Humanitext Reader

琉善 · 痛风 §258-334

叙利亚秘药的挑战与痛风女神的胜利

第 4 段,共 4 段 · 希腊语

内容简介

痛风女神通过列举曾屈服于自己的英雄来宣告自己的无敌。两个叙利亚男子携秘药前来挑战,但最终药石无灵,痛风取得了压倒性的胜利,凡人纷纷表示臣服。

§258ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών, §259ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ, §260ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου·
另一位波达耳刻斯是帖萨利亚人的领袖,他在普罗忒西拉奥斯战死沙场之时,尽管也身患痛风且倍受痛苦,却依然统领着船队。
§261Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα §262ἐγὼ κατέπεφνον.
伊萨卡的主宰、拉埃尔忒斯之子奥德修斯,便是我击倒的。
οὐκ ἄκανθα τρυγόνος.
绝非由于𫚉鱼的毒刺。
§263ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες, §264ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε.
你们这些不幸的家伙,绝不会因此而高兴,你们将因自己的所作所为而遭受同等的惩罚。
§265Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει, §266λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι §267γὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι· §268ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε, §269ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.
“我们是叙利亚人,出生于大马士革,因深受饥荒和贫穷的折磨,我们四处漂泊,行遍了陆地和海洋;但我们拥有这份父亲传下来的药膏,凭此我们可以缓解病患的痛苦。
§270Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή;
” “那到底是什么药膏? 配方又是什么?
φράσον.
快说!
§271Μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι.
” “入会者的誓言不允许我明言,只命我保持沉默。
§272καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός, §273ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος, §274ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.
还有我那临终父亲的最后嘱托,他命令我隐瞒这药物的巨大威力,这药甚至能让陷入狂怒的你也平静下来。
§275Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι, §276ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση, §277ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν;
” “那么,你们这些该死且注定悲惨灭亡的家伙,世上难道真有如此威力的药效,一经涂抹便能阻止我的威力?
§278ἀλλ’ εἶα.
罢了。
τήνδε σύμβασιν συνθώμεθα, §279καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος §280ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες.
让我们达成这个协议,试一试究竟是这药物的威力更加强大,还是我的火焰更胜一筹。
§281δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι §282βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων, §283πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους §284φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρι, §285σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο §286ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος, §287ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.
来吧,阴郁的、从四面八方飞来的痛苦化身啊,我这狂乱集会的侍从们,靠近些;你,让他们的足尖乃至脚底板和脚趾头都燃起炎症,你,侵入他们的踝骨,你,从大腿开始向膝盖灌注辛辣而深沉的体液,而你们,去扭曲他们的手指。
§288Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν· §289κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα, §290ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι.
” “瞧,我们已按照您的命令为您做好了这一切;那些不幸的人大声呼喊着躺在地上,全身因痛苦的袭击而扭曲。
§291Φέρετ’, ὦ ξένοι, μάθωμεν ἀτρεκέστατον, §292εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ ὠφελεῖ.
” “来吧,外乡人,让我们看个究竟,这涂抹上的药物是否对你们有用。
§293εἰ γὰρ σαφῶς τόδ’ ἐστὶν ἀντίξουν ἐιιοί, §294λείπουσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός, §295ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βαθη.
因为如果这药的确对我有效(能与我抗衡),我将离开人世,走向大地的深处,销声匿迹,隐没不见,直到塔耳塔洛斯的最底层。
§296Ἰδού, κέχρισται, κοὐ χαλᾷ φλογμὸν πόνων.
” “看啊,已经涂抹了,但痛楚的火焰并未平息。
§297Οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι, §298ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ· §299οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος, §300οὐδεὶς θαλάσσης τοῖα μαίνεται κλύδων, §301οὐδὲ στροβητὴ λαίλαπος τόσση βία.
” “哎呀,天啊,我备受折磨,我快要死了,我的整个身体都被这无形的灾祸刺穿了;连宙斯也不会掷出如此猛烈的雷电之箭,连海洋的波涛也不会如此疯狂地翻滚,旋转狂风的威力也不至于如此巨大。
§302μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου;
难道是刻耳柏洛斯锋利的尖牙咬碎了我?
§303μή τίς μ’ ἐχίδνης ἰὸς ἀμφιβόσκεται, §304ἢ διαβρεχὴς ἰχῶρι Κενταύρου πέπλος;
还是某种九头蛇的毒液在吞噬我,或者是浸透了半人马体液的衣袍?
§305ἐλέαιρ’, ἄνασσα, φάρμακον γὰρ οὔτ’ ἐμὸν §306οὔτ’ ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον, §307ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾶς βροτῶν.
怜悯我吧,女主人,因为无论是我的药还是任何其他药物都无法阻挡您的步伐,您以无可争议的优势战胜了所有的凡人。
§308Παύσασθε. βάσανοι,καὶπόνους μειώσατε
” “停下吧,痛苦们,减轻他们的痛楚吧,那些因试图与我抗衡而感到后悔的人。
§309τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν. §310γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν §311ἄτεγχτος οὖσα φαρμάκοις οὐ πείθομαι.
让所有人都知道,我是神明中唯一无法被药物软化或说服的存在。
§312Οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία, §313ἀλλ’ ἔθανε ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει, §314οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας, §315ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρμα πίτυϊ.
” 萨尔摩纽斯的威力未曾比过宙斯的雷霆,反而因神明灼热的箭矢而丧命,他的灵魂被降服,萨堤尔马耳叙阿斯因与福玻斯竞争也未能落得好下场,他的皮至今还在那棵松树上发出沙沙的哀鸣。
§316πένθος ἀείμνηστον δι’ ἔριν τοκὰς ἔσχε Νιόβη. §317ἀλλ’ ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ.
尼俄伯因与神争胜而留下了永恒的悲哀,如今她仍在西皮洛斯山上流下无尽的泪水。
§318Μαιονία δ’ Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν, §319ἀλλ’ ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει· §320οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων, §321ὡς Διός, ὡς Δητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου.
迈俄尼亚的阿拉克涅曾挑战特里托尼斯,但她失去了人形,至今仍在编织丝线;因为凡人的狂妄无法与神明的怒火抗衡,如同无法对抗宙斯、勒托、帕拉斯与阿波罗的震怒。
§322ἤπιον. ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα, §323κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον, §324εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.
痛风啊,万民的主宰,愿你带来温和的痛楚,它是轻微的、柔和的、无刺激的、伤害短暂的、无痛的、易于忍受的、易于消退的、微弱的、便于行走的。
§325Πολλαὶ μορφαὶ τῶν ἀτυχούντων, §326μελέται δὲ πόνων καὶ τὸ σύνηθες §327τοὺς ποδαγρῶντας παραμυθείσθω.
不幸者的处境有千百种,愿对病痛的忍耐和适应能够慰藉那些饱受痛风折磨的人。
§328ὅθεν εὐθύμως, ὦ σύγκληροι, §329λήσεσθε πόνων, §330εἰ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, §331τοῖς δ’ ἀδοκήτοις πόρον εὗρε θεός.
因此,共同承受命运的人啊,请愉快地忘却痛苦吧,即使期待的事情未能实现,神明也为意料之外的事找到了出路。
§332πᾶς δ’ ἀνεχέσθω τῶν πασχόντων §333ἐμπαιξόμενος καὶ σκωπτόμενος· §334τοῖον γὰρ ἔφυ τόδε πρᾶγμα.
每一个受苦的人都应当忍耐别人的嘲弄和奚落;因为这就是这种疾病的本性。

词汇与语法注释

  1. §262οὐκ ἄκανθα τρυγόνος — 省略了动词(可能是 κατέπεφνεν,“击倒”)的简练表达。这强调了女神独创性的说法:击倒奥德修斯的并非神话中传说的“𫚉鱼毒刺”,而是“痛风”。
  2. §271Μύστης ... ὅρκος — 名词 μύστης(入会者、信徒)被用作形容词来修饰 ὅρκος(誓言),意为“入会者的誓言”或“秘仪的誓言”。
  3. §293ἀντίξουν ἐιιοί — 形容词 ἀντίξοος(敌对的、相反的)接与格(此处的 ἐιιοί 应为 ἐμοί 的抄写错误),意为“与我相对抗的东西”或“对我有效的药物”。
  4. §304διαβρεχὴς ... πέπλος — 对导致赫拉克勒斯死亡的“涅索斯之衣”的神话式引用。主格(πέπλος)的连续使用,补充了前文(§302-303)中延续下来的、用以表达自身痛苦剧烈程度的主语排比(μή... / ἢ...)。
  5. §322ἤπιον — 中性单数形容词 ἤπιον 在此处修饰 φέροις(愿你带来)的宾语中性名词 ἄλγημα(痛楚),作为表语性或同格性成分,意为“使痛楚温和地(带来)”。

引用这一段

琉善, 痛风 §258-334. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg071.humanitext-grc2:258-334

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。