§35ταῦτά τε καὶ πολλὰ ἕτερα τοιαῦτα διελθὼν κατέπαυσε τὸν λόγον.
이러한 일들과 다른 많은 유사한 일들을 이야기하고서 그는 말을 마쳤네.
ἐγὼ δὲ τέως μὲν ἤκουον αὐτοῦ τεθηπώς, μὴ σιωπήσῃ πεφοβημένος· ἐπειδὴ δὲ ἐπαύσατο, τοῦτο δὴ τὸ τῶν Φαιάκων πάθος ἐπεπόνθειν·
나는 그동안 그가 침묵하지나 않을까 두려워하며 넋을 잃고 그의 말을 듣고 있었는데, 그가 말을 멈추었을 때, 나는 실로 저 파이아케스인들의 상태를 겪고 있었네.
πολὺν γὰρ δὴ χρόνον ἐς αὐτὸν ἀπέβλεπον κεκηλημένος·
매료된 채 아주 오랫동안 그를 바라보고 있었던 것이지.
εἶτα πολλῇ συγχύσει καὶ ἰλίγγῳ κατειλημμένος τοῦτο μὲν ἱδρῶτι κατερρεόμην, τοῦτο δὲ φθέγξασθαι βουλόμενος ἐξέπιπτόν τε καὶ ἀνεκοπτόμην, καὶ ἥ τε φωνὴ ἐξέλειπε καὶ ἡ γλῶττα διημάρτανε, καὶ τέλος ἐδάκρυον ἀπορούμενος·
이윽고 큰 혼란과 현기증에 휩싸여, 한편으로는 땀이 흘러내렸고, 다른 한편으로는 말을 하고 싶었지만 가로막히고 저지당했으며, 목소리는 나오지 않고 혀는 어긋났으며, 마침내 어찌할 바를 몰라 눈물을 흘렸네.
οὐ γὰρ ἐξ ἐπιπολῆς οὐδʼ ὡς ἔτυχεν ἡμῶν ὁ λόγος καθίκετο, βαθεῖα δὲ καὶ καίριος ἡ πληγὴ ἐγένετο, καὶ μάλα εὐστόχως ἐνεχθεὶς ὁ λόγος αὐτήν, εἰ οἷόν τε εἰπεῖν, διέκοψε τὴν ψυχήν·
왜냐하면 그의 말이 우리에게 겉핥기로나 우연히 가닿은 것이 아니라, 깊고 치명적인 상처가 되었고, 지극히 정확하게 겨냥되어 날아온 그 말이, 말하자면 영혼 자체를 갈라놓았기 때문이네.
εἰ γάρ τι δεῖ κἀμὲ ἤδη φιλοσόφων προσάψασθαι λόγων, ὧδε περὶ τούτων ὑπείληφα· §36δοκεῖ μοι ἀνδρὸς εὐφυοῦς ψυχὴ μάλα σκοπῷ τινι ἁπαλῷ προσεοικέναι.
만일 나 역시 이제 철학적인 논의들에 조금이라도 손을 대야 한다면, 이것들에 관해 나는 다음과 같이 이해하고 있네.자질이 있는 사람의 영혼은 아주 부드러운 과녁과 매우 닮은 것 같네.
τοξόται δὲ πολλοὶ μὲν ἀνὰ τὸν βίον καὶ μεστοὶ τὰς φαρέτρας ποικίλων τε καὶ παντοδαπῶν λόγων, οὐ μὴν πάντες εὔστοχα τοξεύουσιν, ἀλλʼ οἱ μὲν αὐτῶν σφόδρα τὰς νευρὰς ἐπιτείναντες ἐντονώτερον τοῦ δέοντος ἀφιᾶσιν·
인생에는 많은 사수들이 있고 그들의 화살통은 다채롭고 온갖 종류의 말들로 가득 차 있지만, 모두가 과녁을 정확히 맞히는 것은 아니네. 그들 중 어떤 이들은 시위를 몹시 팽팽히 당겨 필요 이상으로 강하게 화살을 쏘아 보내지.
καὶ ἅπτονται μὲν καὶ οὗτοι, τὰ δὲ βέλη αὐτῶν οὐ μένει ἐν τῷ σκοπῷ, ἀλλʼ ὑπὸ τῆς σφοδρότητος διελθόντα καὶ παροδεύσαντα κεχηνυῖαν μόνον τῷ τραύματι τὴν ψυχὴν ἀπέλιπεν.
이들 역시 과녁에 닿기는 하지만, 그들의 화살은 과녁에 머물지 않고, 그 맹렬함 때문에 꿰뚫고 지나가 버려, 영혼에 상처로 벌어진 틈만을 남겨 놓네.
ἄλλοι δὲ πάλιν τούτοις ὑπεναντίως· ὑπὸ γὰρ ἀσθενείας τε καὶ ἀτονίας οὐδὲ ἐφικνεῖται τὰ βέλη αὐτοῖς ἄχρι πρὸς τὸν σκοπόν, ἀλλʼ ἐκλυθέντα καταπίπτει πολλάκις ἐκ μέσης τῆς ὁδοῦ·
반면에 다른 이들은 이들과는 반대로, 나약함과 힘없음 때문에 화살이 과녁에 가닿지도 못하고 도중에 힘이 빠져 떨어지기 일쑤이네.
ἢν δέ ποτε καὶ ἐφίκηται, ἄκρον μὲν ἐπιλίγδην ἅπτεται, βαθεῖαν δὲ οὐκ ἐργάζεται πληγήν· οὐ γὰρ ἀπʼ ἰσχυρᾶς ἐμβολῆς ἀπεστέλλετο. §37ὅστις δὲ ἀγαθὸς τοξότης καὶ τούτῳ ὅμοιος, πρῶτον μὲν ἀκριβῶς ὄψεται τὸν σκοπόν, εἰ μὴ σφόδρα μαλακός, εἰ μὴ στερρότερος τοῦ βέλους.
설령 도달하더라도 끝부분이 스치듯 닿을 뿐, 깊은 상처를 내지 못하니, 강한 충격에서 쏘아 보내진 것이 아니기 때문이네.하지만 훌륭한 사수이자 이 사람과 닮은 자는, 먼저 과녁이 너무 부드럽지는 않은지, 혹은 화살보다 너무 단단하지는 않은지 정확히 살필 것이네.
γίγνονται γὰρ δὴ καὶ ἄτρωτοι σκοποί.
왜냐하면 상처를 입지 않는 과녁들도 분명 존재하기 때문이네.
ἐπειδὰν δὲ ταῦτα ἴδῃ, τηνικαῦτα χρίσας τὸ βέλος οὔτε ἰῷ, καθάπερ τὰ Σκυθῶν χρίεται, οὔτε ὀπῷ, καθάπερ τὰ Κουρήτων, ἀλλʼ ἠρέμα δηκτικῷ τε καὶ γλυκεῖ φαρμάκῳ, τούτῳ χρίσας εὐτέχνως ἐτόξευσε·
그리고 이것들을 보고 나면, 그때 스키타이인들의 화살에 바르는 것 같은 독이나 쿠레테스인들의 화살에 바르는 즙이 아니라, 부드럽게 자극하면서도 달콤한 약을 화살에 발라, 그것을 솜씨 좋게 쏘아 보내네.
τὸ δὲ ἐνεχθὲν εὖ μάλα ἐντόνως καὶ διακόψαν ἄχρι τοῦ διελθεῖν μένει τε καὶ πολὺ τοῦ φαρμάκου ἀφίησιν, ὃ δὴ σκιδνάμενον ὅλην ἐν κύκλῳ τὴν ψυχὴν περιέρχεται.
날아간 화살은 매우 힘차게 관통할 정도로 뚫고 들어가 머무르며, 많은 약을 퍼뜨리는데, 그것이 번져 나가며 영혼 전체를 둥글게 에워싸네.
τοῦτό τοι καὶ ἥδονται καὶ δακρύουσι μεταξὺ ἀκούοντες, ὅπερ καὶ αὐτὸς ἔπασχον, ἡσυχῇ ἄρα τοῦ φαρμάκου τὴν ψυχὴν περιθέοντος.
실로 이 때문에 그들은 들으면서 기뻐하는 동시에 눈물을 흘리는 것이며, 이것이 바로 나 자신이 겪은 일이었으니, 약이 영혼 속을 조용히 퍼져 나가고 있었기 때문이네.
ἐπῄει δʼ οὖν μοι πρὸς αὐτὸν τὸ ἔπος ἐκεῖνο λέγειν·
그리하여 나로서는 그에게 이 시구를 읊조리고 싶은 마음이 들었네.
βάλλʼ οὕτως, αἴ κέν τι φόως γένηαι. ὥσπερ γὰρ οἱ τοῦ Φρυγίου αὐλοῦ ἀκούοντες οὐ πάντες μαίνονται, ἀλλʼ ὁπόσοι αὐτῶν τῇ Ῥέᾳ λαμβάνονται, οὗτοι δὲ πρὸς τὸ μέλος ὑπομιμνήσκονται τοῦ πάθους, οὕτω δὴ καὶ φιλοσόφων ἀκούοντες οὐ πάντες ἔνθεοι καὶ τραυματίαι ἀπίασιν, ἀλλʼ οἷς ὑπῆν τι ἐν τῇ φύσει φιλοσοφίας συγγενές.
'그렇게 쏘아라, 그리하여 혹시라도 구원의 빛이 되도록.' 왜냐하면 프리기아 피리 소리를 듣는 자들이 모두 미치는 것이 아니라 그들 중 레아 여신에게 붙들린 자들만이 그 선율에 따라 그 정동을 상기하듯, 철학자들의 말을 듣는 자들이 모두 신들리고 상처 입은 채 떠나는 것이 아니라, 그 본성 속에 철학과 동류의 무언가를 품고 있는 자들만이 그러하기 때문이네.'벗이여, 자네는 참으로 엄숙하고 놀라우며 실로 신성한 이야기를 들려주었네.
§38ὡς σεμνὰ καὶ θαυμάσια καὶ θεῖά γε, ὦ ἑταῖρε, διελήλυθας, ἐλελήθεις δέ με πολλῆς ὡς ἀληθῶς τῆς ἀμβροσίας καὶ τοῦ λωτοῦ κεκορεσμένος·
자네가 정말로 수많은 암브로시아와 로토스로 가득 차 있었다는 사실을 나는 깨닫지 못하고 있었네.
ὥστε καὶ μεταξὺ σοῦ λέγοντος ἔπασχόν τι ἐν τῇ ψυχῇ, καὶ παυσαμένου ἄχθομαι καὶ ἵνα δὴ καὶ κατὰ σὲ εἴπω, τέτρωμαι·
그리하여 자네가 말하는 중에도 내 영혼 속에서 무언가를 겪고 있었고, 말이 끝난 지금은 괴로워하고 있으며, 자네 말마따나 상처를 입었네.
καὶ μὴ θαυμάσῃς·
그리고 이상하게 여기지 말게나.
οἶσθα γὰρ ὅτι καὶ οἱ πρὸς τῶν κυνῶν τῶν λυσσώντων δηχθέντες οὐκ αὐτοὶ μόνοι λυσσῶσιν, ἀλλὰ κἄν τινας ἑτέρους ἐν τῇ μανίᾳ τὸ αὐτὸ τοῦτο διαθῶσιν, καὶ αὐτοὶ ἔκφρονες γίγνονται·
미친 개에게 물린 자들은 자신들만 미치는 것이 아니라, 그 광기 속에서 다른 누군가를 똑같이 물어 놓으면 그들 역시 미쳐 버린다는 것을 자네도 알고 있지 않은가.
συμμεταβαίνει γάρ τι τοῦ πάθους ἅμα τῷ δήγματι καὶ πολυγονεῖται ἡ νόσος καὶ πολλὴ γίγνεται τῆς μανίας διαδοχή. οὐκοῦν καὶ αὐτὸς ἡμῖν μανίαν ὁμολογεῖς;
물린 상처와 함께 그 정동의 일부가 전이되고, 병이 증식하여 광기의 거대한 대물림이 일어나기 때문이네.'친구: 그렇다면 자네 역시 우리에게 광기를 인정하는가?나: 그렇고말고.
πάνυ μὲν οὖν, καὶ προσέτι δέομαί γέ σου κοινήν τινα τὴν θεραπείαν ἐπινοεῖν. τὸ τοῦ ἄρα Τηλέφου ἀνάγκη ποιεῖν. ποῖον αὖ λέγεις; ἐπὶ τὸν τρώσαντα ἐλθόντας ἰᾶσθαι παρακαλεῖν.
거기에 더해 자네가 공통의 치료법을 고안해 주기를 간청하네.친구: 그렇다면 텔레포스의 방법을 행해야만 하겠군.나: 또 어떤 방법을 말하는가?친구: 우리에게 상처를 입힌 자에게 찾아가 치료해 달라고 청하는 것 말일세.