§1τῶν σοφῶν ἐκείνους μάλιστα ἔγωγέ φημι δεῖν ἐπαινεῖν, ὁπόσοι μὴ λόγους μόνον δεξιοὺς παρέσχοντο ὑπὲρ τῶν πραγμάτων ἑκάστων, ἀλλὰ καὶ ἔργοις ὁμοίοις τὰς τῶν λόγων ὑποσχέσεις ἐπιστώσαντο.
賢者たちのうちでも、個々の事柄について巧みな言論を提示しただけでなく、同様の実践によって言論の約束を実証した人々こそ、私は最も称賛されるべきであると主張する。
καὶ γὰρ τῶν ἰατρῶν ὅ γε νοῦν ἔχων οὐ τοὺς ἄριστα ὑπὲρ τῆς τέχνης εἰπεῖν δυναμένους μεταστέλλεται νοσῶν, ἀλλὰ τοὺς πρᾶξαί τι κατʼ αὐτὴν μεμελετηκότας.
実際、医者のうちでも、思慮ある者は病気のときに技術について最も見事に語ることができる者を招くのではなく、その技術に従って何かを実行することに習熟している者を招くのである。
ἀμείνων δὲ καὶ μουσικός, οἶμαι, τοῦ διακρίνειν ῥυθμοὺς καὶ ἁρμονίας ἐπισταμένου ὁ καὶ ψᾶλαι καὶ κιθαρίσαι αὐτὸς δυνάμενος.
また、音楽家にとっても、リズムや調和を区別することを知っている者よりも、自ら弦を弾き、竪琴を弾くことができる者の方がより優れていると私は思う。
τί γὰρ ἄν σοι τῶν στρατηγῶν λέγοιμι τοὺς εἰκότως ἀρίστους κριθέντας, ὅτι οὐ τάττειν μόνον καὶ παραινεῖν ἦσαν ἀγαθοί, ἀλλὰ καὶ προμάχεσθαι τῶν ἄλλων καὶ χειρὸς ἔργα ἐπιδείκνυσθαι;
将軍たちのうち、当然のことながら最も優秀であると判断された人々について、今さらあなたに言う必要があるだろうか。 彼らは陣列を配置し励ますことにおいて優れていただけでなく、他者に先んじて戦い、手の業を示すことにおいても優れていたのだから。
οἷον πάλαι μὲν Ἀγαμέμνονα καὶ Ἀχιλλέα, τῶν κάτω δὲ τὸν Ἀλέξανδρον καὶ Πύρρον ἴσμεν γεγονότας.
例えば、古代においてはアガメムノンやアキレウス、より最近においてはアレクサンドロスやピュロスがそうであったことを私たちは知っている。
§2πρὸς δὴ τί ταῦτʼ ἔφην;
では、私はなぜこのようなことを言ったのだろうか。
οὐ γὰρ ἄλλως ἱστορίαν ἐπιδείκνυσθαι βουλόμενος ἐπεμνήσθην αὐτῶν, ἀλλʼ ὅτι καὶ τῶν μηχανικῶν ἐκείνους ἄξιον θαυμάζειν, ὁπόσοι ἐν τῇ θεωρίᾳ λαμπροὶ γενόμενοι καὶ μνημόσυνα ὅμως τῆς τέχνης καὶ παραδείγματα τοῖς μετʼ αὐτοὺς κατέλιπον·
単に歴史の知識をひけらかしたいがために彼らに言及したのではない。 機械技術者たちのうちでも、理論において輝かしい業績を上げながら、同時に後世の人々のためにその技術の記念碑や手本を残した人々こそ、称賛に値するからである。
ἐπεὶ οἵ γε τοῖς λόγοις μόνοις ἐγγεγυμνασμένοι σοφισταὶ ἂν εἰκότως μᾶλλον ἢ σοφοὶ καλοῖντο.
なぜなら、言葉だけで鍛えられた人々は、賢者というよりは、当然ながらソフィストと呼ばれるべきだからである。
τοιοῦτον ἀκούομεν τὸν Ἀρχιμήδη γενέσθαι καὶ τὸν Κνίδιον Σώστρατον, τὸν μὲν Πτολεμαίῳ χειρωσάμενον τὴν Μέμφιν ἄνευ πολιορκίας ἀποστροφῇ καὶ διαιρέσει τοῦ ποταμοῦ, τὸν δὲ τὰς τῶν πολεμίων τριήρεις καταφλέξαντα τῇ τέχνῃ.
アルキメデスやクニドスのソストラトスがそのような人物であったと私たちは聞いている。 後者は運河の分流と迂回によって包囲戦なしにプトレマイオスのためにメンフィスを制圧し、前者はその技術によって敵の三段櫂船を焼き払った。
καὶ Θαλῆς δὲ ὁ Μιλήσιος πρὸ αὐτῶν ὑποσχόμενος Κροίσῳ ἄβροχον διαβιβάσειν τὸν στρατὸν ἐπινοίᾳ κατόπιν τοῦ στρατοπέδου μιᾷ νυκτὶ τὸν Ἅλυν περιήγαγεν, οὐ μηχανικὸς οὗτος γενόμενος, σοφὸς δὲ καὶ ἐπινοῆσαι καὶ συνεῖναι πιθανώτατος.
また、彼ら以前のミレトスのタレスも、クロイソスに対して軍隊を濡らさずに渡らせることを約束し、一晩のうちに陣営の背後にハリュス川を迂回させる計略を用いた。 彼は機械技術者ではなかったが、考案し理解することに極めて巧みな賢者であった。
τὸ μὲν γὰρ τοῦ Ἐπειοῦ πάνυ ἀρχαῖον, ὃς οὐ μόνον τεχνήσασθαι τοῖς Ἀχαιοῖς τὸν ἵππον, ἀλλὰ καὶ συγκαταβῆναι αὐτοῖς ἐς αὐτὸν λέγεται.
というのも、エペイオスの話は極めて古いものである。 彼はアカイア人のために木馬を製作しただけでなく、自ら彼らとともにその中に入り込んだと言われている。
§3ἐν δὴ τούτοις καὶ Ἱππίου τουτουὶ τοῦ καθʼ ἡμᾶς μεμνῆσθαι ἄξιον, ἀνδρὸς λόγοις μὲν παρʼ ὅντινα βούλει τῶν πρὸ αὐτοῦ γεγυμνασμένου καὶ συνεῖναί τε ὀξέος καὶ ἑρμηνεῦσαι σαφεστάτου, τὰ δὲ ἔργα πολὺ τῶν λόγων ἀμείνω παρεχομένου καὶ τὴν τῆς τέχνης ὑπόσχεσιν ἀποπληροῦντος, οὐκ ἐν τοιαύταις μὲν ὑποθέσεσιν ἐν αἷς οἱ πρὸ αὐτοῦ πρῶτοι γενέσθαι εὐτύχησαν, κατὰ δὲ τὸν γεωμετρικὸν λόγον ἐπὶ τῆς δοθείσης, φασίν, εὐθείας τὸ τρίγωνον ἀκριβῶς συνισταμένου.
こうした人々の中に、現代のこのヒッピアスを挙げることもまたふさわしい。 彼は言論においては彼の前の誰と比べても引けを取らないほど鍛えられており、理解においては鋭く、表現においては極めて明瞭な男であるが、実践においては言論をはるかに凌駕するものを提示し、技術の約束を果たしている。 それも、彼の先人たちが最初になる幸運に恵まれたような前提においてではなく、幾何学の議論において「与えられた直線の上に三角形を正確に作図する」と言われるように、なされている。
καίτοι τῶν γε ἄλλων ἕκαστος ἕν τι τῆς ἐπιστήμης ἔργον ἀποτεμόμενος ἐν ἐκείνῳ εὐδοκιμήσας εἶναί τις ὅμως ἔδοξεν, ὁ δὲ μηχανικῶν τε ὢν τὰ πρῶτα καὶ γεωμετρικῶν, ἔτι δὲ ἁρμονικῶν καὶ μουσικῶν φαίνεται, καὶ ὅμως ἕκαστον τούτων οὕτως ἐντελῶς δείκνυσιν ὡς ἓν αὐτὸ μόνον ἐπιστάμενος.
もっとも、他の人々のそれぞれは科学の一つの分野だけを切り取ってそこで評判を得、それなりの人物と見なされたが、彼は機械技術においても、また幾何学においても第一人者であり、さらに和声学や音楽においても優れていることが明らかである。 それにもかかわらず、彼はこれらの一つ一つを、まるでそれ一つしか知らないかのように完璧に示して見せるのだ。
τὴν μὲν γὰρ περὶ ἀκτίνων καὶ ἀνακλάσεων καὶ κατόπτρων θεωρίαν, ἔτι δὲ ἀστρονομίαν, ἐν ᾗ παῖδας τοὺς πρὸ αὐτοῦ ἀπέφηνεν, οὐκ ὀλίγου χρόνου ἂν εἴη ἐπαινεῖν.
光線と反射、および鏡に関する彼の理論、さらには天文学(そこにおいて彼は先人たちを子供同然に見せてしまったが)を称賛するには、少なからぬ時間を要するだろう。
§4ἃ δὲ ἔναγχος ἰδὼν αὐτοῦ τῶν ἔργων κατεπλάγην, οὐκ ὀκνήσω εἰπεῖν·
しかし、私が最近目にして驚嘆した彼の作品について、語ることをためらうまい。
κοινὴ μὲν γὰρ ἡ ὑπόθεσις κἀν τῷ καθʼ ἡμᾶς βίῳ πάνυ πολλή, βαλανείου κατασκευή·
その主題自体はありふれたものであり、私たちの生活において極めて多く見られるもの、すなわち公衆浴場の建設である。
ἡ περίνοια δὲ καὶ ἐν τῷ κοινῷ τούτῳ σύνεσις θαυμαστή.
しかし、このありふれたものにおける創意と知知は、驚嘆すべきものである。
τόπος μὲν ἦν οὐκ ἐπίπεδος, ἀλλὰ πάνυ προσάντης καὶ ὄρθιος, ὃν παραλαβὼν κατὰ θάτερα εἰς ὑπερβολὴν ταπεινόν, ἰσόπεδον θάτερον θατέρῳ ἀπέφηνεν, κρηπῖδα μὲν βεβαιοτάτην ἅπαντι τῷ ἔργῳ βαλόμενος καὶ θεμελίων θέσει τὴν τῶν ἐπιτιθεμένων ἀσφάλειαν ἐμπεδωσάμενος, ὕψεσι δὲ πάνυ ἀποτόμοις καὶ πρὸς ἀσφάλειαν συνεχομένοις τὸ ὅλον κρατυνάμενος·
その土地は平坦ではなく、非常に険しく急傾斜であり、片側が極端に低くなっていたが、彼はそれを引き受けて、一方を他方と同じ高さにして平らにした。 建物全体に極めて強固な基礎を築き、土台を据えることで上部構造の安全性を確固たるものとし、急峻な高台部分を補強して全体の安定性を強化した。
τὰ δὲ ἐποικοδομηθέντα τῷ τε τοῦ τόπου μεγέθει σύμμετρα καὶ τῷ εὐλόγῳ τῆς κατασκευῆς ἁρμοδιώτατα καὶ τὸν τῶν φώτων λόγον φυλάττοντα.
そして、その上に建設された構造物は、土地の規模に釣り合い、建設の合理的設計に最も調和しており、採光の比率をよく守っていた。