Humanitext Reader

アッリアノス · アラノイ人に対する布陣 §12-22

アラン戦におけるローマ軍の戦闘隊形

2 / 3 箇所 · ギリシア語

要旨

クセノポンはアラン人に備えるための具体的な戦闘隊形を指示する。歩兵は高地に布陣し、最初の数列には長槍を持たせ、後方には弓兵や投槍兵、さらには兵器や騎兵を適切に配置する。

§12ἡ τάξις δὲ ἔστω ἥδε.
隊形は次のようであるべし。
τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῷδε ἡ ἔκταξις ἔσται.
歩兵の左右両翼はそれぞれ高地を占めるべし。 なぜなら、そのような地形において布陣が行われるからである。
ἐπιτετάχθων δὲ τῷ κέρᾳ τῷ μὲν δεξιῷ οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι, τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι τοξόται εἰσὶν οἱ σύμπαντες.
右翼には、ワサケスとアルベロス率いるアルメニア人たちが、全員が弓兵であるため、翼の最も高い位置を占めつつ配備されるべし。
§13προτετάχθων δὲ αὐτῶν οἱ τῆς σπείρας τῆς Ἰταλικῆς πεζοί.
彼らの前方には、イタリア歩兵大隊の歩兵たちが配置されるべし。
πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ καὶ τῆς σπείρας τῆς Ἰταλικῆς ἄρχει.
全員を、イタリア歩兵大隊を指揮するプルケルが率いるべし。
καὶ τούτῳ ἐπιτετράφθω αὐτός τε ὁ Οὐασάκης καὶ Ἄρβηλος καὶ ἐκείνων ἱππικόν τε καὶ πεζικόν.
そしてこのプルケルに、ワサケス自身とアルベロス、ならびに彼らの騎兵および歩兵が委ねられるべし。
§14ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων καὶ οὗτοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες οἵ τε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι.
左翼には、小アルメニアからの同盟兵、トラペズスの軽装歩兵、およびリゼの槍持ちたちが、これもまた翼の最も高い位置を占めつつ配置されるべし。
προτετάχθων δὲ τούτων οἱ Ἀπλανοὶ οἱ διακόσιοι, καὶ Κυρηναῖοι οἱ ἑκατόν, ὡς προβολὴν μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας, τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερδεξιοῦ.
彼らの前方には、アプラニ人二百人とキュレネ人百人が配置されるべし。 これは、重装歩兵たちが槍投げ兵たちの前方で防壁となり、槍投げ兵たちは高地からその上を越えて投げ槍を投ずるようにするためである。
§15τὸ δὲ ἐν μέσῳ σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί εἰσι·
中央の全体のうち、右側は第十五歩兵ファランクスが戦区全体の中央を越えるまで占めるべし。 なぜなら、彼らは人数がはるかに多いからである。
τὸ δὲ ὑπόλοιπον τοῦ ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ.
左側の残りの部分は、第十二ファランクスの歩兵たちが左翼の端に達するまで埋めるべし。
§16τετάχθων δὲ ἐπὶ ὀκτώ, καὶ πυκνὴ αὐτοῖς ἔστω ἡ σύγκλεισις.
彼らは八列の縦深に配置されるべし。 そして彼らの間隔は密に閉じられるべし。
καὶ αἱ μὲν πρῶται τέσσαρες τάξεις ἔστων κοντοφόρων, ὧν δὴ τοῖς κοντοῖς μακρὰ καὶ ἐπίλεπτα τὰ σιδήρια προῆκται.
最初の四列は長槍兵とするべし。 彼らの長槍には、長く細い鉄の穂先が突き出ている。
καὶ τούτους οἱ μὲν πρωτοστάται ἐς προβολὴν ἐχόντων, ὡς εἰ πελάζοιεν αὐτοῖς οἱ πολέμιοι, κατὰ τὰ στήθη μάλιστα τῶν ἵππων τίθεσθαι τῶν κοντῶν τὸν σίδηρον·
そして彼らのうち最前列の者たちは、敵が接近してきた場合に、長槍の鉄の穂先が特に馬の胸に向けられるように、これを構えて保持すべし。
§17οἱ δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τετάρτης τάξεως ἐς ἀκοντισμὸν προβεβλήσθων τοὺς κοντοὺς ὅπου τύχοιεν, καὶ ἵππους τρώσοντες, καὶ ἱππότην κατακανοῦντες, ἢ θυρεῷ καὶ θώρακι ἐμπαγέντος τοῦ κοντοῦ καὶ διὰ μαλθακότητα τοῦ σιδήρου ἐπικαμφθέντος ἀχρεῖον τὸν ἀναβάτην ποιήσοντες.
第二列、第三列、および第四列の者たちは、馬たちを負傷させ、騎兵を突き倒すために、あるいは、長槍が盾や甲冑に突き刺さり、鉄の柔らかさゆえに曲がることによって、乗り手を戦闘不能にするために、狙えるところへと長槍を突き出す姿勢をとるべし。
αἱ δὲ ἐφεξῆς τάξεις λογχοφόρων ἔστων.
それに続く列は、槍持ちの列とするべし。
§18ἐνάτη δὲ ἐπὶ τούτοις ἔστω τάξις οἱ πεζοὶ τοξόται, οἱ τῶν Νομάδων καὶ Κυρηναίων καὶ Βοσπορανῶν τε καὶ Ἰτουραίων.
彼らの後ろの第九列は、ノマデス、キュレネ、ボスポロス、およびイトゥラエアの歩兵弓兵とするべし。
§19μηχαναὶ δὲ ἐφεστάντων τῷ κέρᾳ ἑκατέρῳ, ὡς πορρωτάτω προσιόντων τῶν πολεμίων ἐξακοντίζειν, καὶ αὗται κατόπιν τῆς πάσης φάλαγγος.
兵器が左右両翼の後方に配置されるべし。 これは敵が接近してくる際に、できる限り遠くから射撃するためであり、これらはファランクス全体の背後に配置されるべし。
§20τὸ δὲ ἱππικὸν σύμπαν κατὰ ἴλας καὶ λόχους ὀκτὼ συντεταγμένον ἐφεστάτω τοῖς πεζοῖς, τὸ μὲν τοῖς κέρασιν ἑκατέροις προβολὴν ἔχον τοὺς ὁπλίτας πρὸ σφῶν καὶ τοὺς τοξότας, λόχοι δύο· τὸ δὲ τῇ μέσῃ φάλαγγι, λόχοι ἕξ μημιον.
騎兵全員は、大隊および八つの小隊に整列して、歩兵の後方に控えるべし。 一部は左右両翼に配備され、自らの前方に重装歩兵と弓兵を防壁として持つ二つの小隊であり、残りは中央のファランクスに配備された六つの小隊とする。
§21τούτων δὲ ὅσοι μὲν ἱπποτοξόται πλησίον τῆς φάλαγγος ἐφεστάντων, ὡς ὑπερτοξεύειν ὑπὲρ αὐτήν·
彼らのうち、騎馬弓兵である者たちは、ファランクスの上を越えて矢を放つように、ファランクスの近くに控えるべし。
ὅσοι δὲ λογχοφόροι ἢ κοντοφόροι ἢ μαχαιροφόροι ἢ πελεκοφόροι ἐς τὰ πλάγιά τε ἑκατέρωθεν ὁρώντων καὶ τὸ σύνθημα προσμενόντων.
一方、槍持ち、長槍持ち、剣持ち、あるいは斧持ちである者たちは、左右両側面を注視し、合図を待つべし。
§22οἱ δὲ ἐπίλεκτοι ἱππῆς ἀμφʼ αὐτὸν Ξενοφῶντα ἔστων, καὶ τῶν ἀπὸ τῆς φάλαγγος πεζῶν ὅσον ἐς διακοσίους, οἱ σωματοφύλακες, καὶ ἑκατόνταρχοι ὅσοι τοῖς ἐπιλέκτοις συντεταγμένοι, καὶ οἱ τῶν σωματοφυλάκων ἡγεμόνες, καὶ δέκαρχοι οἱ τῶν ἐπιλέκτων.
選抜騎兵たちはクセノポン自身の周囲に控えるべし。 また、ファランクス所属の歩兵のうち二百人ほどが、護衛兵として控えるべし。 そして選抜騎兵とともに配備された百人隊長たち、護衛兵の指揮官たち、選抜騎兵の十人隊長たちも同様とするべし。

語釈・文法注

  1. 12τὸ μὲν κέρας ἑκάτερον — 小辞 μὲν は §14 の ἐπὶ δὲ τοῦ ἀριστεροῦ の δέ と対応して、左右両翼の対比を示している。主語である κέρας は中性単数形であるため、動詞 ἐχέτω も三人称単数の命令形となっている。
  2. 14ὡς προβολὴν μὲν εἶναι... τοὺς δὲ ὑπερακοντίζειν — 接続詞 ὡς に導かれる対格不定詞構文(AcI)であり、目的または想定される結果を表している。対格の τοὺς ὁπλίτας(重装歩兵たち)と τούς(後者の τοὺς δέ は「彼らは」の意味、すなわち槍投げ兵たちを指す)がそれぞれの不定詞 εἶναι と ὑπερακοντίζειν の意味上の主語(対格主語)となっている。
  3. 16ὧν δὴ τοῖς κοντοῖς μακρὰ καὶ ἐπίλεπτα τὰ σιδήρια προῆκται — 関係代名詞 ὧν は先行詞 κοντοφόρων(長槍兵、属格複数)を受けて関係節内における所有を表し、τοῖς κοντοῖς は所有を表す与格(「彼らの長槍には」)として機能し、受動完了動詞 προῆκται(突き出ている)を修飾している。
  4. 17ἵππους τρώσοντες ... ποιήσοντες — 未来分詞 τρώσοντες(負傷させるための)および ποιήσοντες(戦闘不能にするための)は、主節の主語である οἱ δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τετάρτης τάξεως に一致して主格複数男性形をとっており、動作の目的(「〜するために」)を表す副詞的用法として使われている。

この箇所を引用する

アッリアノス, アラノイ人に対する布陣 §12-22. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0074.tlg006.humanitext-grc2:12-22

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。