Humanitext Reader

琉善 · 渴蛇 §5-9

毒液的作用机理与对演说的渴求比喻

第 2 段,共 2 段 · 希腊语

内容简介

作者解释了迪普萨斯毒液因饮水而活性化的医学原因,并介绍了一位因被其咬伤而死者的悲剧性墓志铭。随后,他将听众比作清澈的泉水,并将自己对演讲永不熄灭的热情比作迪普萨斯的干渴,以此表达对听众的敬意。

§5λέγουσιν ἰατρῶν παῖδες ἐκείνην τὴν αἰτίαν εἶναι, παχὺν τὸν ἰὸν ὄντα ἔπειτα δευόμενον τῷ ποτῷ ὀξυκίνητον γίγνεσθαι, ὑγρότερον ὡς τὸ εἰκός καθιστάμενον καὶ ἐπὶ πλεῖστον διαχεόμενον.
医生的后代们说,这就是原因:毒液本来是粘稠的,接着因被饮水稀释而变得易于活动,自然变得更具流动性并极其广泛地扩散。
§6Ἐγὼ μὲν οὖν οὐδένα τοῦτο πεπονθότα εἶδον, μηδέ, ὦ θεοί, ἴδοιμι οὕτω κολαζόμενον ἄνθρωπον, ἀλλ’ οὐδὲ ἐπέβην τῆς Λιβύης τὸ παράπαν εὖ ποιῶν.
我确实没有见过任何人遭受过这种痛苦,噢,诸神啊,但愿我永远不要看到一个受到如此折磨的人! 事实上,我甚至根本没有踏足过利比亚,这真是一件幸事。
ἐπίγραμμα δέ τι ἤκουσα, ὅ μοι τῶν ἑταίρων τις ἔλεγεν αὐτὸς ἐπὶ στήλης ἀνεγνωκέναι ἀνδρὸς οὕτως ἀποθανόντος.
但我听说过一个碑文,我的一个同伴告诉我,他在一个以这种方式死去的男子的墓碑上亲自读到过。
ἐκ Λιβύης ἔφη ἀπιὼν ἐς Αἴγυπτον παρὰ τὴν μεγάλην Σύρτιν ποιεῖσθαι τὴν πορείαν· οὐ γὰρ εἶναι ἄλλως.
他说,自己从利比亚启程前往埃及,沿着大锡尔特斯行进;因为没有其他的路。
ἔνθα δὴ τάφῳ ἐντυχεῖν παρὰ τὴν ἠϊόνα ἐπ' αὐτῷ τῷ κλύσματι, καὶ στήλην ἐφεστάναι δηλοῦσαν τοῦ ὀλέθρου τὸν τρόπον·
就在那里,他在紧靠波浪的岸边遇到了一座坟墓,墓上立着一块墓碑,表明了他死亡的方式。
κεκολάφθαι γὰρ ἐπ' αὐτῇ ἄνθρωπον μέν τινα οἷον τὸν Τάνταλον γράφουσιν ἐν λίμνῃ ἑστῶτα καὶ ἀρυόμενον τοῦ ὕδατος, ὡς πίοι δῆθεν, τὸ θηρίον δὲ—τὴν διψάδα—ἐμπεφυκὸς αὐτῷ περιεσπειρᾶσθαι τῷ ποδί, καί τινας γυναῖκας ὑδροφορούσας ἅμα πολλὰς καταχεῖν τὸ ὕδωρ αὐτοῦ·
因为碑上刻着一个男子,就像画家们所描绘的坦塔洛斯一样,站在湖中汲水,仿佛真的要喝下去,而那只野兽——迪普萨斯(渴蛇)——正紧咬着他,缠绕在他的脚上,同时,还有好几个打水的妇女正把水浇在他身上。
πλησίον δὲ ᾠὰ κεῖσθαι οἷα τῶν στρουθῶν ἐκείνων οὓς ἔφην θηρᾶν τοὺς Γαράμαντας·
旁边放着一些蛋,就像我曾说过的加拉曼特斯人所狩猎的那些鸵鸟的蛋。
γεγράφθαι δὲ πρὸς τοὐπίγραμμα—οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν, " Τοῖα παθόντ' οἶμαι καὶ Τάνταλον αἴθοπος ἰοῦ μηδαμὰ κοιμῆσαι διψαλέην ὀδύνην.
碑文上还刻有这样一首诗——说出来也无妨: "我想,即使是坦塔洛斯,在灼热的毒液折磨下,也从未能平息这干渴的痛苦。
καὶ Δαναοῖο κόρας τοῖον πίθον οὐκ ἀναπλῆσαι αἰὲν ἐπαντλούσας ὑδροφόρῳ καμάτῳ.
而达那奥斯的女儿们,在运水的劳作中永远在汲水,也从未填满过这样一个水瓮。
" ἔτι καὶ ἄλλα ἔπη τέτταρά ἐστι περὶ τῶν ᾠῶν, καὶ ὡς ἀναιρούμενος αὐτὰ ἐδήχθη, ἀλλ’ οὐκέτι μέμνημαι ἐκείνων.
"还有关于这些蛋以及他在拾起蛋时如何被咬的另外四行诗,但我已经不记得了。
§7Συλλέγουσι δὲ ἄρα τὰ ᾠὰ καὶ ἐσπουδάκασι περὶ αὐτὰ οἱ περίοικοι, οὐχ ὡς φαγεῖν μόνον, ἀλλὰ καὶ σκεύεσι χρῶνται κενώσαντες καὶ ἐκπώματα ποιοῦνται ἀπ' αὐτῶν· οὐ γὰρ ἔχουσι κεραμεύειν διὰ τὸ ψάμμον εἶναι τὴν γῆν.
其实,那里的居民收集这些蛋并对它们十分热心,不仅是为了食用,而且掏空后还把它们当成器皿,用它们制成杯子;因为他们的土地是沙子,所以无法制作陶器。
εἰ δὲ καὶ μεγάλα εὑρεθείη, καὶ πῖλοι γίγνονται δύο ἐκ τοῦ ᾠοῦ ἑκάστου· τὸ γὰρ ἡμίτομον ἑκάτερον ἀποχρῶν τῇ κεφαλῇ πῖλός ἐστιν.
如果发现很大的蛋,每一个蛋甚至可以做成两个帽子;因为切开的两个半球都足够套在头上当作帽子。
§8ἐκεῖ τοίνυν λοχῶσιν αἱ διψάδες παρὰ τὰ ᾠά, καὶ ἐπειδὰν προσέλθῃ ὁ ἄνθρωπος, ἐκ τῆς ψάμμου ἐξερπύσασαι δάκνουσι τὸν κακοδαίμονα· ὁ δὲ πάσχει ἐκεῖνα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα πίνων ἀεὶ καὶ μᾶλλον διψῶν καὶ πιμπλάμενος οὐδέποτε.
因此,那些迪普萨斯就在蛋旁潜伏,一旦有人走近,它们就从沙子里爬出来咬伤那个不幸的人;而那人就会遭受前面刚提到的那些痛苦,不停地喝水却愈发干渴,永远无法满足。
§9Ταυτὶ οὐ μὰ Δία πρὸς Νίκανδρον τὸν ποιητὴν φιλοτιμούμενος διεξῆλθον, οὐδ’ ὅπως ὑμεῖς μάθοιτε ὡς οὐκ ἀμελὲς γεγένηταί μοι φύσεις τῶν Λιβυκῶν ἑρπετῶν εἰδέναι.
我详细讲述这些,指天发誓,绝不是为了与诗人尼坎德一争高下,也不是为了让你们知道我没有忽视去了解利比亚爬行动物的本性。
ἰατρῶν γὰρ ἂν μᾶλλον ὁ ἔπαινος εἴη, οἷς ἀνάγκη εἰδέναι ταῦτα ὡς καὶ ἀμύνασθαι αὐτὰ μετὰ τῆς τέχνης ἔχοιεν.
因为这种赞誉更应该属于医生,他们必须了解这些,以便能用他们的医术去抵御它们。
ἀλλά μοι δοκῶ—καὶ πρὸς φιλίου μὴ δυσχεράνητε τὴν εἰκόνα θηριώδη οὖσαν—ὅμοιόν τι καὶ αὐτὸς παθεῖν πρὸς ὑμᾶς οἷον ἐκεῖνοι πάσχουσι πρὸς τὸ ποτὸν οἱ δηχθέντες ὑπὸ τῆς διψάδος.
但是我觉得自己——看在友谊之神的份上,请不要介意这个带有野兽特征的比喻——我自己对你们也经历着某种相似的感受,就像那些被迪普萨斯咬伤的人对饮水的感受一样。
ὅσῳ γὰρ ἂν ἐπὶ πλέον παρίω ἐς ὑμᾶς, τοσούτῳ μᾶλλον ὀρέγομαι τοῦ πράγματος, καὶ τὸ δίψος ἄσχετον ὑπεκκαίεταί μοι, καὶ ἔοικα οὐδ’ ἐμπλησεσθαί ποτε τοῦ τοιούτου ποτοῦ.
因为我越是来到你们面前,就越是渴望这件事,一种无法遏制的干渴在我心中燃起,我似乎永远无法满足于这种饮水。
μάλα εἰκότως.
这极其自然。
ποῦ γὰρ ἂν οὕτω διειδεῖ τε καὶ καθαρῷ ὕδατι ἐντύχοιμι;
因为我在其他什么地方能遇到如此清澈纯净的水呢?
ὥστε σύγγνωτε εἰ δηχθεὶς καὶ αὐτὸς τὴν ψυχὴν ἡδίστῳ τούτῳ καὶ ὑγιεινοτάτῳ τῷ δήγματι ἐμφοροῦμαι χανδὸν, ὑποθεὶς τῷ κρουνῷ τὴν κεφαλήν.
因此,如果我自己的灵魂也被这最愉悦、最健康的“咬伤”所咬,并把头伸向泉口,大口贪婪地饮用,请予以宽恕。
εἴη μόνον μὴ ἐπιλιπεῖν τὰ παρ' ὑμῶν ἐπιρρέοντα μηδὲ χυθεῖσαν τὴν σπουδὴν τῆς ἀκροάσεως κεχηνότα ἔτι καὶ διψῶντα καταλιπεῖν·
但愿只有你们那里流淌出来的泉水不会枯竭,也不要等你们聆听的热情倾泻完后,让我依然张着口、口渴地留在原地。
ὡς δίψους γε ἕνεκα τοὐμοῦ πρὸς ὑμᾶς οὐδὲν ἂν ἐκώλυε πίνειν ἀεί· κατὰ γὰρ τὸν σοφὸν Πλάτωνα, κόρος οὐδεὶς τῶν καλῶν.
因为只要是对你们的干渴而言,没有什么能阻止我永远饮用;因为正如智慧的柏拉图所说,美的事物永远没有厌倦。

词汇与语法注释

  1. §5δευόμενον τῷ ποτῷ — 被动分词 δευόμενον 与 τῷ ποτῷ(“因饮水”)连用,因果性地解释了毒液与水融合并被稀释的过程。
  2. §6εὖ ποιῶν — 现在分词 ποιῶν 作副词和惯用法使用,表示“幸好”、“明智地”。
  3. §6οἶμαι — 诗中的动词,支配了两个带物主对格的不定式从句(Τάνταλον ... κοιμῆσαι 与 Δαναοῖο κόρας ... ἀναπλῆσαι)作为间接叙述。
  4. §9ἀλλά μοι δοκῶ — 动词 δοκέω 的类无人称用法(μοι δοκῶ,“在我看来”),后接不定式 παθεῖν(“遭受、经历”),其逻辑主语在上下文语境中为说话者自己,惯用语意为“我自己似乎正在经历……”。
  5. §9εἴη μόνον — 祈愿语气 εἴη 单独使用,并伴有后续的不定式分句,用以表达强烈的愿望(“但愿……”)。

引用这一段

琉善, 渴蛇 §5-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg054.humanitext-grc3:5-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。