜂,已经随同大军的领袖离去,跨过了连接两个地域的、两边修有桥梁的、两国共享的入海岬角。
§133λέκτρα δ᾽ ἀνδρῶν πόθῳ §134πίμπλαται δακρύμασιν: §135Περσίδες δ᾽ ἁβροπενθεῖς ἑκά- §136στα πόθῳ φιλάνορι §137τὸν αἰχμάεντα θοῦρον εὐνα- §138τῆρ᾽ ἀποπεμψαμένα §139λείπεται μονόζυξ.
因对丈夫的思念,床榻已注满了泪水;波斯那些高雅举哀的女人,每一个都凭着对丈夫深深的爱恋思念,送走了她们英武持矛的、威武的床伴,如今孤身留于孤独的枷锁下。
§140ἀλλ᾽ ἄγε, Πέρσαι, τόδ᾽ ἐνεζόμενοι §141στέγος ἀρχαῖον, §142φροντίδα κεδνὴν καὶ βαθύβουλον §143θώμεθα, χρεία δὲ προσήκει,
但是来吧,波斯人们,坐在这古老的殿堂里,让我们来进行贤明且深思熟虑的商议吧,因为紧迫的需要已经临头。

词汇与语法注释

  1. §2πιστὰ — 形容词 `πιστός`(值得信赖的)的中性复数形式在此作名词使用,指代留守国家的“受信任的臣下(元老们)”。这界定了由波斯元老组成的歌队在政治上的地位和职责。
  2. §13βαΰζει — 该动词本义为“如狗般吠叫”,此处作比喻使用。有两种主要解释:(1) “国家(或大地)因离去的年轻人们(集体单数 `νέον ἄνδρα`)而悲恸哭号”;(2) “对年轻的领袖(薛西斯)发出不满的怨言”。鉴于歌队整体充满不安的语境,解释为(1)的“哀悼缺席的青年”更为自然。
  3. §43τοὺς — 关系代名词 `τούς`(阳性复数宾格)指代由 `ὄχλος` 所暗指的吕底亚军队。该宾格所对应的及物动词在文中被省略,需要根据上下文(如作为指挥官的米特罗加特斯和阿克特乌斯的行动)补充“率领”或“派出”等含义的动词来理解。
  4. §115μελαγχίτων — 复合形容词 `μελαγχίτων`(“穿黑衣的”)本指哀悼时的丧服,在此处比喻修饰歌队的“心灵” (`φρὴν`),视觉化地展现了他们因焦虑和恐惧而变得阴郁的精神状态。

引用这一段

埃斯库罗斯, 波斯人 §1-143. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg002.humanitext-grc1:1-143

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。