§1τῶν σοφῶν ἐκείνους μάλιστα ἔγωγέ φημι δεῖν ἐπαινεῖν, ὁπόσοι μὴ λόγους μόνον δεξιοὺς παρέσχοντο ὑπὲρ τῶν πραγμάτων ἑκάστων, ἀλλὰ καὶ ἔργοις ὁμοίοις τὰς τῶν λόγων ὑποσχέσεις ἐπιστώσαντο.
在那些智者之中,我主张应当最予以赞美的是那些不仅对每种事物发表了巧妙言论、而且用同样的事实力证了其言论诺言的人。
καὶ γὰρ τῶν ἰατρῶν ὅ γε νοῦν ἔχων οὐ τοὺς ἄριστα ὑπὲρ τῆς τέχνης εἰπεῖν δυναμένους μεταστέλλεται νοσῶν, ἀλλὰ τοὺς πρᾶξαί τι κατʼ αὐτὴν μεμελετηκότας.
因为在医生中,明智的人在生病时,也不会召来那些对医术能说会道的人,而是召来那些习惯于依其行事的人。
ἀμείνων δὲ καὶ μουσικός, οἶμαι, τοῦ διακρίνειν ῥυθμοὺς καὶ ἁρμονίας ἐπισταμένου ὁ καὶ ψᾶλαι καὶ κιθαρίσαι αὐτὸς δυνάμενος.
我认为,在音乐家方面,那个自己能抚琴弹琵琶的人,也比那个仅懂得区分节奏和和声的人更好。
τί γὰρ ἄν σοι τῶν στρατηγῶν λέγοιμι τοὺς εἰκότως ἀρίστους κριθέντας, ὅτι οὐ τάττειν μόνον καὶ παραινεῖν ἦσαν ἀγαθοί, ἀλλὰ καὶ προμάχεσθαι τῶν ἄλλων καὶ χειρὸς ἔργα ἐπιδείκνυσθαι;
因为关于那些理所当然被评为最优的将军们,我又何必对你多言呢? 因为他们不仅善于列阵和激励,而且还善于居前战斗、彰显身手。
οἷον πάλαι μὲν Ἀγαμέμνονα καὶ Ἀχιλλέα, τῶν κάτω δὲ τὸν Ἀλέξανδρον καὶ Πύρρον ἴσμεν γεγονότας.
例如,我们知道古有阿伽门农和阿喀琉斯,后有亚历山大和皮洛士。
§2πρὸς δὴ τί ταῦτʼ ἔφην;
那么,我为什么要说这些呢?
οὐ γὰρ ἄλλως ἱστορίαν ἐπιδείκνυσθαι βουλόμενος ἐπεμνήσθην αὐτῶν, ἀλλʼ ὅτι καὶ τῶν μηχανικῶν ἐκείνους ἄξιον θαυμάζειν, ὁπόσοι ἐν τῇ θεωρίᾳ λαμπροὶ γενόμενοι καὶ μνημόσυνα ὅμως τῆς τέχνης καὶ παραδείγματα τοῖς μετʼ αὐτοὺς κατέλιπον·
我提及他们并非只是想炫耀历史学识,而是因为在机械师中,那些在理论上名声显赫,却又为后人留下了他们技术的纪念碑和范例的人,也是值得赞叹的。
ἐπεὶ οἵ γε τοῖς λόγοις μόνοις ἐγγεγυμνασμένοι σοφισταὶ ἂν εἰκότως μᾶλλον ἢ σοφοὶ καλοῖντο.
因为那些只在言语上受过训练的人,更理所当然地被称作“诡辩家”(智者派)而非“智者”。
τοιοῦτον ἀκούομεν τὸν Ἀρχιμήδη γενέσθαι καὶ τὸν Κνίδιον Σώστρατον, τὸν μὲν Πτολεμαίῳ χειρωσάμενον τὴν Μέμφιν ἄνευ πολιορκίας ἀποστροφῇ καὶ διαιρέσει τοῦ ποταμοῦ, τὸν δὲ τὰς τῶν πολεμίων τριήρεις καταφλέξαντα τῇ τέχνῃ.
我们听说阿基米德和克尼多斯的索斯特拉托斯就是这样的人:后者通过分流和改道河水,未行围攻便为托勒密降服了孟菲斯;前者则用他的技术烧毁了敌人的三段战船。
καὶ Θαλῆς δὲ ὁ Μιλήσιος πρὸ αὐτῶν ὑποσχόμενος Κροίσῳ ἄβροχον διαβιβάσειν τὸν στρατὸν ἐπινοίᾳ κατόπιν τοῦ στρατοπέδου μιᾷ νυκτὶ τὸν Ἅλυν περιήγαγεν, οὐ μηχανικὸς οὗτος γενόμενος, σοφὸς δὲ καὶ ἐπινοῆσαι καὶ συνεῖναι πιθανώτατος.
而在他们之前的米利都人泰勒斯,曾向克罗伊斯许诺让军队免受水湿而渡河,便凭借机智在一夜之间使哈里斯河从营地后方绕过;他虽不是机械师,却是一位极其善于发明和理解的智者。
τὸ μὲν γὰρ τοῦ Ἐπειοῦ πάνυ ἀρχαῖον, ὃς οὐ μόνον τεχνήσασθαι τοῖς Ἀχαιοῖς τὸν ἵππον, ἀλλὰ καὶ συγκαταβῆναι αὐτοῖς ἐς αὐτὸν λέγεται.
因为艾佩乌斯的故事非常古老,据说他不仅为阿凯亚人建造了木马,而且还和他们一起进入了木马。
§3ἐν δὴ τούτοις καὶ Ἱππίου τουτουὶ τοῦ καθʼ ἡμᾶς μεμνῆσθαι ἄξιον, ἀνδρὸς λόγοις μὲν παρʼ ὅντινα βούλει τῶν πρὸ αὐτοῦ γεγυμνασμένου καὶ συνεῖναί τε ὀξέος καὶ ἑρμηνεῦσαι σαφεστάτου, τὰ δὲ ἔργα πολὺ τῶν λόγων ἀμείνω παρεχομένου καὶ τὴν τῆς τέχνης ὑπόσχεσιν ἀποπληροῦντος, οὐκ ἐν τοιαύταις μὲν ὑποθέσεσιν ἐν αἷς οἱ πρὸ αὐτοῦ πρῶτοι γενέσθαι εὐτύχησαν, κατὰ δὲ τὸν γεωμετρικὸν λόγον ἐπὶ τῆς δοθείσης, φασίν, εὐθείας τὸ τρίγωνον ἀκριβῶς συνισταμένου.
那么,在这些人中,也值得提及我们时代的这位赫庇阿斯。 他在言辞上受过比他之前的任何人都更充分的训练,理解敏锐,阐述清晰,而他展现出的实际作品更远胜于言辞,履行了其技术的诺言——但这并非在那些他之前的先辈们有幸成为第一人的主题中,而是正如人们所说,按照几何学的定理,“在给定的直线上准确地构建三角形”。
καίτοι τῶν γε ἄλλων ἕκαστος ἕν τι τῆς ἐπιστήμης ἔργον ἀποτεμόμενος ἐν ἐκείνῳ εὐδοκιμήσας εἶναί τις ὅμως ἔδοξεν, ὁ δὲ μηχανικῶν τε ὢν τὰ πρῶτα καὶ γεωμετρικῶν, ἔτι δὲ ἁρμονικῶν καὶ μουσικῶν φαίνεται, καὶ ὅμως ἕκαστον τούτων οὕτως ἐντελῶς δείκνυσιν ὡς ἓν αὐτὸ μόνον ἐπιστάμενος.
虽然其他每个人都只是切取了科学的某一单个领域并在其中赢得名望,从而显得像个学者;但他却显然在机械学和几何学上独占鳌头,此外在和声学和音乐上也是如此,而且他将其中每一门都展现得如此完美,仿佛他只精通这一门似的。
τὴν μὲν γὰρ περὶ ἀκτίνων καὶ ἀνακλάσεων καὶ κατόπτρων θεωρίαν, ἔτι δὲ ἀστρονομίαν, ἐν ᾗ παῖδας τοὺς πρὸ αὐτοῦ ἀπέφηνεν, οὐκ ὀλίγου χρόνου ἂν εἴη ἐπαινεῖν.
因为要赞美他关于光线、折射和镜子的理论,以及他在其中让先辈们显得像小孩子一样的天文学,那可不是短时间内能说得完的。
§4ἃ δὲ ἔναγχος ἰδὼν αὐτοῦ τῶν ἔργων κατεπλάγην, οὐκ ὀκνήσω εἰπεῖν· κοινὴ μὲν γὰρ ἡ ὑπόθεσις κἀν τῷ καθʼ ἡμᾶς βίῳ πάνυ πολλή, βαλανείου κατασκευή· ἡ περίνοια δὲ καὶ ἐν τῷ κοινῷ τούτῳ σύνεσις θαυμαστή.
但关于我最近亲眼看见并为之惊叹的他的那些作品,我不打算隐瞒不说:虽然其主题很寻常,在我们生活中也极常见——即建造一座浴场——但在这件寻常事物中所体现的创意和智慧却是令人惊叹的。
τόπος μὲν ἦν οὐκ ἐπίπεδος, ἀλλὰ πάνυ προσάντης καὶ ὄρθιος, ὃν παραλαβὼν κατὰ θάτερα εἰς ὑπερβολὴν ταπεινόν, ἰσόπεδον θάτερον θατέρῳ ἀπέφηνεν, κρηπῖδα μὲν βεβαιοτάτην ἅπαντι τῷ ἔργῳ βαλόμενος καὶ θεμελίων θέσει τὴν τῶν ἐπιτιθεμένων ἀσφάλειαν ἐμπεδωσάμενος, ὕψεσι δὲ πάνυ ἀποτόμοις καὶ πρὸς ἀσφάλειαν συνεχομένοις τὸ ὅλον κρατυνάμενος· τὰ δὲ ἐποικοδομηθέντα τῷ τε τοῦ τόπου μεγέθει σύμμετρα καὶ τῷ εὐλόγῳ τῆς κατασκευῆς ἁρμοδιώτατα καὶ τὸν τῶν φώτων λόγον φυλάττοντα.
那场地并非平坦,而是非常陡峭和险峻。 他接手时,该地一侧极度低洼,但他使两侧高度一致、化为平地。 他为整个工程奠定了最稳固的基石,通过地基的铺设巩固了上部建筑的安全,并用极其陡峭且有利于安全的结构加固了整体;而其上加盖的建筑物既与场地的规模相称,又最契合建设的合理规划,且保持了极佳的采光比例。