Humanitext Reader

ルキアノス · 饗宴またはラピタイ人 §44-48

乱闘の激化と醜態の露見および饗宴の散会

9 / 9 箇所 · ギリシア語

要旨

宴会での乱闘が激化し、新郎や文法学者ヒスティアイオスが負傷する。暗闇の中でアルキダマスらの醜態が暴露され、宴会は混乱と大笑いの中で散会、ライバルたちは互いに皮肉を言い合いながら引き上げる。

§44Λυκῖνος ἐκεῖνος δὲ μέσον ἑαυτὸν ἐφύλαττεν.
Λυκῖνος しかし彼(イオン)は自分自身を中立に保っていた。
οἱ δʼ ἐμάχοντο συμπλακέντες, καὶ ὁ μὲν Ζηνόθεμις σκύφον ἀράμενος ἀπὸ τῆς τραπέζης κείμενον πρὸ τοῦ Ἀρισταινέτου ῥίπτει ἐπὶ τὸν Ἕρμωνα, "κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἄλλῃ," διεῖλε δὲ τοῦ νυμφίου τὸ κρανίον ἐς δύο χρηστῷ μάλα καὶ βαθεῖ τῷ τραύματι.
他方、他の者たちは組み合って戦い、ゼノテミスはテーブルの上に置かれていた、アリスタイネトスの前にある大きな杯を手に取って、ヘルモンめがけて投げつけた。 「そして彼を外し、他の方へと逸れていった」が、新郎の頭蓋骨を、実に鮮やかで深い傷によって真っ二つに割ってしまった。
βοὴ οὖν παρὰ τῶν γυναικῶν ἐγένετο καὶ κατεπήδησαν ἐς τὸ μεταίχμιον αἱ πολλαί, καὶ μάλιστα ἡ μήτηρ τοῦ μειρακίου, ἐπεὶ τὸ αἷμα εἶδε·
そのため女性たちから悲鳴が上がり、彼女たちの多くは戦いの場へと飛び降りていった。 特に血を見たその若者の母親がそうであった。
καὶ ἡ νύμφη δὲ ἀνεπήδησε φοβηθεῖσα περὶ αὐτοῦ.
新婦もまた彼のことを心配して跳び起きた。
ἐν τοσούτῳ δὲ ὁ Ἀλκιδάμας ἠρίστευσε τῷ Ζηνοθέμιδι συμμαχῶν, καὶ πατάξας τῇ βακτηρίᾳ τοῦ Κλεοδήμου μὲν τὸ κρανίον, τοῦ Ἕρμωνος δὲ τὴν σιαγόνα ἐπέτριψε καὶ τῶν οἰκετῶν ἐνίους βοηθεῖν αὐτοῖς ἐπιχειροῦντας κατέτρωσεν·
その間にアルキダマスはゼノテミスに加勢して獅子奮迅の働きを見せ、杖で叩いてクレオデモスの頭蓋骨を、ヘルモンの顎を砕き、彼らを助けようとした何人かの召使いたちに傷を負わせた。
οὐ μὴν ἀπετράποντο ἐκεῖνοι, ἀλλʼ ὁ μὲν Κλεόδημος ὀρθῷ τῷ δακτύλῳ τὸν ὀφθαλμὸν τοῦ Ζηνοθέμιδος ἐξώρυττε καὶ τὴν ῥῖνα προσφὺς ἀπέτραγεν, ὁ δὲ Ἕρμων τὸν Δίφιλον ἐπὶ ξυμμαχίαν ἥκοντα τοῦ Ζηνοθέμιδος ἀφῆκεν ἐπὶ κεφαλὴν ἀπὸ τοῦ κλιντῆρος.
それでも彼らはひるまなかった。 むしろクレオデモスは指をまっすぐ立ててゼノテミスの目を取り出そうとし、その鼻に噛みついて食い破り、ヘルモンはゼノテミスの加勢に来たディフィロスを長椅子から真っ逆さまに投げ落とした。
§45Λυκῖνος ἐτρώθη δὲ καὶ Ἱστιαῖος ὁ γραμματικὸς διαλύειν αὐτοὺς ἐπιχειρῶν, λάξ, οἶμαι, εἰς τοὺς ὀδόντας ὑπὸ τοῦ Κλεοδήμου Δίφιλον εἶναι οἰηθέντος.
Λυκῖνος 文法学者のヒスティアイオスも彼らを仲裁しようとして傷を負った。 思うに、クレオデモスが彼をディフィロスと勘違いし、歯に一蹴りを喰らわせたのだろう。
ἔκειτο γοῦν ὁ ἄθλιος κατὰ τὸν αὑτοῦ Ὅμηρον αἷμʼ ἐμέων.
その哀れな男は、彼が専門とするホメロスさながらに、「血を吐きながら」横たわっていた。
πλὴν ταραχῆς γε καὶ δακρύων μεστὰ ἦν πάντα.
要するに、すべてが混乱と涙で満ちていた。
καὶ αἱ μὲν γυναῖκες ἐκώκυον τῷ Χαιρέᾳ περιχυθεῖσαι, οἱ δὲ ἄλλοι κατέπαυον.
女性たちはカイレアスの周りに群がって泣き叫び、他の者たちは止めようとしていた。
μέγιστον δὲ ἦν ἁπάντων κακῶν ὁ Ἀλκιδάμας, ἐπεὶ ἅπαξ τὸ καθʼ αὑτὸν ἐτρέψατο, παίων τὸν προστυχόντα·
すべての災いのうちで最大のものはアルキダマスだった。 彼は一度興奮すると、出くわす者を誰彼構わず殴りつけた。
καὶ πολλοὶ ἄν, εὖ ἴσθι, ἔπεσον εἰ μὴ κατέαξε τὴν βακτηρίαν.
よく聞いてくれ、もし彼が杖をへし折っていなければ、多くの者が倒れていただろう。
ἐγὼ δὲ παρὰ τὸν τοῖχον ὀρθὸς ἐφεστὼς ἑώρων ἕκαστα οὐκ ἀναμιγνὺς ἑαυτὸν ὑπὸ τοῦ Ἱστιαίου διδαχθείς, ὡς ἔστιν ἐπισφαλὲς διαλύειν τὰ τοιαῦτα.
私は壁際にまっすぐ立って、自分を巻き込まないようにして一部始終を見ていた。 このような仲裁に入ることがいかに危険であるかをヒスティアイオスから教えられていたからである。
Λαπίθας οὖν καὶ Κενταύρους εἶπες ἄν, εἰ εἶδες τραπέζας ἀνατρεπομένας καὶ αἷμα ἐκκεχυμένον καὶ σκύφους ῥιπτομένους.
もし君が、ひっくり返されたテーブル、流された血、投げ交わされる杯を見たなら、まさにラピタイ派とケンタウロス族だと言ったことだろう。
§46Λυκῖνος τέλος δὲ ὁ Ἀλκιδάμας ἀνατρέψας τὸ λυχνίον σκότος μέγα ἐποίησε, καὶ τὸ πρᾶγμα, ὡς τὸ εἰκός, μακρῷ χαλεπώτερον ἐγεγένητο·
Λυκῖνος ついにアルキダマスはランプ台をひっくり返して深い暗闇を作り出し、事態は当然のことながら、はるかに深刻なものとなった。
καὶ γὰρ οὐ ῥᾳδίως εὐπόρησαν φωτὸς ἄλλου, ἀλλὰ πολλὰ ἐπράχθη καὶ δεινὰ ἐν τῷ σκότῳ.
なぜなら、彼らは他の明かりを簡単には用意できず、暗闇の中で多くの恐ろしいことが行われたからである。
καὶ ἐπεὶ παρῆν τις λύχνον ποτὲ κομίζων, κατελήφθη Ἀλκιδάμας μὲν τὴν αὐλητρίδα ἀπογυμνῶν καὶ πρὸς βίαν συνενεχθῆναι αὐτῇ σπουδάζων, Διονυσόδωρος δὲ ἄλλο τι γελοῖον ἐφωράθη πεποιηκώς·
そして、誰かがようやくランプを運んできたとき、アルキダマスはフルート奏者の女の衣服をはぎ取り、力ずくで彼女と交わろうと熱中しているところを押さえられ、ディオニュソドロスは別の滑稽なことをしでかしているところを発見された。
σκύφος γὰρ ἐξέπεσεν ἐκ τοῦ κόλπου ἐξαναστάντος αὐτοῦ.
彼が立ち上がったとき、懐から杯が落ちたのである。
εἶτʼ ἀπολογούμενος Ἴωνα ἔφη ἀνελόμενον ἐν τῇ ταραχῇ δοῦναι αὐτῷ, ὅπως μὴ ἀπόλοιτο, καὶ ὁ Ἴων κηδεμονικῶς ἔλεγε τοῦτο πεποιηκέναι.
そして彼は言い訳をして、混乱の中でイオンがそれを拾い上げ、紛失しないようにと自分にくれたのだと言い、イオンもまた親切心からそうしたのだと語った。
§47Λυκῖνος ἐπὶ τούτοις διελύθη τὸ συμπόσιον τελευτῆσαν ἐκ τῶν δακρύων αὖθις ἐς γέλωτα ἐπὶ τῷ Ἀλκιδάμαντι καὶ Διονυσοδώρῳ καὶ Ἴωνι.
Λυκῖνος こうして宴会は解散となり、涙から一転して、アルキダマス、ディオニュソドロス、イオンに対する笑いをもって幕を閉じた。
καὶ οἵ τε τραυματίαι φοράδην ἐξεκομίζοντο πονήρως ἔχοντες, καὶ μάλιστα ὁ πρεσβύτης ὁ Ζηνόθεμις ἀμφοτέραις τῇ μὲν τῆς ῥινός, τῇ δὲ τοῦ ὀφθαλμοῦ ἐπειλημμένος, βοῶν ἀπόλλυσθαι ὑπʼ ἀλγηδόνων, ὥστε καὶ τὸν Ἕρμωνα καίπερ ἐν κακοῖς ὄντα — δύο γὰρ ὀδόντας ἐξεκέκοπτο — ἀντιμαρτύρεσθαι λέγοντα, Μέμνησο μέντοι, ὦ Ζηνόθεμι, ὡς οὐκ ἀδιάφορον ἡγῇ τὸν πόνον·
負傷者たちは悲惨な状態で担架で運び出され、特に老ゼノテミスは両手で、一方は鼻を、他方は目をつまみながら、痛みで死にそうだと大声で叫んでいた。 そのため、ヘルモンは自分も悲惨な状態にありながら――歯を二本叩き折られていたからである――やり返してこう言った。 「だがな、ゼノテミスよ、覚えておくがいい。 お前は苦痛を『どうでもいいもの』とは思っていないということをな!
καὶ ὁ νυμφίος δὲ ἀκεσαμένου τὸ τραῦμα τοῦ Διονίκου ἀπήγετο ἐς τὴν οἰκίαν ταινίαις κατειλημένος τὴν κεφαλήν, ἐπὶ τὸ ζεῦγος ἀνατεθεὶς ἐφʼ οὗ τὴν νύμφην ἀπάξειν ἔμελλε, πικροὺς ὁ ἄθλιος τοὺς γάμους ἑορτάσας·
」新郎もディオニコスが傷の手当てをした後、頭に包帯を巻かれて家へと連れ帰られた。 彼は新婦を連れ帰るはずだった馬車に乗せられ、その哀れな男は苦い結婚を祝うこととなった。
καὶ τῶν ἄλλων δὲ ὁ Διόνικος ἐπεμελεῖτο δὴ τὰ δυνατά, καὶ καθευδήσοντες ἀπήγοντο ἐμοῦντες οἱ πολλοὶ ἐν ταῖς ὁδοῖς.
他の者たちもディオニコスができる限りの手当てをし、多くは道すがら吐きながら、眠るために連れ帰られていった。
ὁ μέντοι Ἀλκιδάμας αὐτοῦ ἔμεινεν·
しかしアルキダマスはそこに留まった。
οὐ γὰρ ἠδυνήθησαν ἐκβαλεῖν τὸν ἄνδρα, ἐπεὶ ἅπαξ καταβαλὼν ἑαυτὸν ἐπὶ τῆς κλίνης πλαγίως ἐκάθευδε.
彼らはその男を追い出すことができなかった。 なぜなら、彼は長椅子の上に身を投げ出し、横を向いて眠ってしまっていたからである。
§48Λυκῖνος τοῦτό σοι τέλος, ὦ καλὲ Φίλων, ἐγένετο τοῦ συμποσίου, ἢ ἄμεινον τὸ τραγικὸν ἐκεῖνο ἐπειπεῖν, " πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί, καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη·
Λυκῖνος 親愛なるフィロンよ、これが君への宴会の結末だ。 あるいは、あの悲劇の有名な一節を付け加える方が良いだろうか。 「神々の姿は多種多様であり、神々は多くのことを予期せぬ形で成し遂げられる。 そして、思われていたことは実現しなかった。 」と。
" ἀπροσδόκητα γὰρ ὡς ἀληθῶς ἀπέβη καὶ ταῦτα.
実際、今回のことも本当に予期せぬ結末となったのだから。
ἐκεῖνό γε μὴν μεμάθηκα ἤδη, ὡς οὐκ ἀσφαλὲς ἄπρακτον ὄντα συνεστιᾶσθαι τοιούτοις σοφοῖς.
いずれにせよ、私はすでに次のことを学んだ。 争いを好まない平穏な者が、このような賢者たちと同席することは安全ではないということを。

語釈・文法注

  1. 44κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἄλλῃ — 『イリアス』第11巻233行などのホメロス詩句のパロディ。παραὶ は前置詞 παρά の詩的長母音化。οἱ は三人称単数代名詞の与格(ここでは「彼=ヘルモンから」という分離の与格、あるいは関係の与格)。
  2. 45ὑπο τοῦ Κλεοδήμου Δίφιλον εἶναι οἰηθέντος — 属格絶対構文。分詞 οἰηθέντος は異態動詞 οἴομαι「思う」の aorist 受動形式中動の意味(〜と思った)。その意味上の主語は ὑπὸ τοῦ Κλεοδήμου(能動の主語のように ὑπό + 属格で示されている)。さらに、οἰηθέντος は対格不定詞構文を従えており、意味上の対格主語(ヒスティアイオス)が省略され、Δίφιλον が述語対格として残っている。
  3. 45καὶ πολλοὶ ἄν ... ἔπεσον εἰ μὴ κατέαξε — 過去の反実仮想条件文。帰結節は ἄν + 直説法過去(ἔπεσον、πίπτω の aorist)、条件節は εἰ + 直説法過去(κατέαξε、κατάγνυμι の aorist)。
  4. 47οὐκ ἀδιάφορον ἡγῇ τὸν πόνον — 二重対格構文。τὸν πόνον が直接目的語で、ἀδιάφορον がその述語対格。「苦痛(πόνος)を、善でも悪でもない無関心なもの(ἀδιάφορον)とはみなさない」。動詞 ἡγῇ は ἡγέομαι の二人称単数現在直説法。ストア派の教義(苦痛は「アディアポロン=無関心なもの」である)を、現実の痛みに耐えかねるストア派哲学者ゼノテミスに対してヘルモンが嘲笑している。

この箇所を引用する

ルキアノス, 饗宴またはラピタイ人 §44-48. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg015.humanitext-grc2:44-48

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。