Humanitext Reader

琉善 · 论丧礼 §19-24

祭奠的虚妄与各民族的丧葬习俗

第 4 段,共 4 段 · 希腊语

内容简介

从死者的视角嘲讽了家属哀悼及墓前献酒的徒劳,并描述了不同民族各异的葬礼习俗,以及人们在丧宴上表现出的滑稽举止。

§19καὶ ταῦτα μὲν ἴσως μέτρια· τί δέ με ὁ κωκυτὸς ὑμῶν ὀνίνησι καὶ ἡ πρὸς τὸν αὐλὸν αὕτη στερνοτυπία καὶ ἡ τῶν γυναικῶν περὶ τὸν θρῆνον ἀμετρία;
而这些事情或许还算适度;但你们的哀号、伴随笛声的捶胸顿足,以及妇女们在哀悼中的毫无节制,对我有什么益处?
τί δὲ ὁ ὑπὲρ τοῦ τάφου λίθος ἐστεφανωμένος;
墓上戴着花冠的石头又有什么用?
ἢ τί ὑμῖν δύναται τὸν ἄκρατον ἐπιχεῖν;
或者向你们倒出纯酒又有什么用?
ἢ νομίζετε καταστάξειν αὐτὸν πρὸς ἡμᾶς καὶ μέχρι τοῦ Ἅιδου διίξεσθαι;
难道你们以为它会滴落到我们这里,一直渗透到哈底斯吗?
τὰ μὲν γὰρ ἐπὶ τῶν καθαγισμῶν καὶ αὐτοὶ ὁρᾶτε, οἶμαι, ὡς τὸ μὲν νοστιμώτατον τῶν παρεσκευασμένων ὁ καπνὸς παραλαβὼν ἄνω εἰς τὸν οὐρανὸν οἴχεται μηδέν τι ἡμᾶς ὀνῆσαν τοὺς κάτω, τὸ δὲ καταλειπόμενον, ἡ κόνις, ἀχρεῖον, ἐκτὸς εἰ μὴ τὴν σποδὸν ἡμᾶς σιτεῖσθαι πεπιστεύκατε.
因为对于祭品,我想你们自己也看得见,准备好的食物中最美味的部分被烟雾裹挟着升入天空,对我们在阴间的人毫无益处,而留下来的灰尘则是无用的,除非你们确信我们是以灰烬为食。
οὐχ οὕτως ἄσπορος οὐδὲ ἄκαρπος ἡ τοῦ Πλούτωνος ἀρχή, οὐδὲ ἐπιλέλοιπεν ἡμᾶς ὁ ἀσφόδελος, ἵνα παρʼ ὑμῶν τὰ σιτία μεταστελλώμεθα.
普鲁托的国度并非如此寸草不生、毫无果实,我们也不缺阿斯福代洛斯,以至于需要向你们索要食物。
ὥστε μοι νὴ τὴν Τισιφόνην πάλαι δὴ ἐφʼ οἷς ἐποιεῖτε καὶ ἐλέγετε παμμέγεθες ἐπῄει ἀνακαγχάσαι, διεκώλυσε δὲ ἡ ὀθόνη καὶ τὰ ἔρια, οἷς μου τὰς σιαγόνας ἀπεσφίγξατε.
因此,凭着提西福涅起誓,对于你们的所作所为和所说的话,我早就想放声大笑了,但那块塞住并紧紧绑住我下颚的亚麻布和羊毛却阻碍了我。
§20"ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε.
“他正说着这话,死期便笼罩了他。
" πρὸς Διός, ἐὰν λέγῃ ταῦτα ὁ νεκρὸς ἐπιστραφείς, ἀνακλίνας αὑτὸν ἐπʼ ἀγκῶνος, οὐκ ἂν οἰόμεθα δικαιότατα ἂν αὐτὸν εἰπεῖν;
” 凭着宙斯起誓,如果死者转过身来,用肘部撑起身体,说出这些话,难道我们不认为他说的极其有理吗?
ἀλλʼ ὅμως οἱ μάταιοι καὶ βοῶσι καὶ μεταστειλάμενοί τινα θρήνων σοφιστὴν πολλὰς συνειλοχότα παλαιὰς συμφορὰς τούτῳ συναγωνιστῇ καὶ χορηγῷ τῆς ἀνοίας καταχρῶνται, ὅπη ἂν ἐκεῖνος ἐξάρχῃ πρὸς τὸ μέλος ἐπαιάζοντες.
然而,那些愚妄的人依然大喊大叫,并请来某种搜集了许多古老不幸的哀悼专家,将他作为自己愚蠢行为的协作者和赞助人而加以滥用,无论那人以何种调子领唱,他们都跟着哀号。
§21καὶ μέχρι μὲν θρήνων ὁ αὐτὸς ἅπασι νόμος τῆς ἀβελτερίας· τὸ δὲ ἀπὸ τούτου διελόμενοι κατὰ ἔθνη τὰς ταφὰς ὁ μὲν Ἕλλην ἔκαυσεν, ὁ δὲ Πέρσης ἔθαψεν, ὁ δὲ Ἰνδὸς ὑάλῳ περιχρίει, ὁ δὲ Σκύθης κατεσθίει, ταριχεύει δὲ ὁ Αἰγύπτιος·
直到哀悼为止,所有人在愚蠢上都有相同的惯例;但在此之后,各民族的葬礼便分道舆镳:希腊人火葬,波斯人土葬,印度人涂以玻璃,塞人食尸,埃及人则制作木乃伊——至少这最后一个,我是亲眼所见,他们把尸体烘干,使其成为餐桌和宴会上的同伴。
οὗτος μέν γε — λέγω δὲ ἰδών — ξηράνας τὸν νεκρὸν σύνδειπνον καὶ συμπότην ἐποιήσατο. πολλάκις δὲ καὶ δεομένῳ χρημάτων ἀνδρὶ Αἰγυπτίῳ ἔλυσε τὴν ἀπορίαν ἐνέχυρον ἢ ὁ ἀδελφὸς ἢ ὁ πατὴρ ἐν καιρῷ γενόμενος.
而且往往,当一个埃及男子急需用钱时,他的兄弟或父亲在适当时机成为抵押品,便解了他的燃眉之急。
§22χώματα μὲν γὰρ καὶ πυραμίδες καὶ στῆλαι καὶ ἐπιγράμματα πρὸς ὀλίγον διαρκοῦντα πῶς οὐ περιττὰ καὶ παιδιαῖς προσεοικότα;
因为坟塚、金字塔、墓碑以及转瞬即逝的铭文,怎能不说是多余且如同儿戏呢?
§23καίτοι καὶ ἀγῶνας ἔνιοι διέθεσαν καὶ λόγους ἐπιταφίους εἶπον ἐπὶ τῶν μνημάτων ὥσπερ συναγορεύοντες ἢ μαρτυροῦντες παρὰ τοῖς κάτω δικασταῖς τῷ νεκρῷ.
甚至有些人还举办竞技,并在墓前发表悼词,仿佛是在阴间的法官面前为死者辩护或作证一般。
§24ἐπὶ πᾶσι τούτοις τὸ περίδειπνον, καὶ πάρεισιν οἱ προσήκοντες καὶ τοὺς γονέας παραμυθοῦνται τοῦ τετελευτηκότος καὶ πείθουσι γεύσασθαι, οὐκ ἀηδῶς μὰ Δία οὐδʼ αὐτοὺς ἀναγκαζομένους, ἀλλὰ ἤδη ὑπὸ λιμοῦ τριῶν ἑξῆς ἡμερῶν ἀπηυδηκότας.
在这一切之上的是丧宴,亲属们聚在一起,安慰死者的父母,说服他们吃点东西,凭宙斯起誓,他们自己并不觉得不乐意,也不是被迫,而是因为连续三天挨饿已经精疲力竭了。
καί, μέχρι μὲν τίνος, ὦ οὗτος, ὀδυρόμεθα;
并且说: “喂,朋友,我们要悲伤到几时?
ἔασον ἀναπαύσασθαι τοὺς τοῦ μακαρίτου δαίμονας·
让逝者的灵魂安息吧。
εἰ δὲ καὶ τὸ παράπαν κλάειν διέγνωκας, αὐτοῦ γε τούτου ἕνεκα χρὴ μὴ ἀπόσιτον εἶναι, ἵνα καὶ διαρκέσῃς πρὸς τοῦ πένθους τὸ μέγεθος.
如果你执意要哭个不停,恰恰为了这个缘故,你就不该绝食,这样你才能支持得住这巨大的悲痛。
τότε δὴ τότε ῥαψωδοῦνται πρὸς ἁπάντων δύο τοῦ Ὁμήρου στίχοι· "καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου·
” 那时,正是那时,所有人都会吟诵荷马的两行诗句: “因为即使是美发的小尼奥贝,也想起了食物。
" καὶ "γαστέρι δʼ οὔπως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς.
” 以及: “阿开亚人决不能用肚子来悼念死者。
" οἱ δὲ ἅπτονται μέν, αἰσχυνόμενοι δὲ τὰ πρῶτα καὶ δεδιότες εἰ φανοῦνται μετὰ τὴν τελευτὴν τῶν φιλτάτων τοῖς ἀνθρωπίνοις πάθεσιν ἐμμένοντες.
” 于是他们便开始进食,但起初感到羞愧,害怕自己看起来在挚爱离世后依然耽于人性的欲望。
ταῦτα καὶ πολὺ τούτων γελοιότερα εὕροι τις ἂν ἐπιτηρῶν ἐν τοῖς πένθεσι γιγνόμενα διὰ τὸ τοὺς πολλοὺς τὸ μέγιστον τῶν κακῶν τὸν θάνατον οἴεσθαι.
如果有人仔细观察在丧礼中发生的事情,就会发现这些以及比这滑稽得多的事情,这是因为大多数人将死亡视为最大的不幸。

词汇与语法注释

  1. 19ἐπῄει ἀνακαγχάσαι — 动词 ἔπειμι(涌上心头、袭来)的未完成过去时,以不定式 ἀνακαγχάσαι(大笑)为实际主语的无人称句构。伴随与格 μοι(对我),意为“我早就产生了大笑的冲动”。
  2. 20οὐκ ἂν οἰόμεθα δικαιότατα ἂν αὐτὸν εἰπεῖν; — 语气小词 ἄν 重复出现。第一个 ἄν 在句首附近被先导使用,实际上修饰不定式 εἰπεῖν,构成了与过去事实相反的结论(潜在/虚拟条件句的归结小句):“难道我们不认为(如果他说了这些话的话)他说的极其有理吗?”。此外,尽管 οἰόμεθα 是现在时,但常被解释为未完成过去时或希求法 οἰοίμεθα 的传抄讹误。
  3. 21ἐνέχυρον ἢ ὁ ἀδελφὸς ἢ ὁ πατὴρ ἐν καιρῷ γενόμενος — 中性名词 ἐνέχυρον(抵押品、人质)作为阳性主语 ὁ ἀδελφὸς ἢ ὁ πατὴρ(兄弟或父亲)的同位语(或二次谓语)出现,意为“兄弟或父亲自己在适当的时候成为了抵押品”。

引用这一段

琉善, 论丧礼 §19-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg036.humanitext-grc2:19-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。