§40καί σε οὐκ ἄν τις ἄλλος δέξαιτο ἔξωρον ἤδη γεγονότα καὶ τοῖς γεγηρακόσιν ἵπποις ἐοικότα, ὧν οὐδὲ τὸ δέρμα ὁμοίως χρήσιμον.
そして、今や盛りを過ぎ、老いた馬に似た者となった君を、他の誰も受け入れはしないだろう。 そうした老馬は、皮さえも同じようには役立たないのだ。
ἄλλως τε καὶ ἡ ἐκ τοῦ ἀπωσθῆναι διαβολὴ πρὸς τὸ μεῖζον εἰκαζομένη μοιχὸν ἢ φαρμακέα σε ἤ τι τοιοῦτον ἄλλο δοκεῖν ποιεῖ·
とりわけ、追い出されたことによる中傷は、より悪く邪推されて、君が姦通者であるとか、毒殺魔であるとか、あるいは何かその種の者であるかのように思わせてしまう。
ὁ μὲν γὰρ κατήγορος καὶ σιωπῶν ἀξιόπιστος, σὺ δὲ Ἕλλην καὶ ῥᾴδιος τὸν τρόπον καὶ πρὸς πᾶσαν ἀδικίαν εὔκολος.
なぜなら、告発する側は沈黙していても信頼されるのに対し、君はギリシア人であり、だらしのない性格で、どんな悪事にも手を染めやすいと思われているからだ。
τοιούτους γὰρ ἅπαντας ἡμᾶς εἶναι οἴονται, καὶ μάλα εἰκότως·
実際、彼らは我々全員をそのような者だと考えており、しかもそれは極めて当然のことなのだ。
δοκῶ γάρ μοι καὶ τῆς τοιαύτης δόξης αὐτῶν, ἣν ἔχουσι περὶ ἡμῶν, κατανενοηκέναι τὴν αἰτίαν.
というのも、彼らが我々に対して抱いているそのような評判の理由を、私も理解したように思うからだ。
πολλοὶ γὰρ εἰς τὰς οἰκίας παρελθόντες ὑπὲρ τοῦ μηδὲν ἄλλο χρήσιμον εἰδέναι μαντείας καὶ φαρμακείας ὑπέσχοντο καὶ χάριτας ἐπὶ τοῖς ἐρωτικοῖς καὶ ἐπαγωγὰς τοῖς ἐχθροῖς, καὶ ταῦτα πεπαιδεῦσθαι λέγοντες καὶ τρίβωνας ἀμπεχόμενοι καὶ πώγωνας οὐκ εὐκαταφρονήτους καθειμένοι.
実際、多くの者が家々に入り込み、他に何の役立つ知識も持たないがゆえに、自分たちが教養ある者であると称し、哲学者の外套を身にまとい、軽んじがたい髭を蓄えながら、占い、毒薬、愛のまじない、敵への呪詛などを請け負ったのだ。
εἰκότως οὖν τὴν ὁμοίαν περὶ πάντων ὑπόνοιαν ἔχουσιν, οὓς ἀρίστους ᾤοντο τοιούτους ὁρῶντες, καὶ μάλιστα ἐπιτηροῦντες αὐτῶν τὴν ἐν τοῖς δείπνοις καὶ τῇ ἄλλῃ συνουσίᾳ κολακείαν καὶ τὴν πρὸς τὸ κέρδος δουλοπρέπειαν.
したがって彼らは、最も優れた人々だと思っていた者たちがそのようであるのを見て、またとりわけ宴席やその他の交際における彼らのへつらいや、利益に対する奴隷的な態度を観察して、当然ながら全員に対して同様の疑いを抱くのである。
§41ἀποσεισάμενοι δὲ αὐτοὺς μισοῦσι, καὶ μάλα εἰκότως, καὶ ἐξ ἅπαντος ζητοῦσιν ὅπως ἄρδην ἀπολέσωσιν, ἢν δύνωνται·
そして、彼らを振り払った後は、彼らを憎み、しかも極めて当然ながら、可能であれば根こそぎ破滅させようとあらゆる手段を尽くす。
λογίζονται γὰρ ὡς ἐξαγορεύσουσιν αὐτῶν τὰ πολλὰ ἐκεῖνα τῆς φύσεως ἀπόρρητα ὡς ἅπαντα εἰδότες ἀκριβῶς καὶ γυμνοὺς αὐτοὺς ἐπωπτευκότες.
なぜなら、彼らは自分たちの本性の数々の秘密を彼らが詳しく知っており、自分たちの裸の姿を目撃したのだから、すべてを暴露してしまうだろうと計算するからだ。
τοῦτο τοίνυν ἀποπνίγει αὐτούς·
まさにこのことが、彼らを息苦しくさせる。
ἅπαντες γὰρ ἀκριβῶς ὅμοιοί εἰσιν τοῖς καλλίστοις τούτοις βιβλίοις, ὧν χρυσοῖ μὲν οἱ ὀμφαλοί, πορφυρᾶ δὲ ἔκτοσθεν ἡ διφθέρα, τὰ δὲ ἔνδον ἢ Θυέστης ἐστὶν τῶν τέκνων ἑστιώμενος ἢ Οἰδίπους τῇ μητρὶ συνὼν ἢ Τηρεὺς δύο ἀδελφὰς ἅμα ὀπυίων.
というのも、彼らは皆、外側は軸が金で、皮のカバーが紫色の極めて美しい本に正確に酷似しているが、その内実といえば、子供たちの肉を貪り食うテュエステスか、母親と交わるオイディプスか、あるいは二人の姉妹を同時に娶るテレウスだからである。
τοιοῦτοι καὶ αὐτοί εἰσι, λαμπροὶ καὶ περίβλεπτοι, ἔνδον δὲ ὑπὸ τῇ πορφύρᾳ πολλὴν τὴν τραγῳδίαν σκέποντες·
彼ら自身もそのようなものであり、華やかで羨望を集めるが、内側では紫衣の下に多くの悲劇を隠している。
ἕκαστον γοῦν αὐτῶν ἢν ἐξειλήσῃς, δρᾶμα οὐ μικρὸν εὑρήσεις Εὐριπίδου τινὸς ἢ Σοφοκλέους, τὰ δʼ ἔξω πορφύρα εὐανθὴς καὶ χρυσοῦς ὁ ὀμφαλός.
ともあれ、彼らの各々を紐解いてみるなら、ユーリピデスかソフォクレスの少なからぬ演劇を見出すだろうが、外側は色鮮やかな紫衣であり、軸は金なのである。
ταῦτα οὖν συνεπιστάμενοι αὑτοῖς, μισοῦσι καὶ ἐπιβουλεύουσιν εἴ τις ἀποστὰς ἀκριβῶς κατανενοηκὼς αὐτοὺς ἐκτραγῳδήσει καὶ πρὸς πολλοὺς ἐρεῖ.
それゆえ、自らについてこれらのことを自覚しているため、立ち去った後に自分たちを正確に見抜いて悲劇として暴露し、多くの人々に語る者がいれば、それを憎み、陰謀を企てるのである。
§42βούλομαι δʼ ὅμως ἔγωγε ὥσπερ ὁ Κέβης ἐκεῖνος εἰκόνα τινὰ τοῦ τοιούτου βίου σοι γράψαι, ὅπως εἰς ταύτην ἀποβλέπων εἰδῇς εἴ σοι παριτητέον ἐστὶν εἰς αὐτήν.
しかし、それでも私は、あのケベスのように、そのような生活の肖像画を君に描いて見せたい。 君がこれを見つめて、そこに足を踏み入れるべきかどうかを知るために。
ἡδέως μὲν οὖν Ἀπελλοῦ τινος ἢ Παρρασίου ἢ Ἀετίωνος ἢ καὶ Εὐφράνορος ἂν ἐδεήθην ἐπὶ τὴν γραφήν·
できれば、アペレスやパッラシオス、アエティオン、あるいはエウプラノールといった画家にこの絵を頼みたかった。
ἐπεὶ δὲ ἄπορον νῦν εὑρεῖν τινα οὕτως γενναῖον καὶ ἀκριβῆ τὴν τέχνην, ψιλὴν ὡς οἷόν τέ σοι ἐπιδείξω τὴν εἰκόνα.
しかし、現在そのように高貴で、その技術において正確な者を見出すことは困難であるため、できる限りありのままの肖像画を君に示そう。
καὶ δὴ γεγράφθω προπύλαια μὲν ὑψηλὰ καὶ ἐπίχρυσα καὶ μὴ κάτω ἐπὶ τοῦ ἐδάφους, ἀλλʼ ἄνω τῆς γῆς ἐπὶ λόφου κείμενα, καὶ ἡ ἄνοδος ἐπὶ πολὺ καὶ ἀνάντης καὶ ὄλισθον ἔχουσα, ὡς πολλάκις ἤδη πρὸς τῷ ἄκρῳ ἔσεσθαι ἐλπίσαντας ἐκτραχηλισθῆναι διαμαρτόντος τοῦ ποδός.
さて、門門は高く黄金で飾られ、地上の低い場所ではなく、丘の上の高い場所に位置していると描こう。 そして登り道は長く、険しく、滑りやすいものであり、すでに頂上の近くに達したと期待した多くの人々が、足を踏み外して首の骨を折る。
ἔνδον δὲ ὁ Πλοῦτος αὐτὸς καθήσθω χρυσοῦς ὅλος, ὡς δοκεῖ, πάνυ εὔμορφος καὶ ἐπέραστος.
内部には、富そのものが、見かけによれば全身黄金で、極めて美しく魅力的な姿で座っている。
ὁ δὲ ἐραστὴς μόλις ἀνελθὼν καὶ πλησιάσας τῇ θύρᾳ τεθηπέτω ἀφορῶν εἰς τὸ χρυσίον.
そして、命からがら登り詰めて扉に近づいた恋人は、その黄金を見つめて呆然と立ち尽くす。
παραλαβοῦσα δʼ αὐτὸν ἡ Ἐλπίς, εὐπρόσωπος καὶ αὕτη καὶ ποικίλα ἀμπεχομένη, εἰσαγέτω σφόδρα ἐκπεπληγμένον τῇ εἰσόδῳ.
そこへ、やはり美顔で色鮮やかな衣をまとった希望が彼を受け入れ、入り口にひどく圧倒されている彼を中へと導き入れる。
τοὐντεῦθεν δὲ ἡ μὲν Ἐλπὶς ἀεὶ προηγείσθω, διαδεξάμεναι δʼ αὐτὸν ἄλλαι γυναῖκες, Ἀπάτη καὶ Δουλεία, παραδότωσαν τῷ Πόνῳ, ὁ δὲ πολλὰ τὸν ἄθλιον καταγυμνάσας τελευτῶν ἐγχειρισάτω αὐτὸν τῷ Γήρᾳ ἤδη ὑπονοσοῦντα καὶ τετραμμένον τὴν χρόαν.
そこからは、希望が常に先導し、他の女たち、すなわち欺瞞と奴隷状態が彼を引き継いで、労苦へと引き渡す。 労苦は、この哀れな男を徹底的に鍛え上げ、最後には、すでに病み始め、肌の色も変わってしまった彼を老齢へと引き渡す。
ὑστάτη δὲ ἡ Ὕβρις ἐπιλαβομένη συρέτω πρὸς τὴν Ἀπόγνωσιν.
そして最後に、傲慢が彼を捕らえて絶望へと引きずり込んでいく。
ἡ δὲ Ἐλπὶς τὸ ἀπὸ τούτου ἀφανὴς ἀποπτέσθω, καὶ μηκέτι καθʼ οὓς εἰσῆλθε τοὺς χρυσοῦς θυρῶνας, ἔκ τινος δὲ ἀποστρόφου καὶ λεληθυίας ἐξόδου ἐξωθείσθω γυμνὸς προγάστωρ ὠχρὸς γέρων, τῇ ἑτέρᾳ μὲν τὴν αἰδῶ σκέπων, τῇ δεξιᾷ δὲ αὐτὸς ἑαυτὸν ἄγχων.
すると希望は、それ以降は姿を消して飛び去り、彼が通ってきたあの黄金の門門からではなく、裏の隠れた出口から、裸で、太鼓腹で、青ざめた老人が、一方の手で恥部を隠し、右手で自らの首を絞めながら押し出される。
ἀπαντάτω δʼ ἐξιόντι ἡ Μετάνοια δακρύουσα εἰς οὐδὲν ὄφελος καὶ τὸν ἄθλιον ἐπαπολλύουσα.
そして出て行く彼に、後悔が涙を流しながら出会うが、それは何の役にも立たず、この哀れな男をさらに破滅させるのである。
τοῦτο μὲν ἔστω τὸ τέλος τῆς γραφῆς.
これがこの絵の結末としよう。
σὺ δʼ οὖν, ὦ ἄριστε Τιμόκλεις, αὐτὸς ἤδη ἀκριβῶς ἐπισκοπῶν ἕκαστα ἐννόησον, εἴ σοι καλῶς ἔχει παρελθόντα εἰς τὴν εἰκόνα κατὰ ταύτας τὰς θύρας ἐκείνης τῆς ἔμπαλιν αἰσχρῶς οὕτως ἐκπεσεῖν.
ともあれ、優れたるティモクレスよ、君自身が今や各々を正確に観察して、これらの門を通ってその肖像画の中へと入ったのちに、あの反対側からこのように醜く放り出されることが、君にとって良いことかどうかを考えなさい。
ὅ τι δʼ ἂν πράττῃς, μέμνησο τοῦ σοφοῦ λέγοντος ὡς θεὸς ἀναίτιος, αἰτία δὲ ἑλομένου.
君が何をなすにしても、「神に罪はなく、選択した者に責任がある」という賢者の言葉を心に留めなさい。