§5Ἀλλὰ τί πρὸς τὸν Διόνυσον ὁ Διόνυσος οὗτος;
“但是,这位狄奥尼索斯和那位(真正的)狄奥尼索斯有什么关系呢?
εἴποι τις ἄν.
”有人可能会问。
ὅτι μοι δοκοῦσι — καὶ πρὸς Χαρίτων μή με κορυβαντιᾶν ἢ τελέως μεθύειν ὑπολάβητε, εἰ τἀμὰ εἰκάζω τοῖς θεοῖς — ὅμοιόν τι πάσχειν οἱ πολλοὶ πρὸς τοὺς καινοὺς τῶν λόγων τοῖς Ἰνδοῖς ἐκείνοις, οἷον καὶ πρὸς τοὺς ἐμούς·
因为在我看来——看在美惠三女神的份上,如果我把自己的事情比作神明,请不要以为我是疯了,或者是彻底醉了——大多数人对于新颖的言论,正如对于我的言论一样,经历着与那些印度人相似的事情。
οἰόμενοι γὰρ σατυρικὰ καὶ γελοῖά τινα καὶ κομιδῇ κωμικὰ παρʼ ἡμῶν ἀκούσεσθαι — τοιαῦτα γὰρ πεπιστεύκασιν, οὐκ οἶδʼ ὅ τι δόξαν αὐτοῖς ὑπὲρ ἐμοῦ—οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἀφικνοῦνται, ὡς οὐδὲν δέον παρέχειν τὰ ὦτα κώμοις γυναικείοις καὶ σκιρτήμασι σατυρικοῖς καταβάντας ἀπὸ τῶν ἐλεφάντων, οἱ δὲ ὡς ἐπὶ τοιοῦτό τι ἥκοντες ἀντὶ τοῦ κιττοῦ σίδηρον εὑρόντες οὐδʼ οὕτως ἐπαινεῖν τολμῶσι τῷ παραδόξῳ τοῦ πράγματος τεθορυβημένοι.
因为,他们以为会从我这里听到萨堤罗斯式的、滑稽的、完全是喜剧式的东西——因为他们已经相信了这类事情,我不知道他们对我持有何种看法——有些人起初甚至根本不来,认为完全没有必要从大象上下来,把耳朵凑到女人的喧闹和萨堤罗斯式的跳跃中去;而另一些人,虽为这类事情而来,却发现里面不是常春藤而是铁,即便如此也因这出乎意料的事情而感到困惑,不敢加以称赞。
ἀλλὰ θαρρῶν ἐπαγγέλλομαι αὐτοῖς, ὅτι ἢν καὶ νῦν ὡς πρότερόν ποτε τὴν τελετὴν ἐθελήσωσιν ἐπιδεῖν πολλάκις καὶ ἀναμνησθῶσιν οἱ παλαιοὶ συμπόται κώμων κοινῶν τῶν τότε καιρῶν καὶ μὴ καταφρονήσωσιν τῶν Σατύρων καὶ Σιληνῶν, πίωσι δὲ ἐς κόρον τοῦ κρατῆρος τούτου, ἔτι βακχεύσειν καὶ αὐτοὺς καὶ πολλάκις μεθʼ ἡμῶν ἐρεῖν τὸ εὐοῖ.
但我满怀信心地向他们承诺:如果他们现在也像以前一样,愿意多次观看这入会仪式,且昔日的酒友们回想起当时共同的狂欢,不轻视萨堤罗斯和西勒诺斯,而是从这混酒器中尽情饮用,那么他们自己也将再次狂欢,并经常和我们一起高喊“欧哀”。
§6οὗτοι μὲν οὖν — ἐλεύθερον γὰρ ἀκοή — ποιούντων ὅ τι καὶ φίλον.
既然听是自由的,就随他们的便吧。
ἐγὼ δέ, ἐπειδήπερ ἔτι ἐν Ἰνδοῖς ἐσμέν, ἐθέλω καὶ ἄλλο ὑμῖν διηγήσασθαί τι τῶν ἐκεῖθεν, οὐκ ἀπροσδιόνυσον οὐδʼ αὐτό, οὐδʼ ὧν ποιοῦμεν ἀλλότριον.
而我,既然我们仍身在印度,便想给你们讲讲另一件那里的事情,这本身也不是与狄奥尼索斯无关的,也非与我们的行当异质。
ἐν Ἰνδοῖς τοῖς Μαχλαίοις, οἳ τὰ λαιὰ τοῦ Ἰνδοῦ ποταμοῦ, εἰ κατὰ ῥοῦν αὐτοῦ βλέποις, ἐπινεμόμενοι μέχρι πρὸς τὸν Ὠκεανὸν καθήκουσι, παρὰ τούτοις ἄλσος ἐστὶν ἐν περιφράκτῳ, οὐ πάνυ μεγάλῳ χωρίῳ, συνηρεφεῖ δέ· κιττὸς γὰρ πολὺς καὶ ἄμπελοι σύσκιον αὐτὸ ἀκριβῶς ποιοῦσιν.
在印度人的一支马克莱奥伊人中(如果你顺着流向看,他们居住在印度河的左岸,一直延伸到大洋),他们那里有一片围墙内的圣林,地方不很大,但树木茂密;丰富的常春藤和葡萄藤使它完全处于浓荫之下。
ἐνταῦθα πηγαί εἰσι τρεῖς καλλίστου καὶ διειδεστάτου ὕδατος, ἡ μὲν Σατύρων, ἡ δὲ Πανός, ἡ δὲ Σιληνοῦ.
这里有三眼最美丽、最清澈的泉水:一为萨堤罗斯之泉,一为潘之泉,一为西勒诺斯之泉。
καὶ εἰσέρχονται εἰς αὐτὸ οἱ Ἰνδοὶ ἅπαξ τοῦ ἔτους ἑορτάζοντες τῷ θεῷ, καὶ πίνουσι τῶν πηγῶν, οὐχ ἁπασῶν ἅπαντες, ἀλλὰ καθʼ ἡλικίαν, τὰ μὲν μειράκια τῆς τῶν Σατύρων, οἱ ἄνδρες δὲ τῆς Πανικῆς, τῆς δὲ τοῦ Σιληνοῦ οἱ κατʼ ἐμέ.
印度人每年一次为了庆祝神明而进入其中,并饮用泉水,不是所有人饮用所有的泉,而是按年龄:青年人饮用萨堤罗斯之泉,成年人饮用潘之泉,我这个年纪的人则饮用西勒诺斯之泉。
§7ἃ μὲν οὖν πάσχουσιν οἱ παῖδες ἐπειδὰν πίωσιν, ἢ οἷα οἱ ἄνδρες τολμῶσι κατεχόμενοι τῷ Πανί, μακρὸν ἂν εἴη λέγειν· ἃ δʼ οἱ γέροντες ποιοῦσιν, ὅταν μεθυσθῶσιν τοῦ ὕδατος, οὐκ ἀλλότριον εἰπεῖν·
少年们喝了之后会有什么经历,或者成年人在被潘附身时敢做出什么样的大胆举动,说起来就太长了;但老人们在喝了这水喝醉时做什么,说一说也未尝不可。
ἐπειδὰν πίῃ ὁ γέρων καὶ κατάσχῃ αὐτὸν ὁ Σιληνός, αὐτίκα ἐπὶ πολὺ ἄφωνός ἐστι καὶ καρηβαροῦντι καὶ βεβαπτισμένῳ ἔοικεν, εἶτα ἄφνω φωνή τε λαμπρὰ καὶ φθέγμα τορὸν καὶ πνεῦμα λιγυρὸν ἐγγίγνεται αὐτῷ καὶ λαλίστατος ἐξ ἀφωνοτάτου ἐστίν, οὐδʼ ἂν ἐπιστομίσας παύσειας αὐτὸν μὴ οὐχὶ συνεχῆ λαλεῖν καὶ ῥήσεις μακρὰς συνείρειν.
当老人喝了这水,西勒诺斯附在他身上时,他立刻会在很长时间里沉默不语,看起来就像一个头重脚轻、沉溺于水中的人;但随后,突然间,他身上便产生了洪亮的声音、清晰的语调和清脆的气息,从最沉默寡言的人变成了最滔滔不绝的人,你甚至无法通过堵住他的嘴来阻止他,使不连续说话并连篇累牍地发表长篇大论。
συνετὰ μέντοι πάντα καὶ κόσμια καὶ κατὰ τὸν Ὁμήρου ἐκεῖνον ῥήτορα·
然而,一切都通情达理、井然有序,一如霍默里笔下的那位雄辩家;因为他们滔滔不绝地讲述,犹如冬日的雪花一般。
νιφάδεσσι γὰρ ἐοικότα χειμερίῃσι διεξέρχονται, οὐδʼ ἀποχρήσει σοι κύκνοις κατὰ τὴν ἡλικίαν εἰκάσαι αὐτούς, ἀλλὰ τεττιγῶδές τι πυκνὸν καὶ ἐπίτροχον συνάπτουσιν ἄχρι βαθείας ἑσπέρας.
因其年龄而将他们比作天鹅是不够的;相反,他们像蝉一样,将紧凑而流利的语流维系至深夜。
τοὐντεῦθεν δὲ ἤδη ἀφεθείσης αὐτοῖς τῆς μέθης σιωπῶσι καὶ πρὸς τὸ ἀρχαῖον ἀνατρέχουσι.
此后,他们的醉意退去,便归于沉默,恢复到原先的状态。
τὸ μέντοι παραδοξότατον οὐδέπω εἶπον· ἢν γὰρ ἀτελῆ ὁ γέρων μεταξὺ καταλίπῃ ὃν διεξῄει τὸν λόγον, δύντος ἡλίου κωλυθεὶς ἐπὶ πέρας αὐτὸν ἐπεξελθεῖν, ἐς νέωτα πιὼν αὖθις ἐκεῖνα συνάπτει ἃ πέρυσι λέγοντα ἡ μέθη αὐτὸν κατέλιπεν.
然而,最不可思议的事情我还没有说:如果老人未完结地留下了他正在讲述的话语,因日落而被阻止将其推进到终点,那么第二年再次饮水时,他会把去年因醉意退去而留下的未完的话再次续上。
§8ταῦτά μοι κατὰ τὸν Μῶμον εἰς ἐμαυτὸν ἀπεσκώφθω, καὶ μὰ τὸν Δίʼ οὐκ ἂν ἔτι ἐπαγάγοιμι τὸ ἐπιμύθιον· ὁρᾶτε γὰρ ἤδη καθʼ ὅ τι τῷ μύθῳ ἔοικα.
这些话就当作我仿效莫摩斯对自己作出的嘲讽吧,看在宙斯的份上,我不会再引入这故事的寓意;因为你们已经看到我在什么地方与这个神话相似了。
ὥστε ἢν μέν τι παραπαίωμεν, ἡ μέθη αἰτία· εἰ δὲ πινυτὰ δόξειε τὰ λεγόμενα, ὁ Σιληνὸς ἄρα ἦν ἵλεως.
因此,如果我们有什么调子不准的地方,那是醉意使然;但如果所说的话显得聪明,那便是西勒诺斯赐予了恩惠。