Humanitext Reader

阿利安 · 对抗阿拉尼人的阵式 §23-31

迎击阿兰人冲锋与追击敌军的战术指示

第 3 段,共 3 段 · 希腊语

内容简介

叙述了指挥官色诺芬直属护卫队的部署,敌军逼近时高呼战吼和集中火力的射击,军团防守和击退敌军后骑兵与轻装步兵的有秩序追击,以及应对敌军迂回包围的战术措施。

§23ἔστων δὲ ἀμφʼ αὐτὸν ας ἑκατὸν κούφων λογχοφόρων, ὡς πᾶσαν ἐπιφοιτῶν τὴν φάλαγγα ὅπου τι ἐνδεὲς καταμανθάνοι, ἐκεῖνο ἴδῃ καὶ θεραπεύσῃ.
在他的周围应有一百名轻装持枪兵,以便他本人巡视整个军团,凡发现有所不足之处,便能亲自视察并予以整顿。
§24ἡγείσθω δὲ τοῦ μὲν δεξιοῦ κέρως παντὸς σὺν τῷ ἱππικῷ Οὐάλης, ὅσπερ καὶ τῆς πεντεκαιδεκάτης φάλαγγος ἡγεμών ἐστιν· τοῦ δὲ ἀριστεροῦ οἱ χιλίαρχοι τῆς δωδεκάτης.
瓦伦斯应与骑兵一起指挥整个右翼,他也是第十五军团的指挥官;而左翼则由第十二军团的千夫长们指挥。
§25οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστʼ ἂν πελάσωσιν ἐντὸς βέλους οἱ πολέμιοι· πελαζόντων δὲ ἤδη ὡς μέγιστον καὶ φοβερώτατον ἀλαλάζειν σύμπαντας τῷ Ἐνυαλίῳ, καὶ βέλη τε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι καὶ βέλη ἀπὸ τόξων, καὶ τὰς λόγχας οἱ λογχοφόροι ἀκοντιζόντων, οἵ τε ψιλοὶ καὶ οἱ θειασταί.
如此部署完毕后,应保持静默,直到敌人进入射程之内;当敌人逼近时,全军应向艾纽阿里乌斯高呼最响亮、最可怕的战吼,并从兵器上发射投射物,投石,射箭,持枪兵、轻装兵和同盟兵也应投掷投枪。
φερέσθων δὲ καὶ λίθοι ἐς τοὺς πολεμίους ἀπὸ τοῦ συμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων, καὶ τὸ πᾶν ἀκροβολισμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκνότατος ἐς τάραξίν τε τῶν ἵππων καὶ ὄλεθρον τῶν ἱππέων.
同盟军也应从高处向敌人投掷石块,整体上各处应进行尽可能密集的射击战,以扰乱马匹并消灭骑兵。
§26καὶ ἐλπὶς μὲν ὑπὸ ἀδιηγήτου πλήθους τῶν βελῶν μὴ ἐπὶ πλέον πελάσειν τῇ πεζικῇ φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας· εἰ δὲ δὴ πελάζοιεν, ἐγχρίμψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερείσαντας δέχεσθαι τὴν προσβολὴν ὡς καρτερώτατα καὶ τῇ συγκλείσει πυκνοτάτῃ τὰς πρώτας τρεῖς τάξεις συνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόν τε· τὴν τετάρτην δὲ ὑπερακοντίζειν τὰς λόγχας·
且可指望,在无数投射物的压制下,冲锋的塞西亚人将无法进一步逼近步兵军团;但若他们确实逼近,我军应当以盾牌相抵,以肩膀支撑,尽全力顽强阻击,并在最紧密的阵型中,前三列应尽可能猛烈地相互靠拢抵挡,而第四列则越顶投掷投枪。
§27καὶ τὴν πρώτην παίειν ἢ ἀκοντίζειν τοῖς κοντοῖς ἀφειδῶς ἔς τε ἵππους καὶ αὐτούς.
第一列应毫不留情地用长枪刺杀或投击马匹和敌人本身。
ἀπωσθέντων δὲ εἰ μὲν φυγὴ λαμπρὰ γένοιτο, διαχωρεῖν ἤδη τὰς πεζικὰς τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους ἀλλὰ τοὺς ἡμίσεας·
在击退敌人后,如果对方发生明显的败逃,步兵各列应立即让开通路,让骑兵发起冲锋——但不是所有小队,而是其中的一半。
§28τετάχθαι δὲ πρώτους οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν.
最先冲锋的士兵应排在前面。
τοὺς δὲ ἄλλους ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῇ διώξει χρωμένους, ὡς εἰ μὲν φυγὴ καρτερὰ κατάσχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιθέσθαι §29τοῖς ἐπιστρέφουσιν.
另外一半应紧随冲锋者之后,但要保持队形,不可进行完全无序的追击,以便在敌人顽强败逃时,能用未疲惫的马匹接替第一轮追击;若敌人中途反转,则可发起攻击那些反转之敌。
ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστροφὴν τοῖς φεύγουσι, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμῳ ἑπέσθων·
同时,亚美尼亚弓兵也应在冲锋中射击,不给逃跑者回旋的机会,轻装持枪兵也应跑动跟随。
μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώρᾳ ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώτερον ἀπαντῴη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ τῶν ἱππέων.
步兵队形也不得再停留于原处,而应以快于步行的速度前进,以便在遭遇敌人更强烈的反击时,能再次在骑兵面前形成屏障。
τάδε μὲν γίγνεσθαι, εἰ ἀπὸ τὴς πρώτης προσβολῆς §30φυγὴ κατάσχοι τοὺς ἐναντίους·
这些行动应在第一轮冲锋使敌人陷入败逃时发生。
εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατείνεσθαι ἐς τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς τοξείας· ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῇ ἀνατάσει τὰ κέρατα γιγνόμενα ἰδόντες διʼ αὐτῶν ὤσωνται καὶ διακόψωσι τὸ πεζικόν.
但若他们回转并绕圈、企图掠过翼侧,则应将轻装射击兵的翼侧向更高处延伸;因为我不赞成翼侧因延伸而变得脆弱,免得他们看到这一点,便强行突破并割裂我军步兵。
§31ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ ὁπότερον οὖν,πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίγνεσθαι τοὺς ἵππους, πλαγίους δὲ τοὺς κοντούς.
但若他们越过两翼或其中任何一翼,他们的战马和侧翼就必然会暴露在侧面。
ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππῆς, μὴ ἀκοντισμῷ ἔτι ἀλλὰ ταῖς σπάθαις αὖ συμφερόμενοι, οἳ δὲ τοῖς πελέκεσιν.
此时骑兵正应向他们发起冲击,不再用投枪,而是以长剑相交,或用战斧砍杀。
οἱ δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες
而塞西亚人由于自身无防具且战马也无防具,

词汇与语法注释

  1. §23ας — 手稿中的 `ας` 为文本损坏,通常被校订为 `ὡς`(约、大约)。本翻译亦遵循此校订。
  2. §23ἐπιφοιτῶν — 主格单数阳性分词。虽然嵌套在第三人称复数命令式 `ἔστων` 的从句中,但其逻辑主语是前句 `ἀμφʼ αὐτὸν` 中的 `αὐτός`(即色诺芬本人),表示他自己将进行巡视。
  3. §25ἀλαλάζειν... ἀφίεσθαι — 用作命令式的不定式(命令性不定式)。其后紧接着转换为第三人称复数命令式 `ἀκοντιζόντων`,表现出语法的过渡。
  4. §29τοῖς ἐπιστρέφουσιν — §28末尾的不定式 `ἐπιθέσθαι` 支配 §29开头的与格名词短语 `τοῖς ἐπιστρέφουσιν`(“对那些反转之人”),跨越章节分界构成一个连续的句子。
  5. §30ἀνατείνεσθαι — 中动/被动命令性不定式。“应被延伸”。描述了在敌人试图包围时,将轻装兵翼侧进一步向高处拉伸的战术应对。
  6. §31πλαγίους μὲν αὐτοῖς γίγνεσθαι τοὺς ἵππους — `αὐτοῖς` 指敌人(塞西亚人/阿兰人)。表示当他们企图掠过时,他们的战马(`τοὺς ἵππους`)必然要向罗马军队暴露其侧翼(`πλαγίους`)。

引用这一段

阿利安, 对抗阿拉尼人的阵式 §23-31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0074.tlg006.humanitext-grc2:23-31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。