← アッリアノス

アラノイ人に対する布陣

§23-31

アラン人の襲撃に対する射撃迎撃と追撃要領

司令官クセノポンによる直属護衛部隊の配備と、敵アラン人(スキタイ)の接近に対する歓声・全火力の集中射撃、ファランクスの肉薄防御、および敵撃退後の騎兵・軽装兵の秩序だった追撃行動、敵の包囲機動に対する戦術的対処を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23

ἔστων δὲ ἀμφʼ αὐτὸν ας1 ἑκατὸν κούφων λογχοφόρων, ὡς πᾶσαν ἐπιφοιτῶν2 τὴν φάλαγγα ὅπου τι ἐνδεὲς καταμανθάνοι, ἐκεῖνο ἴδῃ καὶ θεραπεύσῃ.

彼の周囲には、軽装の槍持ち約百人が控えるべし。これは彼自身がファランクス全体を巡回し、不備があるのを認めたなら、それを見て対処できるようにするためである。

§24

ἡγείσθω δὲ τοῦ μὲν δεξιοῦ κέρως παντὸς σὺν τῷ ἱππικῷ Οὐάλης, ὅσπερ καὶ τῆς πεντεκαιδεκάτης φάλαγγος ἡγεμών ἐστιν· τοῦ δὲ ἀριστεροῦ οἱ χιλίαρχοι τῆς δωδεκάτης.

ワレンスが、騎兵とともに右翼全体の指揮を執るべし。彼は第十五ファランクスの指揮官でもある。左翼は、第十二ファランクスの千人隊長たちが指揮を執るべし。

§25

οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστʼ ἂν πελάσωσιν ἐντὸς βέλους οἱ πολέμιοι· πελαζόντων δὲ ἤδη ὡς μέγιστον καὶ φοβερώτατον ἀλαλάζειν σύμπαντας τῷ Ἐνυαλίῳ, καὶ βέλη τε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι3 καὶ βέλη ἀπὸ τόξων, καὶ τὰς λόγχας οἱ λογχοφόροι ἀκοντιζόντων, οἵ τε ψιλοὶ καὶ οἱ θειασταί. φερέσθων δὲ καὶ λίθοι ἐς τοὺς πολεμίους ἀπὸ τοῦ συμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων, καὶ τὸ πᾶν ἀκροβολισμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκνότατος ἐς τάραξίν τε τῶν ἵππων καὶ ὄλεθρον τῶν ἱππέων.

このように配置されたなら、敵が射程内に入るまで、静寂が保たれるべし。敵が接近したならば、直ちに全員がエニュアリオスに対して、できる限り大きく恐ろしい歓声を上げるべし。また、兵器からの投射物や石、および弓からの矢が放たれ、槍兵、軽装兵、および同盟兵は投げ槍を投ずべし。高地から同盟軍によって敵に向けて石も投ぜられるべし。そして全体として、いたるところから、馬たちを混乱させ、騎兵たちを殺傷するために、できる限り濃密な射撃戦が行われるべし。

§26

καὶ ἐλπὶς μὲν ὑπὸ ἀδιηγήτου πλήθους τῶν βελῶν μὴ ἐπὶ πλέον πελάσειν τῇ πεζικῇ φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας· εἰ δὲ δὴ πελάζοιεν, ἐγχρίμψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερείσαντας δέχεσθαι τὴν προσβολὴν ὡς καρτερώτατα καὶ τῇ συγκλείσει πυκνοτάτῃ τὰς πρώτας τρεῖς τάξεις συνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόν τε· τὴν τετάρτην δὲ ὑπερακοντίζειν τὰς λόγχας·

そして、言葉に尽くせないほどの大量の投射物により、襲撃してくるスキタイ人が歩兵ファランクスにこれ以上近づかないことが期待される。しかし、もし実際に接近してきたならば、彼らは盾を密着させ、肩を押し当てて、その突撃をできる限り力強く受け止めるべし。そして、最も密な隊形において、最初の三列は互いにできる限り激しく押し合って防ぐべし。第四列は前三列の上を越えて投げ槍を投ずるべし。

§27

καὶ τὴν πρώτην παίειν ἢ ἀκοντίζειν τοῖς κοντοῖς ἀφειδῶς ἔς τε ἵππους καὶ αὐτούς. ἀπωσθέντων δὲ εἰ μὲν φυγὴ λαμπρὰ γένοιτο, διαχωρεῖν ἤδη τὰς πεζικὰς τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους ἀλλὰ τοὺς ἡμίσεας·

そして第一列は、馬および敵自身に対して、容赦なく長槍で打撃を与えるか、あるいは投擲すべし。撃退された際、もし鮮やかな敗走が生じたならば、直ちに歩兵の諸隊は道を開け、騎兵が突撃すべし。ただし、すべての小隊ではなく、その半分が突撃すべし。

§28

τετάχθαι δὲ πρώτους οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν. τοὺς δὲ ἄλλους ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῇ διώξει χρωμένους, ὡς εἰ μὲν φυγὴ καρτερὰ κατάσχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιθέσθαι τοῖς ἐπιστρέφουσιν.4 ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστροφὴν τοῖς φεύγουσι, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμῳ ἑπέσθων· μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώρᾳ ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώτερον ἀπαντῴη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ τῶν ἱππέων. τάδε μὲν γίγνεσθαι, εἰ ἀπὸ τῆς πρώτης προσβολῆς φυγὴ κατάσχοι τοὺς ἐναντίους· εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατείνεσθαι5 ἐς τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς τοξείας· ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῇ ἀνατάσει τὰ κέρατα γιγνόμενα ἰδόντες διʼ αὐτῶν ὤσωνται καὶ διακόψωσι τὸ πεζικόν.

最初に突撃する者たちが前列に配置されるべし。残りの半分は突撃する者たちに追随すべし。ただし、隊列を維持し、無秩序な完全な追撃を行わないようにして追随すべし。これは、もし激しい敗走が続くならば、疲労していない馬をもって最初の追撃を引き継ぐためであり、もし何らかの反転に遭遇したならば、その反転する敵を攻撃するためである。同時に、アルメニア人の弓兵たちも突撃しつつ、逃げる者たちに反転の機会を与えないように矢を放つべし。また、軽装の槍持ちたちも駆け足で追随すべし。歩兵の陣形も、もはやその場にとどまることなく、徒歩よりは速い速度で前進すべし。これは、もし敵から何か強力な反撃に遭遇したとしても、再び騎兵たちの前方で防壁となるためである。これらのことは、最初の衝突によって敵に敗走が生じた場合に行われるべし。しかし、もし敵が反転して円を描き、翼側を越えて包囲しようとするならば、軽装射撃兵の翼をさらに高い場所へと延伸すべし。なぜなら、延伸によって翼側が薄くなるのを見て、彼らがそこを突き破って歩兵隊を分断することを私はよしとしないからである。

§31

ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ ὁπότερον οὖν,πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίγνεσθαι τοὺς ἵππους,6 πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππῆς, μὴ ἀκοντισμῷ ἔτι ἀλλὰ ταῖς σπάθαις αὖ συμφερόμενοι, οἳ δὲ τοῖς πελέκεσιν. οἱ δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες

(敵が)両翼のいずれか一方、あるいは両方を越えようとする場合、彼らにとって馬が横腹を向け、また槍も横を向くことは、もはや避けられない必然となる。その時まさに、騎兵たちは彼らに突撃すべし。もはや投げ槍ではなく、ある者は剣で、ある者は斧で白兵戦を挑みつつ。一方、スキタイ人は自らも無防備であり、その馬たちも無防備であるため、

構文注6 件
  1. 23ας

    写本に残る ας はテキストの破損であり、通例 ὡς(約、およそ)と校訂される。本訳もこれに従い「約百人」としている。

  2. 23ἐπιφοιτῶν

    主格単数男性分詞。主節の命令形 ἔστων(三人称複数)の中に置かれているが、意味上の主語は前節の ἀμφʼ αὐτὸν の αὐτός(=クセノポン自身)であり、彼自身が巡回することを表す。

  3. 25ἀλαλάζειν... ἀφίεσθαι

    命令の意味で用いられている不定詞(命令的不定詞)。後続の ἀκοντιζόντων(命令法三人称複数)との間で命令の表現方法が混在している。

  4. 29τοῖς ἐπιστρέφουσιν

    §28末尾の ἐπιθέσθαι(不定詞)が §29冒頭の与格名詞句 τοῖς ἐπιστρέφουσιν(「反転する者たちに対して」)を支配しており、セクションを跨いで一文を構成している。

  5. 30ἀνατείνεσθαι

    メディア・受動の命令的不定詞。「延伸されるべし」。敵が包囲を試みた場合に翼側(特に軽装兵)をさらに高い地勢へ引き伸ばす戦術的対応を示す。

  6. 31πλαγίους μὲν αὐτοῖς γίγνεσθαι τοὺς ἵππους

    αὐτοῖς は敵(スキタイ人/アラン人)を指す。彼らが側面を見せて通過しようとする際、彼らの馬(τοὺς ἵππους)も側面(πλαγίους)をローマ側に晒さざるを得なくなることを示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-10-18 AI校閲 — 原文 1 件
  • 2026-10-18 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0074.tlg006.humanitext-grc2:23-31