§10Οὕτω δὴ ἔχων ἐσκοπούμην ἤδη περὶ τῶν πρακτέων, καὶ τὸ μὲν δεῖξαι τῶν λόγων ὑμῖν πάλαι ἐδέδοκτο.
このような状態にあったので、私はすでに何をなすべきか考えていた。 そして、あなた方に私の弁論を披露することは、とうの昔に決まっていた。
τίσι γὰρ ἂν ἄλλοις ἔδειξα σιωπῇ παροδεύσας τηλικαύτην πόλιν;
なぜなら、これほど偉大な都市を黙って通り過ぎたとして、他の誰に示すことができただろうか。
ἐζήτουν γάρ, οὐδὲ ἀποκρύψομαι τἀληθές, οἵτινες οἱ προὔχοντες εἶεν καὶ οἷς ἄν τις προσελθὼν καὶ ἐπιγραψάμενος προστάτας συναγωνισταῖς χρῷτο πρὸς τὰ ὅλα.
というのも、私は真実を隠しもしないが、この街の指導的な人々が誰であるか、また、誰に近づいてその人を保護者として登録し、万事に向けて助け手として用いることができるかを、探し求めていたからである。
ἐνταῦθά μοι οὐχ εἶς, ὥσπερ τῷ Ἀναχάρσιδι, καὶ οὗτος βάρβαρος, ὁ Τόξαρις, ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες τὰ αὐτὰ μόνον οὐ ταῖς αὐταῖς συλλαβαῖς ἔλεγον·
そのとき私には、アナハルシスにおける、それも同じく未開人であったトクサリスという一人の男ではなく、多くの人々が、いやむしろすべての人が、ほとんど同じ言葉遣いで同じことを語った。
ὦ ξένε, πολλοὶ μὲν καὶ ἄλλοι χρηστοὶ καὶ δεξιοὶ ἀνὰ τὴν πόλιν, καὶ οὐκ ἂν ἀλλαχόθι τοσούτους εὕροις ἄνδρας ἀγαθούς, δύο δὲ μάλιστά ἐστον ἡμῖν ἄνδρε ἀρίστω, γένει μὲν καὶ ἀξιώματι πολὺ προὔχοντε ἁπάντων, παιδείᾳ δὲ καὶ λόγων δυνάμει τῇ Ἀττικῇ δεκάδι παραβάλλοις ἄν.
「異邦の客よ、この都市のいたるところに、他にも多くの親切で有能な人々がおり、他ではこれほど多くの優れた人々を見出すことはできないだろうが、とりわけ二人のこの上なく優れた男たちが私たちにはいる。 彼らは家柄においても尊厳においても、すべての者よりはるかに秀でており、教養と弁論の力においては、アッティカの10人の演説家に比肩しうるほどである。
ἡ δὲ παρὰ τοῦ δήμου εὔνοια πάνυ ἐρωτικὴ πρὸς αὐτούς, καὶ τουτὶ γίγνεται, ὅ τι ἂν οὗτοι ἐθέλωσιν.
民衆からの彼らに対する好意はまったく熱狂的であり、彼らが望むことは何でもその通りになる。
ἐθέλουσι γὰρ ὅ τι ἂν ἄριστον ᾖ τῇ πόλει.
というのも、彼らは都市にとって最善であることを望むからである。
τὴν μὲν γὰρ χρηστότητα καὶ τὴν πρὸς τοὺς ξένους φιλανθρωπίαν καὶ τὸ ἐν μεγέθει τοσούτῳ ἀνεπίφθονον καὶ τὸ μετ' εὐνοίας αἰδέσιμον καὶ τὸ πρᾷον καὶ τὸ εὐπρόσοδον αὐτὸς ἂν ἄλλοις διηγήσαιο πειραθεὶς μικρὸν ὕστερον.
彼らの親切さ、異邦人に対する友愛、これほどの偉大さの中にあっても妬みを買いにくいこと、好意に伴う敬意、温和さ、そして近づきやすさについては、あなた自身が少し後に経験して、他の人々に語ることになるだろう。
§11Καὶ ὡς μᾶλλον θαυμάσῃς, μιᾶς καὶ τῆς αὐτῆς οἰκίας ἐστόν, υἱὸς καὶ πατήρ, ὁ μέν, εἴ τινα Σόλωνα ἢ Περικλέα ἢ Ἀριστείδην ἐπινοεῖς, ὁ δὲ υἱὸς καὶ ὀφθεὶς μὲν αὐτίκα ἐπάξεταί σε, οὕτω μέγας ἐστὶ καὶ καλὸς ἀρρενωπήν τινα τὴν εὐμορφίαν·
」「そして、あなたがさらに驚くように言うなら、彼らは同じ一つの家柄、すなわち父親と息子なのです。 一方は、もしあなたがソロンやペリクレスやアリステイデスのような人物を思い浮かべるなら、まさにその通りの人物であり、他方の息子は、見られるだけで即座にあなたを引きつけるでしょう。 それほどまでに彼は大きく、また男らしい美しさを備えて美しいのです。
εἰ δὲ καὶ φθέγξαιτο μόνον, οἰχήσεταί σε ἀπὸ τῶν ὤτων ἀναδησάμενος, τοσαύτην Ἀφροδίτην ἐπὶ τῇ γλώττῃ ὁ νεανίσκος ἔχει.
もし彼がただ声を出すだけで、彼はあなたを耳から縛り上げて連れ去ってしまうでしょう。 それほど豊かなアプロディテ(魅力)を、この若者はその舌の上に湛えているのです。
ἥ γέ τοι πόλις ἅπασα κεχηνότες αὐτοῦ ἀκούουσιν, ὁπόταν δημηγορήσων παρέλθῃ, ὁποῖόν φασι τοὺς τότε Ἀθηναίους πρὸς τὸν τοῦ Κλεινίου πεπονθέναι, παρ' ὅσον τοῖς μὲν οὐκ εἰς μακρὰν μετεμέλησε τοῦ ἔρωτος, ὃν ἠράσθησαν τοῦ Ἀλκιβιάδου, τοῦτον δὲ ἡ πόλις οὐ φιλεῖ μόνον, ἀλλὰ καὶ αἰδεῖσθαι ἤδη ἀξιοῖ, καὶ ὅλως ἒν τοῦτο ἡμῖν δημόσιον ἀγαθόν ἐστιν καὶ μέγα ὄφελος ἅπασιν, ἁνὴρ οὗτος.
実際、彼が民衆の前で演説しようと進み出るときには、都市のすべてが口を開けて彼の話に聞き入ります。 それは、かつてのアテナイ人がクレイニアスの子に対して抱いたと言われているのと同じ感情ですが、アテナイ人の場合にはアルキビアデスに対して抱いたその熱愛を間もなく後悔することになったのに対し、この若者については、都市は愛するだけでなく、すでに敬うべきであると考えており、総じて、この男こそが私たちにとって唯一の公的な至宝であり、すべての人にとっての大いなる恩恵なのです。
εἰ δὴ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ δέξαιντό σε καὶ φίλον ποιήσαιντο, πᾶσαν ἔχεις τὴν πόλιν, καὶ ἐπισεῖσαι χρὴ τὴν χεῖρα, τοῦτο μόνον, καὶ οὐκέτ' ἐνδοιάσιμα τὰ σά.
もし彼自身とその父親があなたを受け入れ、友としてくれるなら、あなたは都市全体を手に入れたことになります。 あなたはただ手を振るだけでよく、あなたの前途はもはや疑わしいものではなくなります。
ταῦτα νὴ τὸν Δί' ἅπαντες ἔλεγον (εἰ χρὴ καὶ ὅρκον ἐπάγειν τῷ λόγῳ), καί μοι ἤδη πειρωμένῳ τὸ πολλοστὸν τῶν προσόντων εἰρηκέναι ἔδοξαν.
」これらを、ゼウスにかけて、誰もが語りました(もし話に誓いを添える必要があるならば)。 そして、今や彼らを実際に経験している私には、彼らがその美徳のほんの一部しか語っていなかったように思われます。
“οὐχ ἕδρας τοίνυν οὐδ’ ἀμβολᾶς ἔργον,” ὡς ὁ Κεῖός φησιν, ἀλλὰ χρὴ πάντα μὲν κάλων κινεῖν, πάντα δὲ πράττειν καὶ λέγειν, ὡς φίλοι ἡμῖν τοιοῦτοι γένοιντο·
「それゆえ、座して待つべきではなく、ためらう時でもない」とケイオスの人が言うように、このような人々が私たちの友となるように、あらゆる手を尽くし、あらゆることを行い、語るべきです。
ἢν γὰρ τοῦτο ὑπάρξῃ, εὔδια πάντα καὶ πλοῦς οὔριος καὶ λειοκύμων ἡ θάλαττα καὶ ὁ λιμὴν πλησίον.
なぜなら、もしこれが実現するなら、すべては穏やかで、順風満帆であり、海は静かで波立たず、港はすぐ近くにあるからです。