Humanitext Reader

阿利安 · 对抗阿拉尼人的阵式 §12-22

抗击阿拉尼人的罗马军队战斗队形

第 2 段,共 3 段 · 希腊语

内容简介

色诺芬详细阐述了应对阿拉尼人的具体战斗队形。步兵部署在高地上,前排装备长枪,而弓兵、投枪兵、重兵器和骑兵则策略性地部署在他们后方。

§12ἡ τάξις δὲ ἔστω ἥδε.
队形应如下。
τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῷδε ἡ ἔκταξις ἔσται.
步兵的左右两翼应各自占据高地,因为布阵将在这样的地形中进行。
ἐπιτετάχθων δὲ τῷ κέρᾳ τῷ μὲν δεξιῷ οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι, τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι τοξόται εἰσὶν οἱ σύμπαντες.
在右翼,应配置瓦萨克斯和阿贝洛斯麾下的亚美尼亚人,他们占据翼侧最高的位置,因为他们全都是弓兵。
§13προτετάχθων δὲ αὐτῶν οἱ τῆς σπείρας τῆς Ἰταλικῆς πεζοί.
在他们之前,应配置意大利步兵大队的步兵。
πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ καὶ τῆς σπείρας τῆς Ἰταλικῆς ἄρχει.
所有人应由指挥意大利步兵大队的普尔赫带领。
καὶ τούτῳ ἐπιτετράφθω αὐτός τε ὁ Οὐασάκης καὶ Ἄρβηλος καὶ ἐκείνων ἱππικόν τε καὶ πεζικόν.
瓦萨克斯本人和阿贝洛斯,以及他们的骑兵和步兵,都应委托给他。
§14ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων καὶ οὗτοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες οἵ τε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι.
在左翼,来自小亚美尼亚的同盟军、特拉布宗的轻装步兵和里泽的持枪兵应配置,他们也占据翼侧最高的位置。
προτετάχθων δὲ τούτων οἱ Ἀπλανοὶ οἱ διακόσιοι, καὶ Κυρηναῖοι οἱ ἑκατόν, ὡς προβολὴν μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας, τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερδεξιοῦ.
在他们之前,应配置两百名阿普拉尼人和一百名昔兰尼人,以便重装步兵在投枪兵之前形成防线,而投枪兵则从高处跃过他们投掷投枪。
§15τὸ δὲ ἐν μέσῳ σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί εἰσι· τὸ δὲ ὑπόλοιπον τοῦ ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ.
在整个中央部分,右侧应由第十五步兵军团占领,延伸超过整个战区的中部,因为他们在数量上要多得多;左侧的其余部分由第十二军团的步兵填满,直到左翼的尽头。
§16τετάχθων δὲ ἐπὶ ὀκτώ, καὶ πυκνὴ αὐτοῖς ἔστω ἡ σύγκλεισις.
他们应排成八列纵深,且应紧密靠拢。
καὶ αἱ μὲν πρῶται τέσσαρες τάξεις ἔστων κοντοφόρων, ὧν δὴ τοῖς κοντοῖς μακρὰ καὶ ἐπίλεπτα τὰ σιδήρια προῆκται.
前四列应为长枪兵,他们的长枪上装有细长铁制的枪头。
καὶ τούτους οἱ μὲν πρωτοστάται ἐς προβολὴν ἐχόντων, ὡς εἰ πελάζοιεν αὐτοῖς οἱ πολέμιοι, κατὰ τὰ στήθη μάλιστα τῶν ἵππων τίθεσθαι τῶν κοντῶν τὸν σίδηρον· §17οἱ δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τετάρτης τάξεως ἐς ἀκοντισμὸν προβεβλήσθων τοὺς κοντοὺς ὅπου τύχοιεν, καὶ ἵππους τρώσοντες, καὶ ἱππότην κατακανοῦντες, ἢ θυρεῷ καὶ θώρακι ἐμπαγέντος τοῦ κοντοῦ καὶ διὰ μαλθακότητα τοῦ σιδήρου ἐπικαμφθέντος ἀχρεῖον τὸν ἀναβάτην ποιήσοντες.
在他们之中,最前列的士兵应将长枪平端,以便在敌人逼近他们时,使长枪的铁枪头正好对准马的胸部;而第二、第三和第四列的士兵应将长枪伸出准备刺击任何可能的地方,以刺伤马匹并杀死骑兵,或者在长枪刺入盾牌和护甲并因铁的柔软而弯曲时,使骑手失去战斗力。
αἱ δὲ ἐφεξῆς τάξεις λογχοφόρων ἔστων.
接下来的各列应由持枪兵组成。
§18ἐνάτη δὲ ἐπὶ τούτοις ἔστω τάξις οἱ πεζοὶ τοξόται, οἱ τῶν Νομάδων καὶ Κυρηναίων καὶ Βοσπορανῶν τε καὶ Ἰτουραίων.
在他们之下的第九列应为步兵弓兵,即游牧民、昔兰尼人、博斯普鲁斯人以及伊图利亚人。
§19μηχαναὶ δὲ ἐφεστάντων τῷ κέρᾳ ἑκατέρῳ, ὡς πορρωτάτω προσιόντων τῶν πολεμίων ἐξακοντίζειν, καὶ αὗται κατόπιν τῆς πάσης φάλαγγος.
兵器应配置在左右两翼,以便在敌人从尽可能远的地方接近时进行射击,这些兵器应在整个军团的后方。
§20τὸ δὲ ἱππικὸν σύμπαν κατὰ ἴλας καὶ λόχους ὀκτὼ συντεταγμένον ἐφεστάτω τοῖς πεζοῖς, τὸ μὲν τοῖς κέρασιν ἑκατέροις προβολὴν ἔχον τοὺς ὁπλίτας πρὸ σφῶν καὶ τοὺς τοξότας, λόχοι δύο· τὸ δὲ τῇ μέσῃ φάλαγγι, λόχοι ἕξ μημιον.
所有骑兵应排成大队和八个小队,配置在步兵后方:在两翼,有两个小队将重装步兵和弓兵置于自己之前作为防线;在中央军团处有六个小队。
§21τούτων δὲ ὅσοι μὲν ἱπποτοξόται πλησίον τῆς φάλαγγος ἐφεστάντων, ὡς ὑπερτοξεύειν ὑπὲρ αὐτήν· ὅσοι δὲ λογχοφόροι ἢ κοντοφόροι ἢ μαχαιροφόροι ἢ πελεκοφόροι ἐς τὰ πλάγιά τε ἑκατέρωθεν ὁρώντων καὶ τὸ σύνθημα προσμενόντων.
在他们之中,凡是骑马弓兵的应配置在军团附近,以便在军团上方越顶射击;凡是持枪兵、长枪兵、持剑兵或持斧兵的,应注视左右两侧并等待信号。
§22οἱ δὲ ἐπίλεκτοι ἱππῆς ἀμφʼ αὐτὸν Ξενοφῶντα ἔστων, καὶ τῶν ἀπὸ τῆς φάλαγγος πεζῶν ὅσον ἐς διακοσίους, οἱ σωματοφύλακες, καὶ ἑκατόνταρχοι ὅσοι τοῖς ἐπιλέκτοις συντεταγμένοι, καὶ οἱ τῶν σωματοφυλάκων ἡγεμόνες, καὶ δέκαρχοι οἱ τῶν ἐπιλέκτων.
选拔骑兵应在色诺芬本人周围,军团中约有两百名步兵作为护卫兵,以及与选拔骑兵一起整队的百夫长、护卫兵的指挥官和选拔骑兵的十夫长也应在其周围。

词汇与语法注释

  1. 12τὸ μὲν κέρας ἑκάτερον — 连词 μὲν 与 §14 中的 δέ (ἐπὶ δὲ τοῦ ἀριστεροῦ) 相呼应,对比左右两翼。主语 κέρας 是中性单数,因此命令式动词 ἐχέτω 为单数第三人称。
  2. 14ὡς προβολὴν μὲν εἶναι... τοὺς δὲ ὑπερακοντίζειν — 由 ὡς 引导的带对格的不定式结构(AcI),表示目的或预期的结果。对格的 τοὺς ὁπλίτας 和 τούς(在 τοὺς δέ 中指代投枪兵)分别作为不定式 εἶναι 和 ὑπερακοντίζειν 的逻辑主语。
  3. 16ὧν δὴ τοῖς κοντοῖς μακρὰ καὶ ἐπίλεπτα τὰ σιδήρια προῆκται — 关系代词 ὧν 指代先行词 κοντοφόρων。τοῖς κοντοῖς 是所属与格(“在他们的长枪上”),与被动完成时动词 προῆκται 连用,表示所属关系。
  4. 17ἵππους τρώσοντες ... ποιήσοντες — 将来时分词 τρώσοντες 和 ποιήσοντες 用作状语,表示目的(“为了刺伤……为了使……”)。它们在格、数和性上(主格复数阳性)与主句的主语 οἱ δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τετάρτης τάξεως 一致。

引用这一段

阿利安, 对抗阿拉尼人的阵式 §12-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0074.tlg006.humanitext-grc2:12-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。