← ルキアノス

二重に訴えられて

§8-10

アッティカへの到着と牧神パンとの対話

ヘルメスとディケがアッティカに到着し、かつてペルシア戦争でアテナイ人を助けた半獣の神パンと出会い、彼から現在の不遇を嘆く訴えを聞く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

Ἑρμῆς προΐωμεν, ὦ Δίκη, ταύτῃ εὐθὺ τοῦ Σουνίου μικρὸν ὑπὸ τὸν Ὑμηττὸν ἐπὶ τὰ λαιὰ τῆς Πάρνηθος, ἔνθα αἱ δύο ἐκεῖναι ἄκραι· σὺ γὰρ ἔοικας ἐκλελῆσθαι πάλαι τὴν ὁδόν. ἀλλὰ τί δακρύεις καὶ σχετλιάζεις; μὴ δέδιθι· οὐδέθ’ ὅμοια τὰ ἐν τῷ βίῳ· τεθνᾶσιν ἐκεῖνοι πάντες οἱ Σκείρωνες καὶ Πιτυοκάμπται καὶ Βουσίριδες καὶ Φαλάριδες οὓς ἐδεδίεις τότε, νυνὶ δὲ Σοφία καὶ Ἀκαδήμεια καὶ Στοὰ κατέχουσι πάντα καὶ πανταχοῦ σε ζητοῦσιν καὶ περὶ σοῦ διαλέγονται, κεχηνότες εἴ ποθεν1 εἰς αὐτοὺς καταπτοῖο πάλιν. Δίκη σὺ γοῦν μοι τἀληθές, ὦ Ἑρμῆ, ἂν εἴποις μόνος, ἅτε συνὼν αὐτοῖς τὰ πολλὰ καὶ συνδιατρίβων ἔν τε γυμνασίοις καὶ ἐν τῇ ἀγορᾷ — καὶ ἀγοραῖος γὰρ εἶ καὶ ἐν ταῖς ἐκκλησίαις κηρύττεις — ὁποῖοι γεγένηνται καὶ εἰ δυνατή μοι παρʼ αὐτοῖς ἡ μονή. Ἑρμῆς νὴ Δία, ἀδικοίην γὰρ ἂν πρὸς ἀδελφήν σε οὖσαν μὴ λέγων.2 οὐκ ὀλίγα πρὸς τῆς φιλοσοφίας ὠφέληνται οἱ πολλοὶ αὐτῶν· καὶ γὰρ εἰ μηδὲν ἄλλο, αἰδοῖ γοῦν τοῦ σχήματος μετριώτερα διαμαρτάνουσιν. πλὴν ἀλλὰ καὶ μοχθηροῖς τισιν ἐντεύξῃ αὐτῶν — χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν — ἐνίοις δὲ ἡμισόφοις καὶ ἡμιφαύλοις. ἐπεὶ γὰρ αὐτοὺς μετέβαπτεν ἡ σοφία παραλαβοῦσα, ὁπόσοι μὲν εἰς κόρον ἔπιον τῆς βαφῆς, χρηστοὶ ἀκριβῶς ἀπετελέσθησαν ἀμιγεῖς ἑτέρων χρωμάτων, καὶ πρός γε τὴν σὴν ὑποδοχὴν οὗτοι ἑτοιμότατοι· ὅσοι δὲ ὑπὸ τοῦ πάλαι ῥύπου μὴ εἰς βάθος παρεδέξαντο ὁπόσον δευσοποιὸν τοῦ φαρμάκου,3 τῶν ἄλλων ἀμείνους, ἀτελεῖς δὲ ὅμως καὶ μιξόλευκοι καὶ κατεστιγμένοι καὶ παρδαλωτοὶ τὴν χρόαν. εἰσὶ δʼ οἳ καὶ μόνον ψαύσαντες ἔκτοσθεν τοῦ λέβητος ἄκρῳ τῷ δακτύλῳ καὶ ἐπιχρισάμενοι τῆς ἀσβόλου ἱκανῶς οἴονται καὶ οὗτοι μεταβεβάφθαι. σοὶ μέντοι δῆλον ὅτι μετὰ τῶν ἀρίστων ἡ διατριβὴ ἔσται.

ヘルメス 進もう、ディケよ、スニオンをまっすぐ目指し、ヒュメトスの少し麓、パルネスの左側へ、あの二つの峰がある場所へと。お前はずっと前に道を忘れてしまったようだからな。だが、なぜ泣き、悲嘆に暮れるのか。恐れるな。この世の状況はもはや以前のようではない。かつてお前が恐れていたあのスケイロン、ピテュオカンプテス、ブシリス、ファラリスといった者たちは皆死に絶えた。今は知恵、アカデメイア、ストアがすべてを支配しており、いたるところでお前を探し、お前について議論し、どこからか再び彼らのもとに舞い降りてこないかと口を開けて待ち構えている。 ディケ ヘルメスよ、あなただけなら私に真実を語ってくれるでしょう。何しろあなたはジムナシオンや広場で彼らと多くの時間を共にし、付き合っているのですから。――あなた自身が広場の神であり、民会で触れ回るのですからね。――彼らがどのような者たちになったのか、彼らのもとで私が留まることが可能なのかどうかを。 ヘルメス ゼウスにかけて、お前が妹であるのに語らないのは不当というものだ。彼らの多くは哲学から少なからぬ恩恵を受けている。というのも、仮に他には何もないとしても、少なくともその身なりへの慎みから、より控えめに過ちを犯しているのだから。もっとも、彼らのうちには極悪非道な者たちにも出会うだろうし、――真実を言うべきだと思うがね――半分は賢く、半分は卑俗な者たちにも出会うだろう。というのも、知恵が彼らを引き取って染め直した時、その染料を満ち足りるまで吸い込んだ者たちは、他の色が混ざることなく完全に善良な者として仕上がり、お前を迎え入れる準備もこれ以上なく整っている。しかし、以前の汚れのせいで、その染料の深く染み入る性質を奥深くまで受け入れられなかった者たちは、他の者たちよりはマシだが、それでも不完全で、白が混ざり、斑点があり、肌の色合いは豹のようである。また、大釜の外側に指先で触れただけで、すすをこすりつけただけで、自分たちも十分に染まったと思い込んでいる者たちもいる。もっとも、お前が交わるのは最善の者たちであることは言うまでもないがな。

§9

Ἑρμῆς ἀλλὰ μεταξὺ λόγων ἤδη πλησιάζομεν τῇ Ἀττικῇ· ὥστε τὸ μὲν Σούνιον ἐν δεξιᾷ καταλείπωμεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀπονεύωμεν ἤδη. καὶ ἐπείπερ καταβεβήκαμεν, αὐτὴ μὲν ἐνταῦθά που ἐπὶ τοῦ πάγου κάθησο εἰς τὴν πνύκα ὁρῶσα καὶ περιμένουσα ἔστʼ ἂν κηρύξω τὰ παρὰ τοῦ Διός, ἐγὼ δὲ εἰς τὴν ἀκρόπολιν ἀναβὰς ῥᾷον οὕτως ἅπαντας ἐκ τοῦ ἐπηκόου προσκαλέσομαι. Δίκη μὴ πρότερον ἀπέλθῃς, ὦ Ἑρμῆ, πρὶν εἰπεῖν ὅστις οὗτος ὁ προσιών ἐστιν, ὁ κερασφόρος, ὁ τὴν σύριγγα, ὁ λάσιος ἐκ τοῖς σκελοῖν. Ἑρμῆς τί φής; ἀγνοεῖς τὸν Πᾶνα, τῶν Διονύσου θεραπόντων τὸν βακχικώτατον; οὗτος ᾤκει μὲν τὸ πρόσθεν ἀνὰ τὸ Παρθένιον, ὑπὸ δὲ τὸν Δάτιδος ἐπίπλουν καὶ τὴν Μαραθῶνάδε τῶν βαρβάρων ἀπόβασιν ἧκεν ἄκλητος τοῖς Ἀθηναίοις σύμμαχος, καὶ τὸ ἀπʼ ἐκείνου τὴν ὑπὸ τῇ ἀκροπόλει σπήλυγγα ταύτην ἀπολαβόμενος οἰκεῖ μικρὸν ὑπὲρ τοῦ Πελασγικοῦ εἰς τὸ μετοίκιον συντελῶν. καὶ νῦν ὡς τὸ εἰκὸς ἰδὼν ἡμᾶς ἐκ γειτόνων πρόσεισι δεξιωσόμενος.

ヘルメス 話をしているうちに、もうアッティカに近づいている。だからスニオンは右手に残し、もうアクロポリスの方へと進路を向けよう。そして、降り立ったからには、お前はここのパゴスの上に座り、プニュクスの方を眺めながら、私がゼウスからの命令を布告するまで待っていなさい。私はアクロポリスに登って、声の届く高い場所から皆をより容易に呼び集めることにしよう。 ディケ ヘルメスよ、あそこに近づいてくる、角が生え、笛を持ち、両脚が毛深い者が誰であるかを話すまでは、立ち去らないでください。 ヘルメス 何だって。お前はパン、ディオニュソスの従者の中でも最も熱狂的な者を知らないのか。彼はかつてパルテニオン山に住んでいたが、ダティスの遠征と、野蛮人のマラトンへの上陸の際、アテナイ人のもとに招かれざる同盟者として現れた。そしてそれ以来、アクロポリスの麓にあるこの洞窟を与えられ、ペラスギコンの少し上に住み、在留外国人としての義務を果たしている。そして今、当然のことながら、近所から我々を見つけて、歓迎するために近づいてきているのだ。

§10

Πάν χαίρετε, ὦ Ἑρμῆ καὶ Δίκη. Ἑρμῆς καὶ σύ γε, ὦ Πάν, μουσικώτατε καὶ πηδητικώτατε Σατύρων ἁπάντων, Ἀθήνησι δὲ καὶ πολεμικώτατε. Πάν τίς δὲ ὑμᾶς, ὦ Ἑρμῆ, χρεία δεῦρο ἤγαγεν; Ἑρμῆς αὕτη σοι διηγήσεται τὰ πάντα· ἐγὼ δὲ ἐπὶ τὴν ἀκρόπολιν ἄπειμι καὶ τὸ κήρυγμα. Δίκη ὁ Ζεύς, ὦ Πάν, κατέπεμψέ με ἀποκληρώσουσαν τὰς δίκας. σοὶ δὲ πῶς τὰ ἐν Ἀθήναις ἔχει; Πάν τὸ μὲν ὅλον οὐ κατʼ ἀξίαν πράττω παρʼ αὐτοῖς, ἀλλὰ πολὺ καταδεέστερον τῆς ἐλπίδος, καὶ ταῦτα4 τηλικοῦτον ἀπωσάμενος κυδοιμὸν τὸν ἐκ τῶν βαρβάρων. ὅμως δὲ δὶς ἢ τρὶς τοῦ ἔτους ἀνιόντες ἐπιλεξάμενοι τράγον ἔνορχην θύουσί μοι πολλῆς τῆς κινάβρας ἀπόζοντα, εἶτʼ εὐωχοῦνται τὰ κρέα, ποιησάμενοί με τῆς εὐφροσύνης μάρτυρα καὶ ψιλῷ τιμήσαντες τῷ κρότῳ. πλὴν ἀλλʼ ἔχει τινά μοι ψυχαγωγίαν ὁ γέλως αὐτῶν καὶ ἡ παιδιά.

パン ヘルメスよ、ディケよ、こんにちは。 ヘルメス お前もな、パンよ。サテュロスたちの中で最も音楽的で、最も跳ね回る者、そしてアテナイにおいては最も戦闘的な者よ。 パン ところで、ヘルメスよ、どのような用事があなた方をここへ導いたのか。 ヘルメス 彼女がお前にすべてを説明するだろう。私はアクロポリスに布告をしに立ち去る。 ディケ パンよ、ゼウスが裁判を抽選で配分するために私を遣わしたのです。あなたにとって、アテナイでの状況はいかがですか。 パン 全体として、私は彼らのもとで受け入れるに値する扱いを受けておらず、期待よりもはるかに劣っている。野蛮人たちによるあれほど大きな混乱を退けたにもかかわらずだ。それでも、彼らは年に2、3回、登ってきて、去勢していない牡山羊を選んで私に捧げてくれる。非常に強い悪臭を放つ奴をね。それから彼らはその肉をご馳走として食べ、私をその歓楽の証人とし、ただ拍手をするだけで私を敬うのだ。もっとも、彼らの笑いや戯れは、私にとってある種の気晴らしにはなっているけれどね。

構文注4 件
  1. 8κεχηνότες εἴ ποθεν

    εἰ(もし〜なら)に導かれる節は、ここでは単なる条件節ではなく、期待や希望を伴う間接疑問(「〜ではないかと待ち望んで」)として機能している。希求法 καταπτοῖο は不確実な未来の期待を表す。

  2. 8μὴ λέγων

    現在分詞 μὴ λέγων は条件(「もし言わないならば」)を表しており、主節の ἂν を伴う希求法 ἀδικοίην ἂν(不義理を働くことになるだろう)と結びついて、潜在(潜在的条件文)を表す。

  3. 8ὁπόσον δευσοποιὸν τοῦ φαρμάκου

    ὁπόσον(どれほどであれ)は関係形容詞。τοῦ φαρμάκου は δευσοποιὸν(深く染める、色落ちしにくい)に係る部分属格、あるいは関連の属格で、文脈上「薬液の深く染み入る性質」を意味する。また、χρόαν は「肌の色の点で」を表す関係対格(観点の対格)。

  4. 10καὶ ταῦτα

    καὶ ταῦτα は「しかも、その上(〜なのに)」を意味する慣用表現。ここでは分詞句 ἀπωσάμενος...(退けたのに)を伴い、譲歩または強調的な付帯状況を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)
  • 日は 2026-05-23 に Gemini 3.5 Flash で再翻訳
urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:8-10