§20.11.1ἔμελλον ὅπερ εἰκὸς οἱ ὁπλῖται κράνεσι καὶ θώραξι καὶ θυρεοῖς βαρεῖς πρὸς ὀχθηρὰ χωρία καὶ μακρὰς ἀτραποὺς πορευόμενοι καὶ οὐδὲ ταύτας λεωφόρους, ἀλλʼ αἰγότριβας διʼ ὕλης τε καὶ κρημνῶν τάξιν τε οὐδεμίαν φυλάξειν, καὶ πρὶν ἐπιφανῆναί σφισι τοὺς πολεμίους ἐξασθενήσειν τὰ σώματα δίψει καὶ κόπῳ.
正如所预料的那样,那些因头盔、铠甲和盾牌而显得沉重的重装步兵,在向丘陵地带和漫长的路径前进时——而且这些路径并非坦途,而是穿过森林和悬崖的羊肠小道——势必无法维持任何阵型,并且在敌人出现在他们面前之前,他们的身体就已经因干渴和疲劳而疲惫不堪。
§20.11.2τοὺς τοῖς ἱππικοῖς δόρασιν ἐκ διαλαβῆς ἀμφοτέραις ταῖς χερσὶ κρατουμένοις μαχομένους συστάδην καὶ τὰ πολλὰ κατορθοῦντας ἐν ταῖς μάχαις Πρίγκιπας Ῥωμαῖοι καλοῦσιν.
罗马人将那些两手间隔握持骑兵长枪、进行肉搏战并在战斗中屡屡获胜的人称为“普林基佩斯”。