Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §20.13.1-20.13.3

鲁菲努斯被逐与罗马监察官制度

第 958 段,共 962 段 · 希腊语

内容简介

文章以监察官法布里基乌斯将鲁菲努斯开除出元老院为引子,论述了雅典、斯巴达,尤其是将监控延伸至私生活细节的罗马在维持公民纪律和监察制度上的差异。

§20.13.1ὁ ὕπατος Φαβρίκιος τιμητὴς γενόμενος ἄνδρα δυσὶ μὲν ὑπατείαις, μιᾷ δὲ δικτατωρείᾳ κεκοσμημένον, Πόπλιον Κορνήλιον Ῥουφῖνον, ἐξέβαλεν ἐκ τοῦ συνεδρίου τῆς βουλῆς, ὅτι πρῶτος ἐν ἀργυρῶν ἐκπωμάτων κατασκευῇ πολυτελὴς ἔδοξε γενέσθαι, δέκα λίτρας ἐκπωμάτων κτησάμενος· αὗται δʼ εἰσὶν. ὀλίγῳ πλείους ὀκτὼ μνῶν Ἀττικῶν.
曾任执政官的法布里基乌斯在担任监察官后,将曾两度出任执政官、一度出任独裁官的普布利乌斯·康奈利乌斯·鲁菲努斯开除出元老院,因为他是第一个在购置银杯上显得奢侈的人,拥有十磅的杯子;这相当于比八个雅典米纳稍多一点。
§20.13.2Ἀθηναῖοι μὲν δόξης ἔτυχον, ὅτι τοὺς ῥᾳθύμους καὶ ἀργοὺς καὶ μηδὲν ἐπιτηδεύοντας τῶν χρησίμων ὡς ἀδικοῦντας τὸ κοινὸν ἐζημίουν, Λακεδαιμόνιοι δέ, ὅτι τοῖς πρεσβυτάτοις ἐπέτρεπον τοὺς ἀκοσμοῦντας τῶν πολιτῶν ἐν ὁτῳδήτινι τῶν δημοσίων τόπῳ ταῖς βακτηρίαις παίειν· τῶν δὲ κατʼ οἰκίαν γενομένων οὔτε πρόνοιαν οὔτε φυλακὴν ἐποιοῦντο, τὴν αὔλειον θύραν ἑκάστου ὅρον εἶναι τῆς ἐλευθερίας τοῦ βίου νομίζοντες.
雅典人因惩罚那些懒惰、无所事事、不从事任何有益事务的人(视其为危害公共利益者)而赢得声誉;而斯巴达人则是因为他们允许年长者在任何公共场所用手杖殴打那些不守规矩的市民;但他们对家中所发生的事既不设防也不监视,认为每个人的院门就是其生活自由的界限。
§20.13.3Ῥωμαῖοι δὲ πᾶσαν ἀναπετάσαντες οἰκίαν καὶ μέχρι τοῦ δωματίου τὴν ἀρχὴν τῶν τιμητῶν προαγαγόντες ἁπάντων ἐποίησαν ἐπίσκοπον καὶ φύλακα τῶν ἐν αὐταῖς γινομένων, οὔτε δεσπότην οἰόμενοι δεῖν ὠμὸν εἶναι περὶ τὰς τιμωρίας οἰκετῶν οὔτε πατέρα πικρὸν ἢ μαλθακὸν πέρα τοῦ μετρίου περὶ τέκνων ἀγωγὰς οὔτε ἄνδρα περὶ κοινωνίαν γαμετῆς γυναικὸς ἄδικον οὔτε παῖδας γηραιῶν ἀπειθεῖς πατέρων οὔτε ἀδελφοὺς γνησίους τὸ πλεῖον ἀντὶ τοῦ ἴσου διώκοντας, οὐ συμπόσια καὶ μέθας παννυχίους, οὐκ ἀσελγείας καὶ φθορὰς ἡλικιωτῶν νέων, οὐχ ἱερῶν ἢ ταφῶν προγονικὰς τιμὰς ἐκλιπούσας, οὐκ ἄλλο τῶν παρὰ τὸ καθῆκον ἢ συμφέρον τῇ πόλει πραττομένων οὐδέν.
然而罗马人却敞开每家每户的大门,将监察官的权力一直延伸到卧室,使他们成为家中所发生之一切事务的监督者和守护者。 因为他们认为,主人在惩罚奴隶时绝不应残酷,父亲在教育子女时绝不应过度严厉或放任,丈夫在与结发妻子的共同生活中绝不应不公,子女绝不应不顺从年迈的父亲,亲兄弟绝不应谋求多得而非均分,不应有彻夜的宴饮和狂欢,不应有年轻同辈的放荡和堕落,不应有对祖先神庙或坟墓祭祀的废弛,也不应有其他任何违备对城邦之义务或利益的行为。
ἐληίζοντο τὰς κτήσεις τῶν πολιτῶν κατὰ τὴν τοῦ βασιλίζειν αἰτίαν.
他们以图谋称王为由,掠夺了公民的财产。

词汇与语法注释

  1. 20.1ὁ ὕπατος Φαβρίκιος τιμητὴς γενόμενος — 意为“曾任执政官的法布里基乌斯在担任监察官后”。`ὁ ὕπατος` 用作名词,指他过去的执政官资历,不定过去时分词 `γενόμενος` 表示他就任监察官这一职位。
  2. 3οὔτε δεσπότην οἰόμενοι δεῖν ὠμὸν εἶναι... — 由 `οἰόμενοι`(“认为”)引导的带格不定式结构。以 `δεσπότην` 开始的宾格名词相继并列,作为非人称动词 `δεῖν`(“应当”)的主语,阐明了各自的义务。在后半部分自 `οὐ συμπόσια...`(“不应有宴饮……”)起,表示存在的不定式(如 `εἶναι` 或 `γίγνεσθαι`)在 `δεῖν` 的支配下被省略。
  3. 3ἐληίζοντο τὰς κτήσεις τῶν πολιτῶν — 未完成过去时动词 `ἐληίζοντο`(“他们掠夺”)的主语并非前文的全体罗马人,而在语境上指僭主或专制统治者(如皮洛斯)。由于历史摘录(excerpta)的拼接,这一句显得十分突兀。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §20.13.1-20.13.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:20.13.1-20.13.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。