Humanitext Reader

琉善 · 画像 §21-23

赞美谦逊并合二为一的身心肖像

第 7 段,共 7 段 · 希腊语

内容简介

波利斯特拉托斯赞美了她虽身处高位却依然保持谦逊与仁慈的灵魂,最终两人决定将之前所塑造的身体与灵魂的肖像合二为一,写入书中以传后世。

§21Πολύστρατος οὐχ ἅπασαν· ἔτι γὰρ τὰ μέγιστα τῶν ἐπαίνων περιλείπεται.
波利斯特拉托斯:并非全部;因为赞美中最大的一部分还留存着。
λέγω δὲ τὸ ἐν τηλικούτῳ ὄγκῳ γενομένην αὐτὴν μήτε τῦφον ἐπὶ τῇ εὐπραξίᾳ περιβαλέσθαι μήτε ὑπὲρ τὸ ἀνθρώπινον μέτρον ἐπαρθῆναι πιστεύσασαν τῇ τύχῃ, φυλάττειν δὲ ἐπὶ τοῦ ἰσοπέδου ἑαυτὴν μηδὲν ἀπειρόκαλον ἢ φορτικὸν φρονοῦσαν καὶ τοῖς προσιοῦσιν δημοτικῶς τε καὶ ἐκ τοῦ ὁμοίου προσφέρεσθαι καὶ δεξιώσεις καὶ φιλοφροσύνας φιλοφρονεῖσθαι τοσούτῳ ἡδίους τοῖς προσομιλοῦσιν, ὅσῳ καὶ παρὰ μείζονος ὅμως γιγνόμεναι οὐδὲν τραγικὸν ἐμφαίνουσιν.
我指的是,她虽身处如此显赫的地位,却既未因顺境而染上虚荣,也未因寄信于命运而膨胀得超越了人类的限度,而是将自己保持在平易的地位上,不怀有任何粗俗或下作的念头,对待走近她的人既平民化又平等相待,并且向人们展现问候与款待。 这些举动对于与她交往的人来说显得尤为甜美,因为它们尽管来自地位更高的人,却毫无做作的姿态。
ὡς ὁπόσοι τῷ μέγα δύνασθαι μὴ πρὸς ὑπεροψίαν, ἀλλὰ καὶ πρὸς εὐποιίαν ἐχρήσαντο, οὗτοι καὶ ἄξιοι μάλιστα τῶν παρὰ τῆς τύχης δοθέντων ἀγαθῶν ὤφθησαν, καὶ μόνοι ἂν οὗτοι δικαίως τὸ ἐπίφθονον διαφύγοιεν·
因为凡是将巨大的权力用于行善而非傲慢的人,最能显现出他们配得上命运所赐予的福泽,也只有他们能公正地免受嫉妒。
οὐδεὶς γὰρ ἂν φθονήσειε τῷ ὑπερέχοντι, ἢν μετριάζοντα ἐπὶ τοῖς εὐτυχήμασιν αὐτὸν ὁρᾷ καὶ μὴ κατὰ τὴν τοῦ Ὁμήρου Ἄτην ἐκείνην ἐπʼ ἀνδρῶν κράατα βεβηκότα καὶ τὸ ὑποδεέστερον πατοῦντα·
因为如果人们看到一个优越者在幸运面前保持克制,而不是像荷马笔下的那个“阿特(祸害)”一样在人们的头上行走、践踏地位卑微的人,那么就没有人会嫉妒他。
ὅπερ οἱ ταπεινοὶ τὰς γνώμας πάσχουσιν ἀπειροκαλίᾳ τῆς ψυχῆς· ἐπειδὰν γὰρ αὐτοὺς ἡ τύχη μηδὲν τοιοῦτον ἐλπίσαντας ἄφνω ἀναβιβάσῃ εἰς πτηνόν τι καὶ μετάρσιον ὄχημα, οὐ μένουσιν ἐπὶ τῶν ὑπαρχόντων οὐδʼ ἀφορῶσιν κάτω, ἀλλὰ ἀεὶ πρὸς τὸ ἄναντες βιάζονται.
而那些心胸狭隘的人由于灵魂的粗俗,往往会遭受这种厄运;因为每当命运在他们毫无预料的情况下突然将他们提升到某种带翼的、高空的座驾上时,他们不会安于现状,也不愿向下看,而是总想强行往更高处攀登。
τοιγαροῦν ὥσπερ ὁ Ἴκαρος, τακέντος αὐτοῖς τάχιστα τοῦ κηροῦ καὶ τῶν πτερῶν περιρρυέντων, γέλωτα ὀφλισκάνουσιν ἐπὶ κεφαλὴν εἰς πελάγη καὶ κλύδωνα ἐμπίπτοντες·
因此,正如伊卡洛斯一样,他们的蜡很快融化,羽翼脱落,头朝下坠入大海和波涛之中,沦为笑柄。
ὅσοι δὲ κατὰ τὸν Δαίδαλον ἐχρήσαντο τοῖς πτεροῖς καὶ μὴ πάνυ ἐπήρθησαν, εἰδότες ὅτι ἐκ κηροῦ ἦν αὐτοῖς πεποιημένα, ἐταμιεύσαντο δὲ πρὸς τὸ ἀνθρώπινον τὴν φορὰν καὶ ἠγάπησαν ὑψηλότεροι μόνον τῶν κυμάτων ἐνεχθέντες, ὥστε μέντοι νοτίζεσθαι αὐτοῖς ἀεὶ τὰ πτερὰ καὶ μὴ παρέχειν αὐτὰ μόνῳ τῷ ἡλίῳ, οὗτοι δὲ ἀσφαλῶς τε ἅμα καὶ σωφρόνως διέπτησαν·
但那些像代达罗斯那样使用翅膀、并且没有过度高飞的人,因为知道翅膀是用蜡做的,便将飞行控制在人类的限度内,满足于仅在波浪之上稍高处飞翔,从而使他们的翅膀总是保持湿润,而不至于只暴露给太阳,这些人便能既安全又理智地飞越过去。
ὅπερ καὶ ταύτην ἄν τις μάλιστα ἐπαινέσειε.
这也是人们对她最应赞美的地方。
τοιγαροῦν καὶ ἄξιον παρὰ πάντων ἀπολαμβάνει τὸν καρπόν, εὐχομένων ταῦτά τε αὐτῇ παραμεῖναι τὰ πτερὰ καὶ ἔτι πλείω ἐπιρρεῖν τἀγαθά.
因此,她也从所有人那里收获了应得的果实,大家都祈祷这些翅膀能一直伴随着她,并且还有更多的福祉源源不断地涌来。
§22Λυκῖνος καὶ οὕτως, ὦ Πολύστρατε, γιγνέσθω·
吕基诺斯:波利斯特拉托斯,但愿如此。
ἀξία γὰρ οὐ τὸ σῶμα μόνον ὥσπερ ἡ Ἑλένη καλὴ οὖσα„ καλλίω δὲ καὶ ἐρασμιωτέραν ὑπʼ αὐτῷ τὴν ψυχὴν σκέπουσα.
因为她确实配得上,她不仅像海伦那样身体美丽,而且在身体之下还遮护着一个更加美丽、更加可爱的灵魂。
ἔπρεπε δὲ καὶ βασιλεῖ τῷ μεγάλῳ χρηστῷ καὶ ἡμέρῳ ὄντι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀγαθῶν, ὁπόσα ἐστὶν αὐτῷ, εὐδαιμονῆσαι, ὡς ἐπʼ αὐτοῦ καὶ φῦναι γυναῖκα τοιαύτην καὶ συνοῦσαν αὐτῷ ποθεῖν αὐτόν·
对于那位仁慈温和的大王来说,在他所拥有的其他一切福祉之外,在这件事上感到幸福也是理所应当的,即在他的时代诞生了这样一位女性,并且与他相伴、深爱着他。
οὐ γὰρ μικρὸν τοῦτο εὐδαιμόνημα, γυνὴ περὶ ἧς ἄν τις εὐλόγως τὸ Ὁμηρικὸν ἐκεῖνο εἴποι, χρυσείῃ μὲν αὐτὴν Ἀφροδίτῃ ἐρίζειν τὸ κάλλος, ἔργα δὲ αὐτῇ Ἀθηναίῃ ἰσοφαρίζειν.
因为能得到这样一个女人,绝非微不足道的幸运,人们可以合情合理地用荷马的那句诗来形容她:在美貌上她与金色的阿佛洛狄忒争艳,在才艺上她与雅典娜并驾齐驱。
γυναικῶν γὰρ συνόλως οὐκ ἄν τις παραβληθείη αὐτῇ οὐ δέμας οὐδὲ φυήν, φησὶν Ὅμηρος, οὔτʼ ἂρ φρένας οὔτε τι ἔργα.
因为在所有女性中,根本没有人能与她相比, “无论在容貌还是身段上,” 正如荷马所说, “也无论在智谋还是手艺上。
§23Πολύστρατος ἀληθῆ φής, ὦ Λυκῖνε·
” 波利斯特拉托斯:吕基诺斯,你说得对。
ὥστε εἰ δοκεῖ, ἀναμίξαντες ἤδη τὰς εἰκόνας, ἥν τε σὺ ἀνέπλασας τὴν τοῦ σώματος καὶ ἃς ἐγὼ τῆς ψυχῆς ἐγραψάμην, μίαν ἐξ ἁπασῶν συνθέντες εἰς βιβλίον καταθέμενοι παρέχωμεν ἅπασι θαυμάζειν τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐν ὑστέρῳ ἐσομένοις.
因此,如果合适的话,我们现在就将这些肖像混合起来——即你所塑造的身体肖像和我所描绘的灵魂肖像——将它们融为一体,著之于书,供所有现在活着的人和未来将要出生的人赞叹。
μονιμωτέρα γοῦν τῶν Ἀπελλοῦ καὶ Παρρασίου καὶ Πολυγνώτου γένοιτʼ ἄν, καὶ αὐτῇ ἐκεινῇ παρὰ πολὺ τῶν τοιούτων κεχαρισμένη, ὅσῳ μὴ ξύλου καὶ κηροῦ καὶ χρωμάτων πεποίηται, ἀλλὰ ταῖς παρὰ Μουσῶν ἐπιπνοίαις εἴκασται, ἥπερ ἀκριβεστάτη εἰκὼν γένοιτʼ ἂν σώματος κάλλος καὶ ψυχῆς ἀρετὴν ἅμα ἐμφανίζουσα.
这无疑会比阿佩莱斯、帕拉西奥斯和波吕格诺托斯的画作更为持久,也比那些东西更令她本人感到欣慰,因为这并非由木头、蜡和颜料制成,而是借由缪斯女神们的灵感比拟而成,这才是最精确的肖像,同时展现了身体之美与灵魂之德。

词汇与语法注释

  1. §21λέγω δὲ τὸ ἐν τηλικούτῳ ὄγκῳ γενομένην αὐτὴν μήτε τῦφον ἐπὶ τῇ εὐπραξίᾳ περιβαλέσθαι — 带冠词 `τὸ` 的名词化不定词短语 `τὸ ... περιβαλέσθαι`(以及随后的并列不定词 `ἐπαρθῆναι`, `φυλάττειν`, `προσφέρεσθαι`, `φιλοφρονεῖσθαι`)作为动词 `λέγω` 的直接宾语。宾格的 `αὐτὴν` 作不定词的逻辑主语,分词 `γενομένην` 与其保持一致。
  2. §21ὅπερ οἱ ταπεινοὶ τὰς γνώμας πάσχουσιν — 中性单数关系代词 `ὅπερ` 以先前所述“践踏他人”的整件事作为先行词。此外,`τὰς γνώμας` 是关系宾格(或称限定宾格),修饰形容词 `ταπεινοὶ`,表示“在思想上卑微”。
  3. §22ἔπρεπε δὲ καὶ βασιλεῖ τῷ μεγάλῳ... εὐδαιμονῆσαι — 不定词 `εὐδαιμονῆσαι` 作为非人称动词过去时 `ἔπρεπε`(合适、应当)的主语,其逻辑主语由与格 `βασιλεῖ τῷ μεγάλῳ`(对大王而言)表示,构成了“大王在……上获得幸福也是应当的”这一句式结构。

引用这一段

琉善, 画像 §21-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg039.humanitext-grc2:21-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。