§1Λυκῖνος
ἀλλʼ ἦ τοιοῦτόν τι ἔπασχον οἱ τὴν Γοργὼ ἰδόντες οἷον ἐγὼ ἔναγχος ἔπαθον, ὦ Πολύστρατε, παγκάλην τινὰ γυναῖκα ἰδών·
リュキノスゴルゴーを見た者たちが被ったのは、私が先日、ある非常に美しい女性を見たときに被ったようなものだったのだろうか、ポリュストラトスよ。
αὐτὸ γὰρ τὸ τοῦ μύθου ἐκεῖνο, μικροῦ δέω λίθος ἐξ ἀνθρώπου σοι γεγονέναι πεπηγὼς ὑπὸ τοῦ θαύματος.
まさにあの神話の通りのことが起こり、私は驚きのあまり硬直して、もう少しでお前の前で人間から石になるところだったのだ。
Πολύστρατος
Ἡράκλεις, ὑπερφυές τι τὸ θέαμα φὴς καὶ δεινῶς βίαιον, εἴ γε καὶ Λυκῖνον ἐξέπληξε γυνή τις οὖσα·
ポリュストラトスヘラクレスよ! 君が言うのは、並大抵ではない、恐ろしく強烈な見ものだな、何しろただの女でありながら、あのリュキノスをも驚倒させたというのだから。
σὺ γὰρ ὑπὸ μὲν τῶν μειρακίων καὶ πάνυ ῥᾳδίως αὐτὸ πάσχεις, ὥστε θᾶττον ἄν τις ὅλον τὸν Σίπυλον μετακινήσειεν ἢ σὲ τῶν καλῶν ἀπάγοι μὴ οὐχὶ παρεστάναι αὐτοῖς κεχηνότα καὶ ἐπιδακρύοντά γε πολλάκις ὥσπερ ἐκείνην αὐτὴν τὴν τοῦ Ταντάλου.
君はうら若い少年たちのせいで、いとも簡単に同じ状態になる。 その執着ぶりたるや、シピュロス山全体を動かす方が、君を美少年たちから引き離して、彼らのそばに口を開けて立ちつくし、かのタンタロスの娘さながらにしばしば涙を流すのをやめさせることよりも容易なほどだ。
ἀτὰρ εἰπέ μοι, τίς ἡ λιθοποιὸς αὕτη Μέδουσα ἡμῖν ἐστιν καὶ πόθεν, ὡς καὶ ἡμεῖς ἴδοιμεν·
だが教えてくれ、我々にとってのこの石化をもたらすメドゥーサは誰で、どこから来たのか。 我々も彼女を見られるように。
οὐ γάρ, οἶμαι, φθονήσεις ἡμῖν τῆς θέας οὐδὲ ζηλοτυπήσεις, εἰ μέλλοιμεν πλησίον που καὶ αὐτοὶ παραπεπηγέναι σοι ἰδόντες.
君は我々にその見ものを惜しんだり、我々が彼女を見て君のすぐ近くで同じように石化するかもしれないからといって、嫉妬したりはしないだろうからね。
Λυκῖνος
καὶ μὴν εὖ εἰδέναι χρή σε, ὡς κἂν ἐκ περιωπῆς μόνον ἀπίδῃς εἰς αὐτήν, ἀχανῆ σε καὶ τῶν ἀνδριάντων ἀκινητότερον ἀποφανεῖ.
リュキノスいや、よく知っておくべきだ。 たとえ遠くの物見台から彼女をちらりと見るだけでも、彼女は君を口もきけないほどにし、石像よりも動かなくさせてしまうだろう。
καίτοι τοῦτο μὲν ἴσως εἰρηνικώτερόν ἐστιν καὶ τὸ τραῦμα ἧττον καίριον, εἰ αὐτὸς ἴδοις·
もっとも、君自身が見るだけなら、これはおそらくまだ穏やかであり、傷もそれほど致命的ではない。
εἰ δὲ κἀκείνη προσβλέψειέ σε, τίς ἔσται μηχανὴ ἀποστῆναι αὐτῆς;
だが、もし彼女の方も君を見つめ返したなら、彼女から離れるためのどんな手段があるだろうか。
ἀπάξει γάρ σε ἀναδησαμένη ἔνθα ἂν ἐθέλῃ, ὅπερ καὶ ἡ λίθος ἡ Ἡρακλεία δρᾷ τὸν σίδηρον.
彼女は君を縛りつけ、自分の望むところへどこへでも連れ去ってしまうだろう。 ちょうどヘラクレスの石が鉄に対して行うようにね。
§2Πολύστρατος
παύου, ὦ Λυκῖνε, τεράστιόν τι κάλλος ἀναπλάττων, ἀλλʼ εἰπέ, τίς ἡ γυνή ἐστιν.
ポリュストラトスやめてくれ、リュキノス、怪異なほどの美を言葉で作り上げるのは。 それよりも教えてくれ、その女性は誰なのかね。
Λυκῖνος
οἴει γάρ με ὑπερβαλέσθαι τῷ λόγῳ, ὃς δέδια μή σοι ἰδόντι ἀσθενής τις ἐπαινέσαι δόξω, παρὰ τοσοῦτον ἀμείνων φανεῖται;
リュキノス私が言葉で誇張していると思うのか。 私はむしろ、君が彼女を見たときに、私の賛辞が貧弱なものだったと思われるのではないかと恐れているのだ、それほどまでに彼女は実物の方が勝って見えるだろうから。
πλὴν ἀλλὰ ἥτις μέν, οὐκ ἂν εἰπεῖν ἔχοιμι, θεραπεία δὲ πολλὴ καὶ ἡ ἄλλη περὶ αὐτὴν παρασκευὴ λαμπρὰ καὶ εὐνούχων τι πλῆθος καὶ ἅβραι πάνυ πολλαί, καὶ ὅλως μεῖζόν γε ἢ κατὰ ἰδιωτικὴν τύχην ἐδόκει τὸ πρᾶγμα εἶναι.
ただ、彼女が誰であるかは私には言えない。 しかし、多くの従者が控え、彼女の周りのその他のしつらえも豪華で、大勢の宦官や非常に多くの侍女たちがおり、全体としてその様子は、一介の私人の身分を超えているように思われた。
Πολύστρατος
οὐδὲ τοὔνομα ἐπύθου σύ γε ἥτις καλοῖτο;
ポリュストラトス彼女が何という名前で呼ばれているのかさえ、君は尋ねなかったのか。
Λυκῖνος
οὐδαμῶς, ἢ τοῦτο μόνον, τῆς Ἰωνίας ἐστίν·
リュキノス全く尋ねなかった。 ただこれだけ、彼女がイオニアの出身であることだけは分かっている。
τῶν θεατῶν γάρ τις ἀπιδὼν εἰς τὸν πλησίον, ἐπεὶ παρῆλθεν,
τοιαῦτα μέντοι,
ἔφη,
τὰ Σμυρναϊκὰ κάλλη·
彼女が通り過ぎたとき、見物人の一人が隣の人に目を向けて、「これこそがスミュルナの美というものだ。
καὶ θαυμαστὸν οὐδέν, εἰ ἡ καλλίστη τῶν Ἰωνικῶν πόλεων τὴν καλλίστην γυναῖκα ἤνεγκεν.
イオニアの都市の中で最も美しい都市が、最も美しい女性を生み出したとしても、不思議なことは何もない」と言ったのだ。
ἐδόκει δέ μοι Σμυρναῖος καὶ αὐτὸς ὁ λέγων εἶναι, οὕτως ἐσεμνύνετο ἐπʼ αὐτῇ.
そう語った本人もスミュルナ人であるように私には思われた、それほどまでに彼女のことを誇りに思っていたからね。
§3Πολύστρατος
οὐκοῦν ἐπεὶ λίθου τοῦτό γε ὡς ἀληθῶς ἐποίησας οὔτε παρακολουθήσας οὔτε τὸν Σμυρναῖον ἐκεῖνον ἐρόμενος, ὅστις ἦν, κἂν τὸ εἶδος ὡς οἷόν τε ὑπόδειξον τῷ λόγῳ·
ポリュストラトスそれなら、後を追うこともせず、あのスミュルナ人に彼女が誰なのかを尋ねもしなかったという点において、君は本当に石のような振る舞いをしたのだから、せめてその姿を言葉でできる限り示してくれ。
τάχα γὰρ ἂν οὕτως γνωρίσαιμι.
そうすれば、ひょっとすると私にも誰だか分かるかもしれない。
Λυκῖνος
ὁρᾷς ἡλίκον τοῦτο ᾔτησας;
リュキノス君がどれほど途方もないことを求めているか分かっているのか。
οὐ κατὰ λόγων δύναμιν, καὶ μάλιστά γε τῶν ἐμῶν, ἐμφανίσαι θαυμασίαν οὕτως εἰκόνα, πρὸς ἣν μόλις ἂν ἢ Ἀπελλῆς ἢ Ζεῦξις ἢ Παρράσιος ἱκανοὶ ἔδοξαν, ἢ εἴ τις Φειδίας ἢ Ἀλκαμένης·
これほど素晴らしい肖像を描き出すことは、言葉の力、ましてや私の言葉の力には及ばない。 アペレスやゼウクシスやパラシオス、あるいはフェイディアスやアルカメネスといった者たちでさえ、やっとのことで任に堪えうると思われるほどなのだ。
ἐγὼ δὲ λυμανοῦμαι τὸ ἀρχέτυπον ἀσθενείᾳ τῆς τέχνης.
私などがやれば、私の技術の拙さによって、原型を台無しにしてしまうだろう。
Πολύστρατος
ὅμως, ὦ Λυκῖνε, ποία τις τὴν ὄψιν;
ポリュストラトスそれでもだ、リュキノス、容姿はどのような感じだったのだ。
οὐ γὰρ ἐπισφαλὲς τὸ τόλμημα, εἰ φίλῳ ἀνδρὶ ἐπιδείξαις τὴν εἰκόνα, ὅπως ἂν τῆς γραμμῆς ἔχῃ.
友人にその肖像を示すのであれば、その輪郭がどうであれ、不都合な冒険にはならないだろう。
Λυκῖνος
καὶ μὴν ἀσφαλέστερον αὐτὸς ποιήσειν μοι δοκῶ τῶν παλαιῶν τινας ἐκείνων τεχνιτῶν παρακαλέσας ἐπὶ τὸ ἔργον, ὡς ἀναπλάσειάν μοι τὴν γυναῖκα.
リュキノスそれなら、私自身がより安全に行う方法として、かつての古代の芸術家たちをこの作業に招き、彼らに私のためにあの女性を形作ってもらうのがよいと思う。
Πολύστρατος
πῶς τοῦτο φής;
ポリュストラトスどういう意味かね。
ἢ πῶς ἂν ἀφίκοιντό σοι πρὸ τοσούτων ἐτῶν ἀποθανόντες;
何年も前に亡くなった彼らが、どうやって君のところへ来られるというのだ。
Λυκῖνος
ῥᾳδίως, ἤνπερ σὺ μὴ ὀκνήσῃς ἀποκρίνασθαί τί μοι.
リュキノスたやすいことさ、君が私に答えるのをためらいさえしなければね。
Πολύστρατος
ἐρώτα μόνον.
ポリュストラトス何でも尋ねてくれ。