← ルキアノス

哀悼について

§19-24

供養の無意味さと諸民族の埋葬習慣

死者の視点から、遺族の嘆きや墓前での生酒の奉納が無意味であることが皮肉を交えて語られ、さらに各民族の様々な埋葬習慣や、忌明けの会食における人々の滑稽な振る舞いが描かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§19

καὶ ταῦτα μὲν ἴσως μέτρια· τί δέ με ὁ κωκυτὸς ὑμῶν ὀνίνησι καὶ ἡ πρὸς τὸν αὐλὸν αὕτη στερνοτυπία καὶ ἡ τῶν γυναικῶν περὶ τὸν θρῆνον ἀμετρία; τί δὲ ὁ ὑπὲρ τοῦ τάφου λίθος ἐστεφανωμένος; ἢ τί ὑμῖν δύναται τὸν ἄκρατον ἐπιχεῖν; ἢ νομίζετε καταστάξειν αὐτὸν πρὸς ἡμᾶς καὶ μέχρι τοῦ Ἅιδου διίξεσθαι; τὰ μὲν γὰρ ἐπὶ τῶν καθαγισμῶν καὶ αὐτοὶ ὁρᾶτε, οἶμαι, ὡς τὸ μὲν νοστιμώτατον τῶν παρεσκευασμένων ὁ καπνὸς παραλαβὼν ἄνω εἰς τὸν οὐρανὸν οἴχεται μηδέν τι ἡμᾶς ὀνῆσαν τοὺς κάτω, τὸ δὲ καταλειπόμενον, ἡ κόνις, ἀχρεῖον, ἐκτὸς εἰ μὴ τὴν σποδὸν ἡμᾶς σιτεῖσθαι πεπιστεύκατε. οὐχ οὕτως ἄσπορος οὐδὲ ἄκαρπος ἡ τοῦ Πλούτωνος ἀρχή, οὐδὲ ἐπιλέλοιπεν ἡμᾶς ὁ ἀσφόδελος, ἵνα παρʼ ὑμῶν τὰ σιτία μεταστελλώμεθα. ὥστε μοι νὴ τὴν Τισιφόνην πάλαι δὴ ἐφʼ οἷς ἐποιεῖτε καὶ ἐλέγετε παμμέγεθες ἐπῄει ἀνακαγχάσαι,1 διεκώλυσε δὲ ἡ ὀθόνη καὶ τὰ ἔρια, οἷς μου τὰς σιαγόνας ἀπεσφίγξατε.

そして、これらはまだ適度なことかもしれない。だが、あなたがたの号泣や、フルートに合わせたこの胸叩き、そして女たちの哀悼における無節制が、私に何の役に立つというのか。また、墓の上に花冠を飾られたあの石は何の役に立つのか。あるいは、生酒を注ぐことが、あなたがたにとって何の力になり得るのか。それとも、それが私たちのもとへと滴り落ち、ハデスまで届くとでも思っているのか。というのも、供え物における出来事は、私自身も思うに、あなたがた自身も見ているとおり、準備されたもののうちで最も美味しい部分を煙がさらって天へと去って行ってしまい、下方にいる私たちには何の役にも立たないし、残されたもの、すなわち灰は、無益なものであるからだ。もっとも、あなたがたが、私たちがその灰を食べるのだと信じているのでない限りは。プルトンの国はそれほど種も実もないわけではなく、アスフォデロスが私たちに不足しているわけでもない。あなたがたから食料を呼び寄せねばならぬほどには。だから、ティシポネに誓って、あなたがたの行いと言葉に対して、私はとっくの大昔から大爆笑したくなっていたのだ。しかし、あなたがたが私の顎をきつく縛ったあの亜麻布と羊毛がそれを妨げたのだ。

§20

"ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε." πρὸς Διός, ἐὰν λέγῃ ταῦτα ὁ νεκρὸς ἐπιστραφείς, ἀνακλίνας αὑτὸν ἐπʼ ἀγκῶνος, οὐκ ἂν οἰόμεθα δικαιότατα ἂν αὐτὸν εἰπεῖν;2 ἀλλʼ ὅμως οἱ μάταιοι καὶ βοῶσι καὶ μεταστειλάμενοί τινα θρήνων σοφιστὴν πολλὰς συνειλοχότα παλαιὰς συμφορὰς τούτῳ συναγωνιστῇ καὶ χορηγῷ τῆς ἀνοίας καταχρῶνται, ὅπη ἂν ἐκεῖνος ἐξάρχῃ πρὸς τὸ μέλος ἐπαιάζοντες.

「彼がこのように語ったとき、死の結末が彼を覆った。」ゼウスにかけて、もし死者が向き直り、肘を突いて身を起こし、これらのことを言うとしたら、私たちは彼がこの上なく正当なことを言っているとは思わないだろうか。それにもかかわらず、愚かな人々は叫び声を上げ、多くの古い不幸を寄せ集めてきた哀悼の専門家を呼び寄せて、彼をその狂気の共同闘争者であり出資者として利用し尽くし、彼が先導する節回しに合わせて悲痛な声を張り上げる。

§21

καὶ μέχρι μὲν θρήνων ὁ αὐτὸς ἅπασι νόμος τῆς ἀβελτερίας· τὸ δὲ ἀπὸ τούτου διελόμενοι κατὰ ἔθνη τὰς ταφὰς ὁ μὲν Ἕλλην ἔκαυσεν, ὁ δὲ Πέρσης ἔθαψεν, ὁ δὲ Ἰνδὸς ὑάλῳ περιχρίει, ὁ δὲ Σκύθης κατεσθίει, ταριχεύει δὲ ὁ Αἰγύπτιος· οὗτος μέν γε — λέγω δὲ ἰδών — ξηράνας τὸν νεκρὸν σύνδειπνον καὶ συμπότην ἐποιήσατο. πολλάκις δὲ καὶ δεομένῳ χρημάτων ἀνδρὶ Αἰγυπτίῳ ἔλυσε τὴν ἀπορίαν ἐνέχυρον ἢ ὁ ἀδελφὸς ἢ ὁ πατὴρ ἐν καιρῷ γενόμενος.3

そして、哀悼の儀礼までは、すべての人にこの愚行の同一の慣習がある。しかしこれ以降、民族ごとに埋葬を分かち、ギリシア人は火葬にし、ペルシア人は埋葬し、インド人はガラスで周囲を覆い、スキティア人は食らい、エジプト人はミイラにする。この最後の者などは――私はこれを見た上で言っているのだが――死者を乾燥させて、食事や宴会の同席者にする。また、しばしば、金銭を必要としているエジプトの男にとって、兄弟や父親が、しかるべき時に担保となることで、その困窮を解決してやるのだ。

§22

χώματα μὲν γὰρ καὶ πυραμίδες καὶ στῆλαι καὶ ἐπιγράμματα πρὸς ὀλίγον διαρκοῦντα πῶς οὐ περιττὰ καὶ παιδιαῖς προσεοικότα;

なぜなら、塚やピラミッド、墓碑、そしてごく短い間しか保たない墓碑銘などは、いかにして余計なものでなく、子供の遊びに似ていないと言えようか。

§23

καίτοι καὶ ἀγῶνας ἔνιοι διέθεσαν καὶ λόγους ἐπιταφίους εἶπον ἐπὶ τῶν μνημάτων ὥσπερ συναγορεύοντες ἢ μαρτυροῦντες παρὰ τοῖς κάτω δικασταῖς τῷ νεκρῷ.

そのうえ、ある人々は競技会を催し、墓の前で追悼演説を行い、あたかも冥府の裁判官たちの前で、死者のために弁護したり証言したりするかのように振る舞う。

§24

ἐπὶ πᾶσι τούτοις τὸ περίδειπνον, καὶ πάρεισιν οἱ προσήκοντες καὶ τοὺς γονέας παραμυθοῦνται τοῦ τετελευτηκότος καὶ πείθουσι γεύσασθαι, οὐκ ἀηδῶς μὰ Δία οὐδʼ αὐτοὺς ἀναγκαζομένους, ἀλλὰ ἤδη ὑπὸ λιμοῦ τριῶν ἑξῆς ἡμερῶν ἀπηυδηκότας. καί, μέχρι μὲν τίνος, ὦ οὗτος, ὀδυρόμεθα; ἔασον ἀναπαύσασθαι τοὺς τοῦ μακαρίτου δαίμονας· εἰ δὲ καὶ τὸ παράπαν κλάειν διέγνωκας, αὐτοῦ γε τούτου ἕνεκα χρὴ μὴ ἀπόσιτον εἶναι, ἵνα καὶ διαρκέσῃς πρὸς τοῦ πένθους τὸ μέγεθος. τότε δὴ τότε ῥαψωδοῦνται πρὸς ἁπάντων δύο τοῦ Ὁμήρου στίχοι· "καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου·" καὶ "γαστέρι δʼ οὔπως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς." οἱ δὲ ἅπτονται μέν, αἰσχυνόμενοι δὲ τὰ πρῶτα καὶ δεδιότες εἰ φανοῦνται μετὰ τὴν τελευτὴν τῶν φιλτάτων τοῖς ἀνθρωπίνοις πάθεσιν ἐμμένοντες. ταῦτα καὶ πολὺ τούτων γελοιότερα εὕροι τις ἂν ἐπιτηρῶν ἐν τοῖς πένθεσι γιγνόμενα διὰ τὸ τοὺς πολλοὺς τὸ μέγιστον τῶν κακῶν τὸν θάνατον οἴεσθαι.

これらすべての締めくくりとして、忌明けの宴があり、親族たちが集まって、亡くなった者の親たちを慰め、何かを口にするよう説得する。誓って、彼ら自身も嫌々そうさせられるのではなく、すでに三日連続の飢えによって疲れ果てているのである。そして、「おい、あなた、私たちはいつまで嘆き悲しむのか。故人の死後の精霊たちを休ませてやりなさい。もしどうしても泣くつもりなら、まさにそのためにこそ、食事を抜くべきではない。この大きな哀しみに耐え抜くためにも。」そのとき、まさにそのとき、すべての人々によってホメロスの二つの詩行が朗唱される。「美髪のニオベでさえ、食事のことを思い出した。」そして、「胃袋によって死者を悼むことは、アカイア人には到底できない。」そして彼らは食事に手をつけるが、最初は恥ずかしがり、愛する者たちの死の後にも、人間的な情欲に執着しているように見えるのではないかと恐れながらである。このようなこと、そしてこれらよりもはるかに滑稽なことが、喪の際に生じているのを、注意深く観察すれば見出すことができるだろう。それは、多くの人々が死を諸悪のうちで最大のものと考えているからである。

構文注3 件
  1. 19ἐπῄει ἀνακαγχάσαι

    動詞 ἔπειμι(心に浮かぶ、襲う)の未完了過去で、不定詞 ἀνακαγχάσαι(大笑いすること)を実質的な主語とする非人称的構文。与格 μοι(私に)を伴い、「私に大爆笑する衝動が生じていた」という意味になる。

  2. 20οὐκ ἂν οἰόμεθα δικαιότατα ἂν αὐτὸν εἰπεῖν;

    小辞 ἄν が重複している。最初の ἄν は文頭近くに先取りされたもので、不定詞 εἰπεῖν にかかっており、過去の事実に反する帰結(潜在・反実仮想)を形成している。「(もしそう言ったなら)彼がこの上なく正当に言ったであろうと、私たちは思わないだろうか」という意味になる。なお οἰόμεθα は現在形だが、直説法過去の οἰόμεθα あるいは希求法 οἰοίμεθα の写し間違いとして解釈されることが多い。

  3. 21ἐνέχυρον ἢ ὁ ἀδελφὸς ἢ ὁ πατὴρ ἐν καιρῷ γενόμενος

    中性名詞 ἐνέχυρον(担保、人質)が、男性主語である ὁ ἀδελφὸς ἢ ὁ πατὴρ(兄弟または父親)の同格(あるいは二次的述語)として置かれており、「兄弟や父親自身が担保(抵当)となって」という意を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg036.humanitext-grc2:19-24