Humanitext Reader

ルキアノス · ゼウクシスまたはアンティオコス §8-12

アンティオコスの象による勝利と戦勝碑

3 / 3 箇所 · ギリシア語

要旨

ゼウクシスの芸術に対する怒りに関連して、著者はアンティオコス「救済者」が対ガラティア戦で実戦投入した象による予期せぬ勝利の逸話を紹介する。アンティオコスは、勝利の要因が自らの軍略ではなく象という新奇な獣の姿によるものだったため、自戒を込めて戦勝碑には象のみを刻ませた。

§8Ὁ μὲν οὖν Ζεῦξις οὕτως, ὀργιλώτερον ἴσως.
ゼウクシスは、このように、おそらくは少々怒りっぽく(行動した)。
Ἀντίοχος δὲ ὁ σωτὴρ ἐπικληθεὶς καὶ οὗτος ὅμοιόν τι παθεῖν λέγεται ἐν τῇ πρὸς Γαλάτας μάχῃ.
「救済者」と呼ばれたアンティオコスもまた、ガラティア人との戦いにおいて、これと似たような経験をしたと言われている。
εἰ βούλεσθε, διηγήσομαι καὶ τοῦτο, ὁποῖον ἐγένετο.
もしよろしければ、それがどのようなものであったか、こちらも語りましょう。
εἰδὼς γὰρ τούτους ἀλκίμους ὄντας καὶ πλήθει παμπόλλους ὁρῶν καὶ τὴν φάλαγγα καρτερῶς συναραρυῖαν καὶ ἐπὶ μετώπου μὲν προασπίζοντας τοὺς χαλκοθώρακας αὐτῶν, ἐς βάθος δὲ ἐπὶ τεττάρων καὶ εἴκοσι τεταγμένους ὁπλίτας, ἐπὶ κέρως δ’ ἑκατέρωθεν τὴν ἵππον δισμυρίαν οὖσαν, ἐκ δὲ τοῦ μέσου τὰ ἅρματα ἐκπηδήσεσθαι μέλλοντα δρεπανηφόρα ὀγδοήκοντα καὶ συνωρίδας ἐπ' αὐτοῖς δὶς τοσαύτας, ταῦτα ὁρῶν πάνυ πονηρὰς εἶχε τὰς ἐλπίδας, ὡς ἀμάχων ὄντων ἐκείνων αὐτῷ.
というのも、彼は彼らが勇敢であることを知っており、また、きわめて多数の群衆を目にし、ファランクスが強固に結集していること、前衛では青銅の甲冑を身につけた者たちが盾を構えて守り、重装歩兵たちが奥行き二十四列に配置されていること、さらに両翼には二万騎の騎兵が配備されていること、そして中央からは八十台の鎌付き戦車と、その二倍の数の二頭立て馬車が突撃しようとしているのを目にして、これらのことを見て、彼らは自分にとって敵うはずのない相手であると思い、きわめて暗い見通しを抱いていたからである。
ἐκεῖνος γὰρ δι’ ὀλίγου τῆς στρατιᾶς ἐκείνης παρασκευασθείσης οὐ μεγαλωστὶ οὐδὲ κατ' ἀξίαν τοῦ πολέμου ἀφίκετο κομιδῇ ὀλίγους ἄγων, καὶ τούτων πελταστικὸν τὸ πολὺ καὶ ψιλικόν·
なぜなら、彼の軍隊は短期間で準備されたものであり、大々的でもなければ、その戦争の規模にふさわしいものでもなく、きわめて少数の兵を率いて到着しただけで、その大部分は軽装の盾兵や軽装歩兵であり、丸腰の兵が軍隊の半分以上を占めていたからである。
οἱ γυμνῆτες δὲ ὑπὲρ ἥμισυ τῆς στρατιᾶς ἦσαν. ὥστε ἐδόκει αὐτῷ ἤδη σπένδεσθαι καί τινα εὐπρεπῆ διάλυσιν εὑρίσκεσθαι τοῦ πολέμου.
そのため、彼はすでに和約を結び、戦争を終わらせるための何らかの体面を保てる解決策を見つけ出すべきだと考えていた。
§9Ἀλλὰ Θεοδότας ὁ Ῥόδιος, ἀνὴρ γενναῖος καὶ τακτικῶν ἔμπειρος, οὐκ εἴα παρὼν ἀθυμεῖν.
しかし、ロドス人のテオドタスという、勇敢で戦術に熟達した人物がそこに居合わせており、気落ちするのを許さなかった。
καὶ ἦσαν γὰρ ἑκκαίδεκα ἐλέφαντες τῷ Ἀντιόχῳ.
というのも、アンティオコスには十六頭の象がいたからである。
τούτους ἐκέλευσεν ὁ Θεοδότας τέως μὲν ἔχειν ὡς οἷόν τε κατακρύψαντα, ὡς μὴ κατάδηλοι εἶεν ὑπερφαινόμενοι τοῦ στρατοῦ, ἐπειδὰν δὲ σημήνῃ ὁ σαλπιγκτὴς καὶ δέῃ συμπλέκεσθαι καὶ εἰς χεῖρας ἰέναι καὶ ἡ ἵππος ἡ τῶν πολεμίων ἐπελαύνηται καὶ τὰ ἅρματα οἱ Γαλάται ἀνοίξαντες τὴν φάλαγγα καὶ διαστήσαντες ἐπαφῶσι, τότε ἀνὰ τέτταρας μὲν τῶν ἐλεφάντων ἀπαντᾶν ἐφ' ἑκάτερα τοῖς ἱππεῦσιν, τοὺς ὀκτὼ δὲ ἀντεπαφεῖναι τοῖς ἁρματηλάταις καὶ συνωριασταῖς.
テオドタスは、これらの象を、軍勢の上から見えてしまって見つかることのないよう、しばらくの間はできる限り隠しておくように命じた。 そして、ラッパ手が合図を鳴らし、交戦して白兵戦に入るべき時が来、敵の騎兵が突撃し、ガラティア人たちがファランクスを開いて間隔を作り、戦車を突入させてきたなら、その時に、象のうち四頭ずつを両側の騎兵たちに立ち向わわせ、残りの八頭を戦車隊と二頭立て馬車隊に突入させるように、と。
εἰ γὰρ τοῦτο γένοιτο,. φοβηθήσονται αὐτῶν, ἔφη, οἱ ἵπποι καὶ ἐς τοὺς Γαλάτας αὖθις ἐμπεσοῦνται φεύγοντες.
「もしこれが実行されれば、彼らの馬たちは恐怖を抱き、逃げ惑って再びガラティア人自身に衝突するでしょう」と彼は言った。
καὶ οὕτως ἐγένετο.
そしてその通りになった。
§10οὐ γὰρ πρότερον ἰδόντες ἐλέφαντα οὔτε αὐτοὶ Γαλάται οὔτε οἱ ἵπποι αὐτῶν οὕτω πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐταράχθησαν, ὥστε πόρρω ἔτι τῶν θηρίων ὄντων ἐπεὶ μόνον τετριγότων ἤκουσαν καὶ τοὺς ὀδόντας εἶδον ἀποστίλβοντας ἐπισημότερον ὡς ἂν ἐκ μέλανος τοῦ παντὸς σώματος καὶ τὰς προνομαίας ὡς ἐς ἁρπαγὴν ὑπεραιωρουμένας, πρὶν ἢ τὸ τόξευμα ἐξικνεῖσθαι, ἐκκλίναντες σὺν οὐδενὶ κόσμῳ ἔφευγον, οἱ μὲν πεζοὶ περιπειρόμενοι ὑπ' ἀλλήλων τοῖς δορατίοις καὶ συμπατούμενοι ὑπὸ τῶν ἱππέων ὡς εἶχον ἐμπεσόντων ἐπ' αὐτούς, τὰ ἅρματα δέ, ἀναστρέψαντα καὶ ταῦτα ἔμπαλιν εἰς τοὺς οἰκείους, οὐκ ἀναιμωτὶ διεφέρετο ἐν αὐτοῖς, ἀλλὰ τὸ τοῦ Ὁμήρου, “δίφροι δ’ ἀνεκυμβαλίαζον. ” οἱ ἵπποι δ’ ἐπείπερ ἅπαξ τῆς ἐς τὸ εὐθὺ ὁδοῦ ἀπετρέποντο οὐκ ἀνασχόμενοι τῶν ἐλεφάντων, τοὺς ἐπιβάτας ἀποβαλόντες “κείν' ὄχεα κροτάλιζον” τέμνοντες νὴ Δία καὶ διαιροῦντες τοῖς δρεπάνοις εἴ τινας τῶν φίλων καταλάβοιεν.
なぜなら、ガラティア人自身もその馬たちも、それまで一度も象を見たことがなかったため、その思いがけない光景に非常に混乱し、獣たちがまだ遠くにいるうちから、ただその咆哮を聞き、その全身の黒い体からいっそう際立って白く輝く牙を目にし、獲物を捕らえるかのように高く掲げられた鼻を見るや、矢が届く距離になるよりも前に、隊列を乱して無秩序に逃げ出したからである。 歩兵たちは、互いの槍で突き刺し合い、自分たちの方へと雪崩れ込んできた騎兵たちに、されるがままに踏みつけられた。 また戦車の方も、やはり味方の側へと逆戻りし、流血なしには済まない大混乱を引き起こし、まさにホメロスの「戦車はひっくり返り」という状態であった。 馬たちは、象たちに耐えかねて一度まっすぐな進路から逸れてしまうと、御手を振り落とし、「空の戦車をガタガタと鳴らし」、誓って言うが、味方の誰彼を捕らえては鎌で切り刻み、引き裂いた。
πολλοὶ δὲ ὡς ἐν ταράχῳ τοσούτῳ κατελαμβάνοντο.
このような大混乱の中で、多くの者が命を落とした。
εἵποντο δὲ καὶ οἱ ἐλέφαντες συμπατοῦντες καὶ ἀναρριπτοῦντες ταῖς προνομαίαις ἐς ὕψος καὶ συναρπάζοντες καὶ τοῖς ὀδοῦσι περιπείροντες, καὶ τέλος οὗτοι κατὰ κράτος παραδιδόασι τῷ Ἀντιόχῳ τὴν νίκην.
象たちも追撃し、踏みつけ、鼻で空中高く投げ上げ、掴み取り、牙で突き刺し、そしてついに、これらがアンティオコスに圧倒的な勝利をもたらした。
§11Οἱ Γαλάται δὲ οἱ μὲν ἐτεθνήκεσαν, πολλοῦ τοῦ φόνου γενομένου, οἱ δὲ ζῶντες ἐλαμβάνοντο, πλὴν πάνυ ὀλίγοι ὁπόσοι ἔφθασαν εἰς τὰ ὄρη ἀναφυγόντες, οἱ Μακεδόνες δὲ ὅσοι σὺν Ἀντιόχῳ ἦσαν, ἐπαιώνιζον καὶ προσιόντες ἄλλος ἀλλαχόθεν ἀνέδουν τὸν βασιλέα καλλίνικον ἀναβοῶντες.
ガラティア人たちは、多くが虐殺されて死ぬか、あるいは生け捕りにされ、山へと一足早く逃げ延びたごく少数を除いて全滅した。 アンティオコスと共にいたマケドニア人たちは、勝利の歌を歌い、あちこちから近寄ってきては王に冠を授け、彼を「美しき勝利者」と呼び称えた。
ὁ δὲ καὶ δακρύσας, ὥς φασιν, Αἰσχυνώμεθα, ἔφη, ὦ στρατιῶται, οἷς γε ἡ σωτηρία ἐν ἑκκαίδεκα τούτοις θηρίοις ἐγένετο·
しかし王は、涙を流しながらこう言ったと伝えられている。 「兵士たちよ、私たちは恥じるべきだ。 我々の救いは、これら十六頭の獣のおかげなのだから。
ὡς εἰ μὴ τὸ καινὸν τοῦ θεάματος ἐξέπληξε τοὺς πολεμίους, τί ἂν ἡμεῖς ἦμεν πρὸς αὐτούς;
もしこの光景の新奇さが敵を驚愕させなかったなら、彼らに対して私たちは何者であり得ただろうか。
ἔπι τε τῷ τροπαίῳ κελεύει ἄλλο μηδέν, ἐλέφαντα δὲ μόνον ἐγκολάψαι.
そして、戦勝記念碑には、他には何も刻まず、ただ象だけを刻み込むようにと命じた。
§12Ὥρα τοίνυν με σκοπεῖν μὴ καὶ τοὐμὸν ὅμοιον ᾖ
さて、そうなると、私の身に起きていることもまた、これと似たようなことではないかと、考えてみるべき時のようだ。

語釈・文法注

  1. §8ταῦτα ὁρῶν — それ以前に列挙された複数の対格不定詞や分詞による間接叙述(敵の数の多さ、陣形、騎兵や戦車の配備など)を「これらを見て」と要約し、主節(πάνυ πονηρὰς εἶχε τὰς ἐλπίδας)に繋げる復唱の役割を果たす分詞。
  2. §8ὡς ἀμάχων ὄντων ἐκείνων αὐτῷ — 接続詞 ὡς を伴った属格絶対(ἀμάχων ὄντων ἐκείνων)。ὡς はアンティオコス自身の主観的な判断・認識(「〜であると考えて」)を表す。
  3. §9εἰ γὰρ τοῦτο γένοιτο, φοβηθήσονται — 条件節に希求法(γένοιτο)を用い、帰結節に未来直説法(φοβηθήσονται)を用いる混合条件文。単なる仮定の可能性(希求法)から、確実性の高い結果(未来直説法)へと焦点を移行させる古典期のギリシア語における一般的な文法習慣。
  4. §10ὡς εἶχον ἐμπεσόντων — ὡς εἶχον は「そのままで」「無秩序に」を意味する半副詞的な慣用表現。ἐμπεσόντων は属格絶対で、文脈上「馬たちが(あるいは騎兵たちが)」という主語(τῶν ἵππων / τῶν ἱππέων)が省略されている。
  5. §10“δίφροι δ’ ἀνεκυμβαλίαζον” / “κείν' ὄχεα κροτάλιζον” — いずれもホメロスの『イリアス』(第15歌、第16歌)からの引用。後者の κείν' は κενά(空の)の詩的縮約形(イオン方言的な κεινά の縮約)であり、御者を失った「空の」戦車が音を立てる様子を描写している。
  6. §11ὡς εἰ μὴ ... τί ἂν ἡμεῖς ἦμεν — 接続詞 ὡς(「なぜなら〜だからだ」)に導かれた、過去の事実に反する仮定を表す反実仮想の条件文(εἰ μὴ + 直説法過去、帰結節は ἄν + 直説法過去)。
  7. §12Ὥρα τοίνυν με σκοπεῖν μὴ — Ὥρα [ἐστί](〜すべき時である)という非人称表現に、対格不定詞(με σκοπεῖν)が続き、その後に懸念を表す接続法(μὴ ᾖ)を導く。

この箇所を引用する

ルキアノス, ゼウクシスまたはアンティオコス §8-12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg057.humanitext-grc3:8-12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。